[1] Φλαβιανῷ ἐπισκόπῳ Οὐκ ἐν καλοῖς, ὦ ἄνθρωπε τοῦ θεοῦ, τὰ ἡμέτερα: προϊόντα γὰρ τὰ κακὰ ἐν τοῖς τὸ ἄδικόν τε καὶ ἀπροφάσιστον καθ' ἡμῶν κινήσασι μῖσ

 [2] Περὶ τῶν ἀπιόντων εἰς Ἱεροσόλυμα, Κηνσίτορι Ἐπειδήπερ ἠρώτησας, ὦ φίλε, διὰ τοῦ γράμματος, πρέπειν ᾠήθην περὶ πάντων σοι καθεξῆς ἀποκρίνασθαι. ἐγὼ

 [3] Ταῖς κοσμιωτάταις ἀληθῶς καὶ εὐλαβεστάταις ἀδελφαῖς Εὐσταθίᾳ καὶ Ἀμβροσίᾳ καὶ τῇ κοσμιωτάτῃ καὶ σεμνοτάτῃ θυγατρὶ Βασιλίσσῃ Γρηγόριος ἐν κυρίῳ χαί

 [4] Εὐσεβίῳ Ὅτε πλεονάζειν ἄρχεται τὸ ἡμερήσιον μέτρον κατὰ τὴν χειμέριον ὥραν τοῦ ἡλίου πρὸς τὸν ἄνω δρόμον ἀναποδίζοντος, τὴν τοῦ ἀληθινοῦ φωτὸς θεο

 [5] ἐπιστολὴ πρὸς τοὺς ἀπιστοῦντας τῇ ὀρθοδόξῳ [αὐτοῦ πίστει, παρὰ τῶν] κατὰ Σεβάστειαν αἰτηθεῖσα Ἐγνώρισαν ἡμῖν τινες τῶν ὁμοψύχων ἀδελφῶν περὶ τῆς κ

 [6] Ἀβλαβίῳ ἐπισκόπῳ Διέσωσεν ἡμᾶς ὁ κύριος, ὡς εἰκὸς ἦν ὑπὸ τῶν σῶν προπεμφθέντας εὐχῶν, καί σοι τεκμήριον τῆς εὐμενείας τοῦ θεοῦ σαφὲς διηγήσομαι. ὡ

 [7] Ἱερίῳ ἡγεμόνι Νόμος τίς ἐστιν ἡμέτερος κλαίειν μετὰ κλαιόντων νομοθετῶν καὶ συγχαίρειν τοῖς χαίρουσιν, ἀλλὰ τούτων, ὡς ἔοικε, τὸ ἕτερον ἐφ' ἡμῶν τ

 [8] Ἀντιοχιανῷ Ἐφ' ᾧ μάλιστα παρὰ τῶν σοφῶν ὁ βασιλεὺς τῶν Μακεδόνων θαυμάζεται_θαυμάζεται γὰρ οὐ τοσοῦτον τοῖς Μηδικοῖς τροπαίοις οὐδὲ τοῖς Ἰνδικοῖς

 [9] Σταγειρίῳ Τοιοῦτόν τι θέαμά φασιν ἐν τοῖς θεάτροις τοὺς θαυματοποιοῦντας τεχνάζεσθαι: μῦθον ἐξ ἱστορίας ἤ τινα τῶν ἀρχαίων διηγημάτων ὑπόθεσιν τῆς

 [10] Ὀτρηίῳ ἐπισκόπῳ Μελιτηνῆς Ποῖον τοιοῦτον ἄνθος ἐν ἔαρι, τίνες τοιαῦται τῶν ᾠδικῶν ὀρνίθων φωναί, ποία λεπταῖς καὶ προσηνέσι ταῖς αὔραις καταγλυκα

 [11] Εὐπατρίῳ σχολαστικῷ Ζητῶν τι προσφυὲς καὶ οἰκεῖον τῷ γράμματι δοῦναι προοίμιον, ἀπὸ μὲν τῶν ἐμοὶ συνήθων, λέγω δὴ τῶν γραφικῶν ἀναγνωσμάτων, οὐκ

 [12] τῷ αὐτῷ Οὐδὲ τοῦ ἔαρος ἡ χάρις διαλάμπειν κατὰ τὸ ἀθρόον πέφυκεν, ἀλλὰ προοίμια τῆς ὥρας γίνεται ἀκτίς τε προσηνῶς τὸ πεπηγὸς τῆς γῆς ἐπιθάλπουσα

 [13] Λιβανίῳ Ἤκουσά τινος ἰατρικοῦ παράλογόν τι φύσεως πάθος διηγουμένου, τὸ δὲ διήγημα τοιοῦτον ἦν: κατείχετό τις, φησίν, ἀρρωστήματί τινι τῶν δυστρο

 [14] Λιβανίῳ σοφιστῇ Ἑορτὴν ἄγειν σύνηθες τοῖς Ῥωμαίοις περὶ τὴν χειμέριον τροπὴν κατά τι πάτριον, ὅτε τοῦ ἡλίου πρὸς τὴν ἄνω χώραν ἀναποδίζοντος, πλε

 [15] Ἰωάννῃ καὶ Μαξιμιανῷ Καὶ τῶν ἄλλων ἁπάντων μικροῦ δεῖν, ὅσα ποιεῖ τοὺς κεκτημένους εὐδαίμονας, πένητες οἱ Καππαδόκαι ἡμεῖς, πλέον δὲ πάντων πένητ

 [16] Στρατηγίῳ Οἷόν τι ποιοῦσιν οἱ τῇ σφαίρᾳ παίζοντες, ὅταν τριχῆ διαστάντες ἀντιπέμπωσιν ἀλλήλοις ἐν εὐστοχίᾳ τὴν βολὴν ἄλλος παρ' ἄλλου διαδεχόμενο

 [17] Τοῖς ἐν Νικομηδείᾳ πρεσβυτέροις Ὑμᾶς μὲν Ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως, ὁ πάντα ἐν σοφίᾳ πρὸς τὸ συμφέρον οἰκονομῶν, διὰ τῆς ἰ

 [18] Ὀτρηίῳ ἐπισκόπῳ Μελιτηνῆς Ὡς καλὰ τῶν καλῶν ἐστι τὰ ὁμοιώματα, ὅταν ἐναργῆ τοῦ πρωτοτύπου κάλλους τὸν χαρακτῆρα τῆς μορφῆς καὶ ἐφ' ἑαυτῶν διασῴζη

 [19] Πρός τινα Ἰωάννην περί τινων ὑποθέσεων καὶ περὶ τῆς διαγωγῆς καὶ καταστάσεως τῆς τοιαύτης ἀδελφῆς αὐτοῦ Μακρίνης Οἶδά τινα τῶν ζωγράφων φιλοτιμία

 [20] Πρὸς Ἀδέλφιον σχολαστικόν Ἐκ τῶν ἱερῶν Οὐανώτων, εἴ γε μὴ ἀδικῶ καλῶν ἐπιχωρίως τὸν τόπον, ταύτην σοι τὴν ἐπιστολὴν διεχάραξα: ἀδικεῖν δέ φημι τὸ

 [21] Ἀβλαβίῳ [ἐπισκόπῳ] Τέχνη τίς ἐστι περιστερῶν θηρευτικὴ τοιαύτη: ὅταν τῆς μιᾶς ἐγκρατεῖς γένωνται οἱ τὰ τοιαῦτα σπουδάζοντες χειροήθη τε ταύτην κα

 [22] Τοῖς ἐπισκόποις Τρεῖς ἦσαν ἡμέραι αἱ τὸν προφήτην ἐν τῷ κήτει κατέχουσαι, ἀλλ' ὅμως ὁ Ἰωνᾶς ἠκηδίασεν: ἐγὼ δὲ τοσοῦτον χρόνον ἔχω ἐν τοῖς ἀμετανο

 [23] Ἀνεπίγραφος Φείδομαι πολλῶν λόγων, ἐπειδὴ φείδομαι τῶν σῶν καμάτων. ὑπομνήσθητι τῶν σεαυτοῦ, καὶ πάντα ἕξει τῷ Φαιδίμῳ καλῶς. τάχους χρεία τῇ χάρ

 [24] Ἡρακλειανῷ αἱρετικῷ Ὁ τῆς ὑγιαινούσης πίστεως λόγος τοῖς εὐγνωμόνως τὰς θεοπνεύστους φωνὰς παραδεχομένοις ἐν τῇ ἁπλότητι τὴν ἰσχὺν ἔχει καὶ οὐδεμ

 [25] Ἀμφιλοχίῳ Ἤδη μοι πέπεισμαι κατορθώσασθαι κατὰ θεοῦ χάριν τὴν ἐπὶ τῷ μαρτυρίῳ σπουδήν. θελήσειας: πέρας τὸ σπουδαζόμενον ἕξει τῇ δυνάμει τοῦ θεοῦ

 [26] τοῦ σοφιστοῦ Σταγειρίου πρὸς Γρηγόριον ἐπίσκοπον Πᾶς μὲν ἐπίσκοπος πρᾶγμα δυσγρίπιστον: σὺ δὲ ὅσῳ παρελήλυθας τοὺς ἄλλους λογιότητι, τοσούτῳ μοι

 [27] ἀντίγραφον τοῦ ἁγίου Γρηγορίου πρὸς τὸν σοφιστήν Εἰ τὸ κερδαίνειν γριπίζειν λέγεται καὶ ταύτην ἔχει τὴν σημασίαν ἡ λέξις ἣν ἐκ τῶν Πλάτωνος ἀδύτω

 [28] Οἱ πρὸς τὸ ῥόδον ἔχοντες ὡς τοὺς φιλοκάλους εἰκός, οὐδὲ τὰς ἀκάνθας ὧν τὸ ἄνθος ἐκφύεται δυσχεραίνουσιν: καί τινος ἤκουσα τοιοῦτό τι περὶ αὐτῶν π

 [29] τῷ ἀδελφῷ αὐτοῦ Πέτρῳ ἐπισκόπῳ Σεβαστείας Μόλις ἐπιτυχὼν βραχείας σχολῆς τῇ τε τοῦ σώματος θεραπείᾳ προσσχεῖν ἠδυνήθην μετὰ τὴν ἐκ τῆς Ἀρμενίας ἐ

 [30] Πέτρου ἐπισκόπου Σεβαστείας πρὸς Γρηγόριον Νύσσης τὸν αὐτοῦ ἀδελφόν Τῷ θεοσεβεστάτῳ ἀδελφῷ Γρηγορίῳ Πέτρος ἐν κυρίῳ χαίρειν. Ἐντυχὼν τοῖς γράμμασ

Letter XXX.

To his most pious brother Gregory. Peter greeting in the Lord.

Having met with the writings of your holiness and having perceived in your tract against this heresy your zeal both for the truth and for our sainted father in God, I judge that this work was not due simply to your own ability, but was that of one who studied that the Truth should speak, even in the publication of his own views. To the Holy Spirit of truth I would refer this plea for the truth; just as to the father of lies, and not to Eunomius, should be referred this animosity against sound faith. Indeed, that murderer from the beginning who speaks in Eunomius has carefully whetted the sword against himself; for if he had not been so bold against the truth, no one would have roused you to undertake the cause of our religion. But to the end that the rottenness and flimsiness of their doctrines may be exposed, He who “taketh the wise in their own craftiness” hath allowed them both to be headstrong against the truth, and to have laboured vainly on this vain speech.

But since he that hath begun a good work will finish it, faint not in furthering the Spirit’s power, nor leave half-won the victory over the assailants of Christ’s glory; but imitate thy true father who, like the zealot Phineas, pierced with one stroke of his Answer both master and pupil. Plunge with thy intellectual arm the sword of the Spirit through both these heretical pamphlets, lest, though broken on the head, the serpent affright the simpler sort by still quivering in the tail. When the first arguments have been answered, should the last remain unnoticed, the many will suspect that they still retain some strength against the truth.

The feeling shewn in your treatise will be grateful, as salt, to the palate of the soul. As bread cannot be eaten, according to Job, without salt, so the discourse which is not savoured with the inmost sentiments of God’s word will never wake, and never move, desire.

Be strong, then, in the thought that thou art a beautiful example to succeeding times of the way in which good-hearted children should act towards their virtuous fathers.

[30] Πέτρου ἐπισκόπου Σεβαστείας πρὸς Γρηγόριον Νύσσης τὸν αὐτοῦ ἀδελφόν Τῷ θεοσεβεστάτῳ ἀδελφῷ Γρηγορίῳ Πέτρος ἐν κυρίῳ χαίρειν. Ἐντυχὼν τοῖς γράμμασι τῆς ὁσιότητός σου καὶ κατανοήσας ἐν τῷ κατὰ τῆς αἱρέσεως λόγῳ τὸν ὑπὲρ τῆς ἀληθείας καὶ τὸν ὑπὲρ τοῦ ἁγίου πατρὸς ἡμῶν ζῆλον, οὐ τῆς σῆς δυνάμεως ἔργον εἶναι τὸν λόγον ᾠήθην, ἀλλὰ τοῦ τὴν ἀλήθειαν ἐν τοῖς ἑαυτοῦ δούλοις λαλεῖσθαι οἰκονομήσαντος: ὥσπερ δὲ τὴν ὑπὲρ τῆς ἀληθείας συνηγορίαν αὐτῷ τῷ πνεύματι τῆς ἀληθείας ἀναθεῖναι καλῶς ἔχειν φημί, οὕτω μοι δοκεῖ δεῖν καὶ τὴν κατὰ τῆς ὑγιαινούσης πίστεως σπουδὴν οὐκ εἰς Εὐνόμιον ἀλλ' εἰς αὐτὸν ἀναφέρειν τὸν πατέρα τοῦ ψεύδους. καὶ ἔοικεν ὁ ἀπ' ἀρχῆς ἀνθρωποκτόνος ὁ ἐν ἐκείνῳ φθεγξάμενος καθ' ἑαυτοῦ σπουδαίως ἠκονηκέναι τὸ ξίφος: εἰ γὰρ μὴ ἐκεῖνος τοσοῦτον κατὰ τῆς ἀληθείας ἀπεθρασύνετο, οὐδεὶς ἄν σε πρὸς συνηγορίαν τῶν τῆς εὐσεβείας δογμάτων ἐκίνησεν: Ὁ οὖν δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν ἔδωκεν αὐτοῖς, ὡς ἂν μάλιστα τὸ σαθρόν τε καὶ ἀσύστατον τοῦ δόγματος αὐτῶν διελεγχθείη, καὶ φρυάξασθαι κατὰ τῆς ἀληθείας καὶ τὰ κενὰ μελετῆσαι διὰ τῆς κενῆς ταύτης λογογραφίας. ἐπειδὴ τοίνυν Ὁ ἐναρξάμενος ἔργον ἀγαθὸν ἐπιτελέσει, μὴ ἀποκάμῃς ὑπηρετῶν τῇ δυνάμει τοῦ πνεύματος, μηδὲ ἡμιτελῆ ποιήσῃς τὴν ἀριστείαν τῶν κατὰ τῆς δόξης τοῦ Χριστοῦ στρατευομένων, ἀλλὰ μίμησαι τὸν γνήσιόν σου πατέρα, ὃς κατὰ τὸν ζηλωτὴν Φινεὲς τῇ μιᾷ πληγῇ τοῦ ἐλέγχου τὸν μαθητὴν τῷ διδασκάλῳ συναπεκέντησεν: οὕτως καὶ σὺ εὐτόνως τῇ χειρὶ τοῦ λόγου δι' ἀμφοτέρων τῶν αἱρετικῶν βιβλίων ὦσον τὴν τοῦ πνεύματος μάχαιραν, ἵνα μὴ τὴν κεφαλὴν συντεθλασμένος ὁ ὄφις κατὰ τὴν οὐρὰν περισπαίρων τοὺς ἀκεραιοτέρους φοβῇ: τῶν γὰρ πρώτων τοῦ λόγου ἀναιρεθέντων, ἐὰν τὸ τελευταῖον ἀνεξέταστον ἀφεθῇ, ἰσχύν τινα κατὰ τῆς ἀληθείας ἔχειν παρὰ τοῖς πολλοῖς νομισθήσεται. ὁ δὲ ἐμφαινόμενος τῷ λόγῳ θυμὸς τὴν τοῦ ἅλατος χάριν τοῖς τῆς ψυχῆς αἰσθητηρίοις παρέχεται: ὡς γὰρ οὐ βρωθήσεται κατὰ τὸν Ἰὼβ ἄρτος ἄνευ ἁλός, οὕτως ἄπληκτος ἂν ἦν καὶ ἀκίνητος εἰς ἐπιθυμίαν ὁ λόγος μὴ τοῖς ἀμυκτικωτέροις τῶν τοῦ θεοῦ ῥημάτων ἐφηδυνόμενος. θάρσει τοίνυν ὡς καλὸν ὑπόδειγμα τῷ μετὰ ταῦτα βίῳ γενόμενος, διδάσκων ὅπως χρὴ τοὺς εὐγνώμονας παῖδας πρὸς τοὺς ἀγαθοὺς ἔχειν πατέρας. εἰ μὲν γὰρ περιόντος ἔτι τῇ ἀνθρωπίνῃ ζωῇ τοῦ ἁγίου τὴν τοιαύτην ἐπεδείκνυσο κατὰ τῶν ἀποθρασυνομένων εἰς τὴν ὑπόληψιν ἐκείνου σπουδήν, οὐκ ἂν ἴσως διέφυγες τὴν τοῦ δοκεῖν κόλαξ τις εἶναι διαβολήν: νυνὶ δὲ τὸ γνήσιον καὶ ἀληθὲς τῆς ψυχῆς, ὅπως ἔχεις εὐνοίας περὶ ἐκεῖνον τὸν διὰ τῶν πνευματικῶν σε ὠδίνων εἰς φῶς ἀγαγόντα, ἡ περὶ τὸν κατοιχόμενον σπουδὴ καὶ ἡ κατὰ τῶν ἐχθρῶν αὐτοῦ ἀγανάκτησις σαφῶς ἐπιδείκνυσιν. ἔρρωσο.