Τάχα οὐδὲ ἀποκρίνασθαι προσήκει τοῖς ματαίοις τῶν λόγων: τὸ γὰρ σοφὸν τοῦ Σολομῶντος παράγγελμα πρὸς τοῦτο ἔοικε φέρειν τὸ διακελευόμενον μὴ ἀποκρίνεσ

 Τί οὖν ἐστιν ὃ προφέρουσιν ἡμῖν ἀσεβεῖν αἰτιῶνται τοὺς περὶ τοῦ ἁγίου πνεύματος μεγαλοπρεπεῖς ἔχοντας ὑπολήψεις: καὶ ὅσα τοῖς τῶν πατέρων ἑπόμενοι δό

 Τί οὖν ὁ ἡμέτερος λόγος οὐδὲν καινὸν ἡμεῖς οὐδὲ παρ' ἡμῶν αὐτῶν τοῖς τὰ τοιαῦτα προκαλουμένοις ἀποκρινούμεθα, ἀλλὰ ἀποχρησόμεθα τῇ τῆς θείας γραφῆς π

 Καθάπερ καὶ διὰ τῶν σωματικῶν ὑποδειγμάτων ἔστι τὸν λόγον πιστώσασθαι. ἡ γὰρ τοῦ πυρὸς φύσις ἐπίσης πᾶσι τοῖς συμπληροῦσιν αὐτὴν μορίοις τὴν θερμαντικ

 Εἰ οὖν ἀληθῶς καὶ οὐ μέχρις ὀνόματος θεῖον τὸ πνεῦμα τὸ ἅγιον ὑπὸ τῆς γραφῆς καὶ ὑπὸ τῶν πατέρων ἡμῶν προσηγόρευται, τίς ἔτι λόγος ἐστὶ τοῖς ἀντιστατο

 Οὐδὲ γὰρ ἐκεῖνο αὔταρκες εἰς ἀπολογίαν αὐτοῖς, ὅτι ἐπειδὴ κατὰ τὴν τάξιν τρίτον ὑπὸ κυρίου τοῖς μαθηταῖς παραδέδοται, διὰ τοῦτο τῆς θεοπρεποῦς ἐννοίας

 Ἐπεὶ οὖν εἴρηται τῆς θείας φύσεως εἶναι τὸ πνεῦμα καὶ καλῶς εἴρηται, πᾶσα δὲ μεγαλοπρεπὴς ἔννοια τῷ ὀνόματι τούτῳ καθὼς εἴρηται συνεμφαίνεται, ὁ ἐκεῖν

 εἰ δὲ φρικτὸν τοῦτο καὶ πάσης ἀτοπίας καὶ βλασφημίας ἐπέκεινα, πρόδηλον ὅτι τοῖς εὐσημοτέροις ὀνόμασί τε καὶ νοήμασι περὶ τοῦ ἁγίου πνεύματος οἱ εὐσεβ

 Εἰ δὴ τοιοῦτόν ἐστιν, ἐφεξῆς ὁ λόγος καὶ περὶ τοῦ υἱοῦ τὸ ἴσον διασκεψάσθω καὶ περὶ τοῦ πατρὸς ὡσαύτως. ἆρ' οὐχὶ τὸ τέλειον ὁμολογεῖ τῆς τιμῆς καὶ ἐπὶ

 Εἰ οὖν διὰ πάντων τέλειον τὸ πνεῦμα τὸ ἅγιον εἶναι συντίθενται, ὡμολόγηται δὲ πρὸς τούτοις εὐσεβὲς εἶναι καὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ τὸ ἐν παντὶ ἀγαθῷ

 Τίνι τοίνυν τρόπῳ τιμήσεις τὸ θεῖον πῶς ὑψώσεις τὸ ὓψιστον πῶς δοξάσεις τὸ ὑπὲρ πᾶσαν δόξαν πῶς ἐπαινέσεις τὸ ἀκατάληπτον εἰ πάντα τὰ ἔθνη ὡς σταγ

 Οἱ οὐρανοὶ διηγοῦνται τὴν δόξαν τοῦ θεοῦ καὶ μικροὶ κήρυκες τῆς ἀξίας νομίζονται: Ὅτι ἐπῄρθη ἡ μεγαλοπρέπεια αὐτοῦ, οὐ μέχρι τῶν οὐρανῶν, ἀλλ' ὑπεράνω

 Τί οὖν βούλεται ἡ ὑποστολὴ τῆς ψυχῆς καὶ ἡ μεγαλοψυχία [τῶν] ἐπὶ μὲν τοῦ πατρὸς φιλοτιμουμένων, καὶ τῷ υἱῷ τυχεῖν τὰ ἴσα χαριζομένων, ἐπὶ δὲ τοῦ πνεύμ

 ναί φησιν. ἀλλὰ τὸν πατέρα μὲν δημιουργὸν εἶναι παρὰ τῆς γραφῆς ἐδιδάχθημεν: ὡσαύτως καὶ διὰ τοῦ υἱοῦ τὰ πάντα γεγεννῆσθαι ἐμάθομεν: οὐδὲν δὲ τοιοῦτον

 τί οὖν ἡμεῖς πρὸς τοῦτο ἀποκρινούμεθα ὅτι μάταια ἐλάλησαν ἐν ταῖς καρδίαις αὐτῶν οἱ νομίζοντες μὴ ἀεὶ μετὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ τὸ πνεῦμα εἶναι, ἀ

 ἡ γὰρ εὐσεβὴς διάνοια τοῦτον ἔχει τὸν τρόπον: οὔτε πατὴρ χωρὶς υἱοῦ ποτε ἐννοεῖται οὔτε υἱὸς δίχα τοῦ ἁγίου πνεύματος καταλαμβάνεται. ὡς γὰρ ἀμήχανόν

 Εἰ δὲ τούτῳ μέν ἐστιν ἡ πρὸς τὸ ἐνεργεῖν ὁρμή, ὑπερκειμένη δέ τις ἐξουσία κωλύει τὴν πρόθεσιν, εἰπάτωσαν τὴν αἰτίαν τοῦ ταῦτα κωλύοντος. φθόνῳ τῆς ἐκ

 Ταῦτα ἡμεῖς ἰδιωτικῶς καὶ κατὰ τὸν συνήθη τρόπον ἡμῖν ἐννοοῦντες τὰ σοφὰ ταῦτα τῶν ἀνθυποφερόντων οὐ προσιέμεθα πιστεύοντες καὶ ὁμολογοῦντες ἐν παντὶ

 περὶ δὲ λατρείας καὶ προσκυνήσεως καὶ ὅσα τοιαῦτα μικρολογοῦντες προφέρουσιν οἱ σοφοὶ παρ' ἑαυτοῖς, ἐκεῖνα λέγομεν, ὅτι πάντων τῶν παρ' ἡμῖν γινομένων

 Εἰ δέ τις ἀθετοίη τὴν φωνὴν ταύτην καὶ τὴν διάνοιαν τὴν τῷ ὀνόματι τῆς θειότητος συνεμφαινομένην, λέγοι δὲ τὸ παρὰ τῶν πολλῶν ἐπὶ καθαιρέσεως τῆς τοῦ

 Εἰπάτωσαν οὖν ἡμῖν οἱ καθαιροῦντες τὴν τοῦ πνεύματος δόξαν καὶ τῇ ὑποχειρίῳ φύσει συγκατατάσσοντες, τίνος σύμβολόν ἐστιν ἡ χρῖσις. οὐχὶ τῆς βασιλείας

 Ἔπειτα καὶ τοῦτο σκοπήσωμεν: ἡ βασιλεία ἐν τῇ τῶν ὑποχειρίων ἀρχῇ πάντως γνωρίζεται. τί οὖν τῆς βασιλευούσης φύσεώς ἐστι τὸ ὑπήκοον τοὺς αἰῶνας πάντω

 Καὶ γὰρ κἀκεῖνο ὅσην ἔχει τὴν ἀτοπίαν σκοπήσωμεν. πάντων τῶν ἐν τῇ κτίσει νοουμένων κατ' αὐτὸ τοῦτο, τὸ διὰ κτίσεως ἐσχηκέναι τὸ εἶναι, τὴν ὁμοτιμίαν

 Ἔπειτα καὶ τοῦτο σκοπήσωμεν. τῷ ἁγίῳ βαπτίσματι_ τί διὰ τούτου πραγματευόμεθα ἆρ' οὐχὶ τὸ ζωῆς μετέχειν οὐκέτι θανάτῳ ὑποκειμένης οὐδένα [ἂν] ἀντειπ

 Ὥστε εἰ μικρὸν ὑπολαμβάνουσι τὸ δῶρον οἱ καὶ τῆς ζωῆς ἑαυτῶν ὑβρισταὶ καὶ πολέμιοι καὶ διὰ τοῦτο τὸ παρεκτικὸν τῆς χάριτος ταύτης ἀτιμάζειν ἐγνώκασι,

 Εἰ οὖν πᾶν ὕψωμα δυνάμεως ἀνθρωπίνης κάτω τῆς μεγαλοπρεπείας τοῦ προσκυνουμένου ἐστί (τοῦτο γὰρ ὁ λόγος διὰ τοῦ ὑποποδίου τῶν ποδῶν ὑπαινίσσεται), τίς

 Τὸ δὲ πνεῦμα τὸ ἅγιον πρῶτον μὲν ἀπὸ τῶν κατὰ φύσιν ἁγίων ἐκεῖνό ἐστιν ὅπερ ὁ πατήρ, κατὰ φύσιν ἅγιος, καὶ ὁ μονογενὴς ὡσαύτως. οὕτω καὶ τὸ πνεῦμα τὸ

 Εἰ οὖν τοσαύτη τοῦ πνεύματος ἡ μεγαλωσύνη καὶ εἴ τι καλὸν καὶ εἴ τι ἀγαθὸν παρὰ τοῦ θεοῦ διὰ τοῦ μονογενοῦς ἐν τῷ πάντα ἐν πᾶσιν ἐνεργοῦντι πνεύματι τ

 Ἀλλ' ἐρεῖς ὅτι πατέρα ἐννοῶν καὶ τὸν υἱὸν τῇ προσηγορίᾳ συμπεριέλαβον. τὸν δὲ υἱόν, εἰπέ μοι, τῇ διανοίᾳ λαβὼν ἆρ' οὐ συμπαρεδέξω καὶ τὸ πνεῦμα τὸ ἅγι

 ἆρ' οὖν τοῦτο νοοῦσι καὶ αὐτοὶ τὴν προσκύνησιν καὶ πῶς οὐ καταγέλαστον τὸ μήτε τούτου οἴεσθαι δεῖν ἀξιοῦν τὸ πνεῦμα τὸ ἅγιον, οὗ καὶ τοὺς Χαναναίους

 Ἔπειτα κἀκεῖνο παρ' αὐτῶν ἔστι μαθεῖν: ὅταν, ὡς οἴονται, τῷ πατρὶ προσκυνῶσιν, ἆρα καθόλου τῆς διανοίας ἑαυτῶν τοῦ τε μονογενοῦς καὶ τοῦ πνεύματος τὴν

If, then, they agree that the Holy Spirit is perfect absolutely, and it has been admitted in addition that true reverence requires perfection in every good thing for the Father and the Son as well, what reasons can justify them in taking away the Father18    i.e.from fellowship with the Spirit. The text is τίς ὁ λόγος καθ᾽ ὃν εὔλογον κρίνουσιν πατέρα ἀναιρεῖν, δεδώκασι; (for which δεδωκόσι is a conjecture). But perhaps πνεῦμα ἀναιρεῖν, διδάσκωσι, or διδάξωσι, would be a more intelligible reading; though the examples of the hortatory subjunctive other than in the first person are, according to Porson (ad Eurip. Hec. 430), to be reckoned among solecisms in classical Greek. when once they have granted Him? For to take away “equality of dignity” with the Father is a sure proof that they do not think that the Spirit has a share in the perfection of the Father. And as regards the idea itself of this honour in the case of the Divine Being, from which they would exclude the Spirit, what do they mean by it? Do they mean that honour which men confer on men, when by word and gesture they pay respect to them, signifying their own deference in the form of precedence and all such-like practices, which in the foolish fashion of the day are kept up in the name of “honour.” But all these things depend on the goodwill of those who perform them; and if we suppose a case in which they do not choose to perform them, then there is no one amongst mankind who has from mere nature any advantage, such that he should necessarily be more honoured than the rest; for all are marked alike with the same natural proportions. The truth of this is clear; it does not admit of any doubt. We see, for instance, the man who to-day, because of the office which he holds, is considered by the crowd an object of honour, becoming tomorrow himself one of those who pay honour, the office having been transferred to another. Do they, then, conceive of an honour such as that in the case of the Divine Being, so that, as long as we please to pay it, that Divine honour is retained, but when we cease to do so it ceases too at the dictate of our will? Absurd thought, and blasphemous as well! The Deity, being independent of us, does not grow in honour; He is evermore the same; He cannot pass into a better or a worse state; for He has no better, and admits no worse.

Εἰ οὖν διὰ πάντων τέλειον τὸ πνεῦμα τὸ ἅγιον εἶναι συντίθενται, ὡμολόγηται δὲ πρὸς τούτοις εὐσεβὲς εἶναι καὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ τὸ ἐν παντὶ ἀγαθῷ τέλειον, τίς ὁ λόγος, καθ' ὃν εὔλογον κρίνουσι πάλιν ἀναιρεῖν ὃ δεδώκασιν: τὸ γὰρ ἀναιρεῖν τὸ ὁμότιμον ἀπόδειξίς ἐστι τοῦ μὴ νομίζειν μετέχειν τῆς τελειότητος. αὐτὸ δὲ τοῦτο τὴν τιμὴν ἐπὶ τῆς θείας φύσεως τί ποτε ἄρα νομίζουσιν, ἧς ἄμοιρον εἶναι τὸ πνεῦμα βούλονται; πότερον ταύτην φασὶν ἣν καὶ ἄνθρωποι ἀνθρώποις χαρίζονται λόγῳ τε θεραπεύοντες καὶ σχήματι, τὸ ὑπήκοον ἐνδεικνύμενοι κατὰ τὴν πρόοδον καὶ ὅσα τοιαῦτα τῇ ματαίᾳ τοῦ βίου συνηθείᾳ τῷ τῆς τιμῆς γίνεται λόγῳ; ἅπερ πάντα τῇ προαιρέσει τῶν ταῦτα ἐργαζομένων συνέστηκεν: ὧν καθ' ὑπόθεσιν μὴ προελομένων, οὐδεμίαν ἐκ φύσεως ἀφορμὴν ἔχει τῶν ἀνθρώπων οὐδεὶς εἰς τὸ εἶναι τῶν λοιπῶν τιμιώτερος πάντων ὁμοίως κατὰ τὰ αὐτὰ μέτρα τῆς φύσεως γνωριζομένων. σαφὴς δὲ ὁ λόγος καὶ οὐδεμίαν ἀμφιβολίαν ἔχων: τὸν γὰρ σήμερον διὰ τὴν ἀρχήν, ἧς προέστηκε, τίμιον τοῖς πολλοῖς εἶναι δοκοῦντα εὑρήσομεν ἐφεξῆς ἕνα τῶν τιμώντων καὶ αὐτὸν γινόμενον τῆς ἀρχῆς εἰς ἕτερον μετενεχθείσης. ἆρ' οὖν τοιοῦτόν τι τῆς τιμῆς εἶδος καὶ ἐπὶ τῆς θείας φύσεως ἐπινοοῦσιν, ὥστε βουλομένων μὲν ἡμῶν τὸ τίμιον ἔχειν, παυσαμένων δὲ τοῦ τιμᾶν τῇ ἡμετέρᾳ προαιρέσει συγκαταλήγειν τὴν θείαν τιμήν; ἢ καταγέλαστόν ἐστι καὶ ἀσεβὲς ἅμα τὰ τοιαῦτα νοεῖν; οὐ γὰρ δι' ἡμᾶς τὸ θεῖον ἑαυτοῦ τιμιώτερον γίνεται, ἀλλ' ἀεὶ ὡσαύτως ἔχει οὔτε πρὸς τὸ χεῖρον οὔτε πρὸς τὸ κρεῖττον μεταβῆναι δυνάμενον: τὸ μὲν γὰρ οὐ δέχεται, τὸ δὲ οὐκ ἔχει.