[1] Φλαβιανῷ ἐπισκόπῳ Οὐκ ἐν καλοῖς, ὦ ἄνθρωπε τοῦ θεοῦ, τὰ ἡμέτερα: προϊόντα γὰρ τὰ κακὰ ἐν τοῖς τὸ ἄδικόν τε καὶ ἀπροφάσιστον καθ' ἡμῶν κινήσασι μῖσ

 [2] Περὶ τῶν ἀπιόντων εἰς Ἱεροσόλυμα, Κηνσίτορι Ἐπειδήπερ ἠρώτησας, ὦ φίλε, διὰ τοῦ γράμματος, πρέπειν ᾠήθην περὶ πάντων σοι καθεξῆς ἀποκρίνασθαι. ἐγὼ

 [3] Ταῖς κοσμιωτάταις ἀληθῶς καὶ εὐλαβεστάταις ἀδελφαῖς Εὐσταθίᾳ καὶ Ἀμβροσίᾳ καὶ τῇ κοσμιωτάτῃ καὶ σεμνοτάτῃ θυγατρὶ Βασιλίσσῃ Γρηγόριος ἐν κυρίῳ χαί

 [4] Εὐσεβίῳ Ὅτε πλεονάζειν ἄρχεται τὸ ἡμερήσιον μέτρον κατὰ τὴν χειμέριον ὥραν τοῦ ἡλίου πρὸς τὸν ἄνω δρόμον ἀναποδίζοντος, τὴν τοῦ ἀληθινοῦ φωτὸς θεο

 [5] ἐπιστολὴ πρὸς τοὺς ἀπιστοῦντας τῇ ὀρθοδόξῳ [αὐτοῦ πίστει, παρὰ τῶν] κατὰ Σεβάστειαν αἰτηθεῖσα Ἐγνώρισαν ἡμῖν τινες τῶν ὁμοψύχων ἀδελφῶν περὶ τῆς κ

 [6] Ἀβλαβίῳ ἐπισκόπῳ Διέσωσεν ἡμᾶς ὁ κύριος, ὡς εἰκὸς ἦν ὑπὸ τῶν σῶν προπεμφθέντας εὐχῶν, καί σοι τεκμήριον τῆς εὐμενείας τοῦ θεοῦ σαφὲς διηγήσομαι. ὡ

 [7] Ἱερίῳ ἡγεμόνι Νόμος τίς ἐστιν ἡμέτερος κλαίειν μετὰ κλαιόντων νομοθετῶν καὶ συγχαίρειν τοῖς χαίρουσιν, ἀλλὰ τούτων, ὡς ἔοικε, τὸ ἕτερον ἐφ' ἡμῶν τ

 [8] Ἀντιοχιανῷ Ἐφ' ᾧ μάλιστα παρὰ τῶν σοφῶν ὁ βασιλεὺς τῶν Μακεδόνων θαυμάζεται_θαυμάζεται γὰρ οὐ τοσοῦτον τοῖς Μηδικοῖς τροπαίοις οὐδὲ τοῖς Ἰνδικοῖς

 [9] Σταγειρίῳ Τοιοῦτόν τι θέαμά φασιν ἐν τοῖς θεάτροις τοὺς θαυματοποιοῦντας τεχνάζεσθαι: μῦθον ἐξ ἱστορίας ἤ τινα τῶν ἀρχαίων διηγημάτων ὑπόθεσιν τῆς

 [10] Ὀτρηίῳ ἐπισκόπῳ Μελιτηνῆς Ποῖον τοιοῦτον ἄνθος ἐν ἔαρι, τίνες τοιαῦται τῶν ᾠδικῶν ὀρνίθων φωναί, ποία λεπταῖς καὶ προσηνέσι ταῖς αὔραις καταγλυκα

 [11] Εὐπατρίῳ σχολαστικῷ Ζητῶν τι προσφυὲς καὶ οἰκεῖον τῷ γράμματι δοῦναι προοίμιον, ἀπὸ μὲν τῶν ἐμοὶ συνήθων, λέγω δὴ τῶν γραφικῶν ἀναγνωσμάτων, οὐκ

 [12] τῷ αὐτῷ Οὐδὲ τοῦ ἔαρος ἡ χάρις διαλάμπειν κατὰ τὸ ἀθρόον πέφυκεν, ἀλλὰ προοίμια τῆς ὥρας γίνεται ἀκτίς τε προσηνῶς τὸ πεπηγὸς τῆς γῆς ἐπιθάλπουσα

 [13] Λιβανίῳ Ἤκουσά τινος ἰατρικοῦ παράλογόν τι φύσεως πάθος διηγουμένου, τὸ δὲ διήγημα τοιοῦτον ἦν: κατείχετό τις, φησίν, ἀρρωστήματί τινι τῶν δυστρο

 [14] Λιβανίῳ σοφιστῇ Ἑορτὴν ἄγειν σύνηθες τοῖς Ῥωμαίοις περὶ τὴν χειμέριον τροπὴν κατά τι πάτριον, ὅτε τοῦ ἡλίου πρὸς τὴν ἄνω χώραν ἀναποδίζοντος, πλε

 [15] Ἰωάννῃ καὶ Μαξιμιανῷ Καὶ τῶν ἄλλων ἁπάντων μικροῦ δεῖν, ὅσα ποιεῖ τοὺς κεκτημένους εὐδαίμονας, πένητες οἱ Καππαδόκαι ἡμεῖς, πλέον δὲ πάντων πένητ

 [16] Στρατηγίῳ Οἷόν τι ποιοῦσιν οἱ τῇ σφαίρᾳ παίζοντες, ὅταν τριχῆ διαστάντες ἀντιπέμπωσιν ἀλλήλοις ἐν εὐστοχίᾳ τὴν βολὴν ἄλλος παρ' ἄλλου διαδεχόμενο

 [17] Τοῖς ἐν Νικομηδείᾳ πρεσβυτέροις Ὑμᾶς μὲν Ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως, ὁ πάντα ἐν σοφίᾳ πρὸς τὸ συμφέρον οἰκονομῶν, διὰ τῆς ἰ

 [18] Ὀτρηίῳ ἐπισκόπῳ Μελιτηνῆς Ὡς καλὰ τῶν καλῶν ἐστι τὰ ὁμοιώματα, ὅταν ἐναργῆ τοῦ πρωτοτύπου κάλλους τὸν χαρακτῆρα τῆς μορφῆς καὶ ἐφ' ἑαυτῶν διασῴζη

 [19] Πρός τινα Ἰωάννην περί τινων ὑποθέσεων καὶ περὶ τῆς διαγωγῆς καὶ καταστάσεως τῆς τοιαύτης ἀδελφῆς αὐτοῦ Μακρίνης Οἶδά τινα τῶν ζωγράφων φιλοτιμία

 [20] Πρὸς Ἀδέλφιον σχολαστικόν Ἐκ τῶν ἱερῶν Οὐανώτων, εἴ γε μὴ ἀδικῶ καλῶν ἐπιχωρίως τὸν τόπον, ταύτην σοι τὴν ἐπιστολὴν διεχάραξα: ἀδικεῖν δέ φημι τὸ

 [21] Ἀβλαβίῳ [ἐπισκόπῳ] Τέχνη τίς ἐστι περιστερῶν θηρευτικὴ τοιαύτη: ὅταν τῆς μιᾶς ἐγκρατεῖς γένωνται οἱ τὰ τοιαῦτα σπουδάζοντες χειροήθη τε ταύτην κα

 [22] Τοῖς ἐπισκόποις Τρεῖς ἦσαν ἡμέραι αἱ τὸν προφήτην ἐν τῷ κήτει κατέχουσαι, ἀλλ' ὅμως ὁ Ἰωνᾶς ἠκηδίασεν: ἐγὼ δὲ τοσοῦτον χρόνον ἔχω ἐν τοῖς ἀμετανο

 [23] Ἀνεπίγραφος Φείδομαι πολλῶν λόγων, ἐπειδὴ φείδομαι τῶν σῶν καμάτων. ὑπομνήσθητι τῶν σεαυτοῦ, καὶ πάντα ἕξει τῷ Φαιδίμῳ καλῶς. τάχους χρεία τῇ χάρ

 [24] Ἡρακλειανῷ αἱρετικῷ Ὁ τῆς ὑγιαινούσης πίστεως λόγος τοῖς εὐγνωμόνως τὰς θεοπνεύστους φωνὰς παραδεχομένοις ἐν τῇ ἁπλότητι τὴν ἰσχὺν ἔχει καὶ οὐδεμ

 [25] Ἀμφιλοχίῳ Ἤδη μοι πέπεισμαι κατορθώσασθαι κατὰ θεοῦ χάριν τὴν ἐπὶ τῷ μαρτυρίῳ σπουδήν. θελήσειας: πέρας τὸ σπουδαζόμενον ἕξει τῇ δυνάμει τοῦ θεοῦ

 [26] τοῦ σοφιστοῦ Σταγειρίου πρὸς Γρηγόριον ἐπίσκοπον Πᾶς μὲν ἐπίσκοπος πρᾶγμα δυσγρίπιστον: σὺ δὲ ὅσῳ παρελήλυθας τοὺς ἄλλους λογιότητι, τοσούτῳ μοι

 [27] ἀντίγραφον τοῦ ἁγίου Γρηγορίου πρὸς τὸν σοφιστήν Εἰ τὸ κερδαίνειν γριπίζειν λέγεται καὶ ταύτην ἔχει τὴν σημασίαν ἡ λέξις ἣν ἐκ τῶν Πλάτωνος ἀδύτω

 [28] Οἱ πρὸς τὸ ῥόδον ἔχοντες ὡς τοὺς φιλοκάλους εἰκός, οὐδὲ τὰς ἀκάνθας ὧν τὸ ἄνθος ἐκφύεται δυσχεραίνουσιν: καί τινος ἤκουσα τοιοῦτό τι περὶ αὐτῶν π

 [29] τῷ ἀδελφῷ αὐτοῦ Πέτρῳ ἐπισκόπῳ Σεβαστείας Μόλις ἐπιτυχὼν βραχείας σχολῆς τῇ τε τοῦ σώματος θεραπείᾳ προσσχεῖν ἠδυνήθην μετὰ τὴν ἐκ τῆς Ἀρμενίας ἐ

 [30] Πέτρου ἐπισκόπου Σεβαστείας πρὸς Γρηγόριον Νύσσης τὸν αὐτοῦ ἀδελφόν Τῷ θεοσεβεστάτῳ ἀδελφῷ Γρηγορίῳ Πέτρος ἐν κυρίῳ χαίρειν. Ἐντυχὼν τοῖς γράμμασ

Letter VIII.—A Testimonial.

That for which the king of the Macedonians is most admired by people of understanding,—for he is admired not so much for his famous victories50    διηγήμασιν. “He believed in fidelity, and was capable of the sublimest, most intimate friendships. He loved Hephæstion so fervently, that.…he remained inconsolable for his loss.”—F. Schlegel. Achilles was his hero: for he too knew the delight of a constant friendship. over the Persians and Indians, and his penetrating as far the Ocean, as for his saying that he had his treasure in his friends;—in this respect I dare to compare myself with his marvellous exploits, and it will be right for me to utter such a sentiment too. Now because I am rich in friendships, perhaps I surpass in that kind of property even that great man who plumed himself upon that very thing. For who was such a friend to him as you are to me, perpetually endeavouring to surpass yourself in every kind of excellence? For assuredly no one would ever charge me with flattery, when I say this, if he were to look at my age and your life: for grey hairs are out of season for flattery, and old age is ill-suited for complaisance, and as for you, even if you are ever in season for flattery, yet praise would not fall under the suspicion of flattery, as your life shows forth your praise before words. But since, when men are rich in blessings, it is a special gift to know how to use what one has, and the best use of superfluities is to let one’s friends share them with one, and since my beloved son Alexander is most of all a friend united to me in all sincerity, be persuaded to show him my treasure, and not only to show it to him, but also to put it at his disposal to enjoy abundantly, by extending to him your protection in those matters about which he has come to you, begging you to be his patron. He will tell you all with his own lips. For it is better so than that I should go into details in a letter.

[8] Ἀντιοχιανῷ Ἐφ' ᾧ μάλιστα παρὰ τῶν σοφῶν ὁ βασιλεὺς τῶν Μακεδόνων θαυμάζεται_θαυμάζεται γὰρ οὐ τοσοῦτον τοῖς Μηδικοῖς τροπαίοις οὐδὲ τοῖς Ἰνδικοῖς τε καὶ περὶ τὸν Ὠκεανὸν διηγήμασιν, ὅσον ἐπὶ τῷ εἰπεῖν τὸν θησαυρὸν ἐν τοῖς φίλοις ἔχειν_, τολμῶ καὶ αὐτὸς ἐν τῷ μέρει τούτῳ τοῖς ἐκείνου θαύμασιν ἐμαυτὸν ἀντεπᾶραι, καί μοι προσήκει τὸν τοιοῦτον μᾶλλον λόγον εἰπεῖν, ὅτι [δὲ] πλουτῶ τῇ φιλίᾳ καὶ ὑπεραίρω τῷ τοιούτῳ κτήματι τάχα καὶ αὐτὸν ἐκεῖνον τὸν ἐπὶ τούτῳ μεγαλαυχούμενον. τίς γὰρ ἐκείνῳ τοιοῦτος φίλος, οἷος ἐμοὶ σύ, διὰ πάντων ἐν ἑκάστῳ τῆς ἀρετῆς εἴδει πρὸς ἑαυτὸν ἁμιλλώμενος; πάντως γὰρ οὐκ ἄν τις ἐμοὶ ταῦτα λέγοντι κολακείαν ἐπικαλέσειε, πρός τε τὴν ἡλικίαν τὴν ἐμὴν καὶ πρὸς τὸν σὸν βίον βλέπων: ἔξωρός τε γὰρ ἤδη πρὸς κολακείαν ἡ πολιά, καὶ τὸ γῆρας εἰς θωπείαν ἀνεπιτήδειον, σοί τε, καὶ εἰ ἐν ὥρᾳ τοῦ κολακεύειν ἤμην ποτέ, ὁ ἔπαινος πρὸς ὑπόληψιν κολακείας οὐκ ἂν κατέπιπτε, τοῦ βίου πρὸ τῶν λόγων δεικνύντος τὸν ἔπαινον. ἀλλ' ἐπειδὴ τῶν καλῶς πλουτούντων ἴδιον τὸ εἰδέναι κεχρῆσθαι οἷς ἔχουσιν, ἀρίστη δὲ χρῆσις τῶν παρόντων τὸ κοινὰ προτιθέναι τοῖς φίλοις ἃ ἔχουσι, φίλος δέ μοι πάντων μάλιστα διὰ πάσης γνησιότητος συνηρμοσμένος ὁ ποθεινότατος υἱὸς Ἀλέξανδρος, παρακλήθητι δεῖξαι αὐτῷ τὸν ἐμὸν θησαυρόν, καὶ μὴ δεῖξαι μόνον ἀλλὰ καὶ δαψιλῶς παρασχεῖν ἐμφορηθῆναι, τῷ προστῆναι αὐτοῦ ὑπὲρ ὧν ἥκει τῆς σῆς προστασίας δεόμενος. λέξει δὲ δι' ἑαυτοῦ τὰ πάντα: οὕτω γὰρ εὐπρεπέστερον ἢ τὰ καθ' ἕκαστον ἐμὲ διεξιέναι τῷ γράμματι.