[1] Φλαβιανῷ ἐπισκόπῳ Οὐκ ἐν καλοῖς, ὦ ἄνθρωπε τοῦ θεοῦ, τὰ ἡμέτερα: προϊόντα γὰρ τὰ κακὰ ἐν τοῖς τὸ ἄδικόν τε καὶ ἀπροφάσιστον καθ' ἡμῶν κινήσασι μῖσ

 [2] Περὶ τῶν ἀπιόντων εἰς Ἱεροσόλυμα, Κηνσίτορι Ἐπειδήπερ ἠρώτησας, ὦ φίλε, διὰ τοῦ γράμματος, πρέπειν ᾠήθην περὶ πάντων σοι καθεξῆς ἀποκρίνασθαι. ἐγὼ

 [3] Ταῖς κοσμιωτάταις ἀληθῶς καὶ εὐλαβεστάταις ἀδελφαῖς Εὐσταθίᾳ καὶ Ἀμβροσίᾳ καὶ τῇ κοσμιωτάτῃ καὶ σεμνοτάτῃ θυγατρὶ Βασιλίσσῃ Γρηγόριος ἐν κυρίῳ χαί

 [4] Εὐσεβίῳ Ὅτε πλεονάζειν ἄρχεται τὸ ἡμερήσιον μέτρον κατὰ τὴν χειμέριον ὥραν τοῦ ἡλίου πρὸς τὸν ἄνω δρόμον ἀναποδίζοντος, τὴν τοῦ ἀληθινοῦ φωτὸς θεο

 [5] ἐπιστολὴ πρὸς τοὺς ἀπιστοῦντας τῇ ὀρθοδόξῳ [αὐτοῦ πίστει, παρὰ τῶν] κατὰ Σεβάστειαν αἰτηθεῖσα Ἐγνώρισαν ἡμῖν τινες τῶν ὁμοψύχων ἀδελφῶν περὶ τῆς κ

 [6] Ἀβλαβίῳ ἐπισκόπῳ Διέσωσεν ἡμᾶς ὁ κύριος, ὡς εἰκὸς ἦν ὑπὸ τῶν σῶν προπεμφθέντας εὐχῶν, καί σοι τεκμήριον τῆς εὐμενείας τοῦ θεοῦ σαφὲς διηγήσομαι. ὡ

 [7] Ἱερίῳ ἡγεμόνι Νόμος τίς ἐστιν ἡμέτερος κλαίειν μετὰ κλαιόντων νομοθετῶν καὶ συγχαίρειν τοῖς χαίρουσιν, ἀλλὰ τούτων, ὡς ἔοικε, τὸ ἕτερον ἐφ' ἡμῶν τ

 [8] Ἀντιοχιανῷ Ἐφ' ᾧ μάλιστα παρὰ τῶν σοφῶν ὁ βασιλεὺς τῶν Μακεδόνων θαυμάζεται_θαυμάζεται γὰρ οὐ τοσοῦτον τοῖς Μηδικοῖς τροπαίοις οὐδὲ τοῖς Ἰνδικοῖς

 [9] Σταγειρίῳ Τοιοῦτόν τι θέαμά φασιν ἐν τοῖς θεάτροις τοὺς θαυματοποιοῦντας τεχνάζεσθαι: μῦθον ἐξ ἱστορίας ἤ τινα τῶν ἀρχαίων διηγημάτων ὑπόθεσιν τῆς

 [10] Ὀτρηίῳ ἐπισκόπῳ Μελιτηνῆς Ποῖον τοιοῦτον ἄνθος ἐν ἔαρι, τίνες τοιαῦται τῶν ᾠδικῶν ὀρνίθων φωναί, ποία λεπταῖς καὶ προσηνέσι ταῖς αὔραις καταγλυκα

 [11] Εὐπατρίῳ σχολαστικῷ Ζητῶν τι προσφυὲς καὶ οἰκεῖον τῷ γράμματι δοῦναι προοίμιον, ἀπὸ μὲν τῶν ἐμοὶ συνήθων, λέγω δὴ τῶν γραφικῶν ἀναγνωσμάτων, οὐκ

 [12] τῷ αὐτῷ Οὐδὲ τοῦ ἔαρος ἡ χάρις διαλάμπειν κατὰ τὸ ἀθρόον πέφυκεν, ἀλλὰ προοίμια τῆς ὥρας γίνεται ἀκτίς τε προσηνῶς τὸ πεπηγὸς τῆς γῆς ἐπιθάλπουσα

 [13] Λιβανίῳ Ἤκουσά τινος ἰατρικοῦ παράλογόν τι φύσεως πάθος διηγουμένου, τὸ δὲ διήγημα τοιοῦτον ἦν: κατείχετό τις, φησίν, ἀρρωστήματί τινι τῶν δυστρο

 [14] Λιβανίῳ σοφιστῇ Ἑορτὴν ἄγειν σύνηθες τοῖς Ῥωμαίοις περὶ τὴν χειμέριον τροπὴν κατά τι πάτριον, ὅτε τοῦ ἡλίου πρὸς τὴν ἄνω χώραν ἀναποδίζοντος, πλε

 [15] Ἰωάννῃ καὶ Μαξιμιανῷ Καὶ τῶν ἄλλων ἁπάντων μικροῦ δεῖν, ὅσα ποιεῖ τοὺς κεκτημένους εὐδαίμονας, πένητες οἱ Καππαδόκαι ἡμεῖς, πλέον δὲ πάντων πένητ

 [16] Στρατηγίῳ Οἷόν τι ποιοῦσιν οἱ τῇ σφαίρᾳ παίζοντες, ὅταν τριχῆ διαστάντες ἀντιπέμπωσιν ἀλλήλοις ἐν εὐστοχίᾳ τὴν βολὴν ἄλλος παρ' ἄλλου διαδεχόμενο

 [17] Τοῖς ἐν Νικομηδείᾳ πρεσβυτέροις Ὑμᾶς μὲν Ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως, ὁ πάντα ἐν σοφίᾳ πρὸς τὸ συμφέρον οἰκονομῶν, διὰ τῆς ἰ

 [18] Ὀτρηίῳ ἐπισκόπῳ Μελιτηνῆς Ὡς καλὰ τῶν καλῶν ἐστι τὰ ὁμοιώματα, ὅταν ἐναργῆ τοῦ πρωτοτύπου κάλλους τὸν χαρακτῆρα τῆς μορφῆς καὶ ἐφ' ἑαυτῶν διασῴζη

 [19] Πρός τινα Ἰωάννην περί τινων ὑποθέσεων καὶ περὶ τῆς διαγωγῆς καὶ καταστάσεως τῆς τοιαύτης ἀδελφῆς αὐτοῦ Μακρίνης Οἶδά τινα τῶν ζωγράφων φιλοτιμία

 [20] Πρὸς Ἀδέλφιον σχολαστικόν Ἐκ τῶν ἱερῶν Οὐανώτων, εἴ γε μὴ ἀδικῶ καλῶν ἐπιχωρίως τὸν τόπον, ταύτην σοι τὴν ἐπιστολὴν διεχάραξα: ἀδικεῖν δέ φημι τὸ

 [21] Ἀβλαβίῳ [ἐπισκόπῳ] Τέχνη τίς ἐστι περιστερῶν θηρευτικὴ τοιαύτη: ὅταν τῆς μιᾶς ἐγκρατεῖς γένωνται οἱ τὰ τοιαῦτα σπουδάζοντες χειροήθη τε ταύτην κα

 [22] Τοῖς ἐπισκόποις Τρεῖς ἦσαν ἡμέραι αἱ τὸν προφήτην ἐν τῷ κήτει κατέχουσαι, ἀλλ' ὅμως ὁ Ἰωνᾶς ἠκηδίασεν: ἐγὼ δὲ τοσοῦτον χρόνον ἔχω ἐν τοῖς ἀμετανο

 [23] Ἀνεπίγραφος Φείδομαι πολλῶν λόγων, ἐπειδὴ φείδομαι τῶν σῶν καμάτων. ὑπομνήσθητι τῶν σεαυτοῦ, καὶ πάντα ἕξει τῷ Φαιδίμῳ καλῶς. τάχους χρεία τῇ χάρ

 [24] Ἡρακλειανῷ αἱρετικῷ Ὁ τῆς ὑγιαινούσης πίστεως λόγος τοῖς εὐγνωμόνως τὰς θεοπνεύστους φωνὰς παραδεχομένοις ἐν τῇ ἁπλότητι τὴν ἰσχὺν ἔχει καὶ οὐδεμ

 [25] Ἀμφιλοχίῳ Ἤδη μοι πέπεισμαι κατορθώσασθαι κατὰ θεοῦ χάριν τὴν ἐπὶ τῷ μαρτυρίῳ σπουδήν. θελήσειας: πέρας τὸ σπουδαζόμενον ἕξει τῇ δυνάμει τοῦ θεοῦ

 [26] τοῦ σοφιστοῦ Σταγειρίου πρὸς Γρηγόριον ἐπίσκοπον Πᾶς μὲν ἐπίσκοπος πρᾶγμα δυσγρίπιστον: σὺ δὲ ὅσῳ παρελήλυθας τοὺς ἄλλους λογιότητι, τοσούτῳ μοι

 [27] ἀντίγραφον τοῦ ἁγίου Γρηγορίου πρὸς τὸν σοφιστήν Εἰ τὸ κερδαίνειν γριπίζειν λέγεται καὶ ταύτην ἔχει τὴν σημασίαν ἡ λέξις ἣν ἐκ τῶν Πλάτωνος ἀδύτω

 [28] Οἱ πρὸς τὸ ῥόδον ἔχοντες ὡς τοὺς φιλοκάλους εἰκός, οὐδὲ τὰς ἀκάνθας ὧν τὸ ἄνθος ἐκφύεται δυσχεραίνουσιν: καί τινος ἤκουσα τοιοῦτό τι περὶ αὐτῶν π

 [29] τῷ ἀδελφῷ αὐτοῦ Πέτρῳ ἐπισκόπῳ Σεβαστείας Μόλις ἐπιτυχὼν βραχείας σχολῆς τῇ τε τοῦ σώματος θεραπείᾳ προσσχεῖν ἠδυνήθην μετὰ τὴν ἐκ τῆς Ἀρμενίας ἐ

 [30] Πέτρου ἐπισκόπου Σεβαστείας πρὸς Γρηγόριον Νύσσης τὸν αὐτοῦ ἀδελφόν Τῷ θεοσεβεστάτῳ ἀδελφῷ Γρηγορίῳ Πέτρος ἐν κυρίῳ χαίρειν. Ἐντυχὼν τοῖς γράμμασ

Letter XXIV. Translation absent.

[24] Ἡρακλειανῷ αἱρετικῷ Ὁ τῆς ὑγιαινούσης πίστεως λόγος τοῖς εὐγνωμόνως τὰς θεοπνεύστους φωνὰς παραδεχομένοις ἐν τῇ ἁπλότητι τὴν ἰσχὺν ἔχει καὶ οὐδεμιᾶς λόγου περινοίας εἰς παράστασιν τῆς ἀληθείας προσδεῖται, αὐτόθεν ὢν ληπτὸς καὶ σαφὴς ἐκ τῆς πρώτης παραδόσεως, ἣν ἐκ τῆς τοῦ κυρίου φωνῆς παρελάβομεν ἐν τῷ λουτρῷ τῆς παλιγγενεσίας τὸ τῆς σωτηρίας μυστήριον παραδόντος: Πορευθέντες γάρ, φησί, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, διδάσκοντες τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν: διαιρῶν γὰρ εἰς δύο τὴν τῶν Χριστιανῶν πολιτείαν, εἴς τε τὸ ἠθικὸν μέρος καὶ εἰς τὴν [τῶν] δογμάτων ἀκρίβειαν, τὸ μὲν σωτήριον δόγμα ἐν τῇ τοῦ βαπτίσματος παραδόσει κατησφαλίσατο, τὸν δὲ βίον ἡμῶν διὰ τῆς τηρήσεως τῶν ἐντολῶν αὐτοῦ κατορθοῦσθαι κελεύει. ἀλλὰ τὸ μὲν κατὰ τὰς ἐντολὰς μέρος, ὡς μικροτέραν φέρον τῇ ψυχῇ τὴν ζημίαν, ἠφείθη παρὰ τοῦ διαβόλου ἀπαρεγχείρητον: ἐπὶ δὲ τοῦ κυριωτέρου καὶ μείζονος ἡ πᾶσα γέγονε τοῦ ἀντικειμένου σπουδή, τοῦ παρατραπῆναι τῶν πολλῶν τὰς ψυχὰς εἰς τό, μηδὲ εἴ τι διὰ τῶν ἐντολῶν κατορθωθῇ, κέρδος εἶναι, τῆς μεγάλης καὶ πρώτης ἐλπίδος ἐν τῇ περὶ τὸ δόγμα πλάνῃ τοῖς ἀπατηθεῖσι μὴ συμπαρούσης. διὰ τοῦτο συμβουλεύομεν τῆς ἁπλότητος τῶν πρώτων ῥημάτων τῆς πίστεως μὴ ἀποχωρεῖν τοὺς ἀντιποιουμένους τῆς ἑαυτῶν σωτηρίας, ἀλλὰ παραδεχομένους ἐν τῇ ψυχῇ πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον, μὴ μίαν ὑπόστασιν πολυώνυμον εἶναι νομίζειν: οὔτε γὰρ δυνατόν ἐστι τὸν πατέρα ἑαυτοῦ πατέρα λέγεσθαι, μὴ ἀληθῶς ἐξ αὑτοῦ τοῦ υἱοῦ τῷ πατρὶ τὴν κλῆσιν ἐπαληθεύοντος, οὔτε τὸ πνεῦμα ἓν τῶν εἰρημένων εἶναι νομίζειν, ὥστε εἰς πατρὸς ἢ υἱοῦ ἔννοιαν διὰ τῆς τοῦ πνεύματος προσηγορίας ἐνάγεσθαι τὸν ἀκούοντα: ἀλλ' ἰδίως καὶ ἀποτεταγμένως ἐν ἑκάστῳ τῶν ὀνομάτων συνυπακούεται ἡ ἐνσημαινομένη ταῖς προσηγορίαις ὑπόστασις, καὶ τὸν πατέρα ἀκούσαντες τὴν τοῦ παντὸς αἰτίαν ἠκούσαμεν, τὸν δὲ υἱὸν μαθόντες τὴν ἐκ τῆς πρώτης αἰτίας ἀναλάμψασαν δύναμιν εἰς τὴν τοῦ παντὸς σύστασιν ἐδιδάχθημεν, τὸ δὲ πνεῦμα γνόντες τὴν τελειωτικὴν δύναμιν τῶν διὰ κτίσεως εἰς τὸ εἶναι παραγομένων ἐκ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ ἐνοήσαμεν. αἱ μὲν οὖν ὑποστάσεις κατὰ τὸν εἰρημένον τρόπον ἀσυγχύτως ἀπ' ἀλλήλων διακεχωρισμέναι εἰσί, πατρὸς λέγω καὶ υἱοῦ καὶ ἁγίου πνεύματος: ἡ δὲ οὐσία αὐτῶν, ἥτις ποτὲ αὕτη ἐστίν_ἄφραστος γάρ ἐστι λόγῳ καὶ νοήματι ἄληπτος_εἰς ἑτερότητά τινα φύσεως οὐ διαμερίζεται: διότι τὸ ἀκατάληπτον καὶ ἀπερινόητον καὶ λογισμοῖς ἀπερίδρακτον ἴσον ἐστὶν ἐφ' ἑκάστου τῶν ἐν τῇ τριάδι πεπιστευμένων προσώπων. ὁ γὰρ ἐρωτηθεὶς τί κατ' οὐσίαν ἐστὶν ὁ πατήρ, εὐγνωμόνως καὶ ἀληθῶς ὁμολογήσει τὸ ὑπὲρ γνῶσιν εἶναι τὸ ζητούμενον: ὡσαύτως καὶ περὶ τοῦ μονογενοῦς υἱοῦ οὐδενὶ λόγῳ τὴν οὐσίαν καταληφθῆναι δυνατὸν εἶναι συνθήσεται: Τὴν γὰρ γενεὰν αὐτοῦ, φησί, τίς διηγήσεται; ὁμοίως δὲ καὶ περὶ τοῦ πνεύματος τοῦ ἁγίου τὸ ἴσον τῆς κατὰ τὴν κατάληψιν ἀμηχανίας ὁ τοῦ κυρίου λόγος ἐνδείκνυται λέγων ὅτι τῆς μὲν φωνῆς αὐτοῦ ἀκούεις, οὐκ οἶδας δὲ πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει.
Ἐπειδὴ τοίνυν οὐδεμίαν ἐν τῷ ἀκαταλήπτῳ τῶν τριῶν προσώπων διαφορὰν ἐννοοῦμεν (οὐ γὰρ τὸ μὲν μᾶλλον ἀκατάληπτον τὸ δὲ ἧττον, ἀλλ' εἷς ἐπὶ τῆς τριάδος ὁ τῆς ἀκαταληψίας λόγος), διὰ τοῦτό φαμεν, αὐτῷ τῷ ἀλήπτῳ καὶ ἀκατανοήτῳ χειραγωγούμενοι, μηδεμίαν τῆς οὐσίας ἐπὶ τῆς ἁγίας τριάδος διαφορὰν ἐξευρίσκειν ἐκτὸς τῆς τάξεως τῶν προσώπων καὶ τῆς τῶν ὑποστάσεων ὁμολογίας: τάξις μὲν γάρ ἐστιν ἐν τῷ εὐαγγελίῳ παραδοθεῖσα, καθ' ἣν ἐκ πατρὸς ἡ πίστις ἀρχομένη διὰ μέσου τοῦ υἱοῦ εἰς τὸ πνεῦμα τὸ ἅγιον καταλήγει: ἡ δὲ διαφορὰ τῶν προσώπων [ἐν] αὐτῇ τῇ τάξει τῆς τῶν ὑποστάσεων παραδόσεως φαινομένη οὐδεμίαν σύγχυσιν ἐμποιεῖ τοῖς δυναμένοις ἐπακολουθεῖν ταῖς σημασίαις τοῦ λόγου, ἰδίαν ἔννοιαν τῆς τοῦ πατρὸς προσηγορίας ἐμφαινούσης καὶ τοῦ υἱοῦ πάλιν καὶ τοῦ ἁγίου πνεύματος ἰδίαν, κατ' οὐδένα τρόπον τῶν σημαινομένων ἐν ἀλλήλοις συγχεομένων. βαπτιζόμεθα τοίνυν, ὡς παρελάβομεν, εἰς πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον: πιστεύομεν δὲ ὡς βαπτιζόμεθα_σύμφωνον γὰρ εἶναι προσήκει τῇ ὁμολογίᾳ τὴν πίστιν_. δοξάζομεν δὲ ὡς πιστεύομεν_οὐδὲ γὰρ ἔχει φύσιν μάχεσθαι τῇ πίστει τὴν δόξαν, ἀλλ' εἰς ἃ πιστεύομεν, ταῦτα καὶ δοξάζομεν.
Ἐπειδὴ τοίνυν εἰς πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον ἡ πίστις ἐστίν, ἀκολουθεῖ δὲ ἀλλήλοις ἡ πίστις ἡ δόξα τὸ βάπτισμα, διὰ τοῦτο καὶ ἡ δόξα οὐ διακρίνεται ἡ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. αὕτη δὲ ἡ δόξα ἣν ἀναπέμπομεν τῇ ἰδίᾳ φύσει, οὐδὲν ἄλλο ἐστὶν ἀλλ' ἡ τῶν προσόντων τῇ μεγαλειότητι τῆς θείας φύσεως ἀγαθῶν ὁμολογία: οὐ γὰρ ἐξ ἡμετέρας δυνάμεως τιμὴν προστίθεμεν τῇ ἀτιμήτῳ φύσει, ἀλλὰ τὰ προσόντα ὁμολογήσαντες τὴν τιμὴν ἐπληρώσαμεν. ἐπεὶ οὖν πρόσεστιν ἑκάστῳ τῶν ἐν τῇ ἁγίᾳ τριάδι πιστευομένων προσώπων ἀφθαρσία ἀιδιότης ἀθανασία ἀγαθότης δύναμις ἁγιασμὸς σοφία, πᾶν νόημα μεγαλοπρεπές τε καὶ ὑψηλόν, ἐν τῷ λέγειν τὰ προσόντα ἀγαθὰ τούτῳ τῆς δόξης ποιούμεθα τὴν ἀπόδοσιν. καὶ ἐπεὶ πάντα μὲν τὰ τοῦ πατρὸς ὁ υἱὸς ἔχει, πάντα δὲ τὰ τοῦ υἱοῦ ἀγαθὰ ἐνθεωρεῖται τῷ πνεύματι, οὐδεμίαν εὑρίσκομεν ἐν τῇ ἁγίᾳ τριάδι κατὰ τὸ ὕψος τῆς δόξης πρὸς ἑαυτὴν διαφοράν: οὔτε γὰρ κατά τινα σωματικὴν σύγκρισιν τὸ μὲν ὑψηλότερόν ἐστι τὸ δὲ ταπεινότερον_ τὸ γὰρ ἀόρατον καὶ ἀσχημάτιστον μέτρῳ οὐ καταλαμβάνεται _, οὔτε κατὰ δύναμιν ἢ ἀγαθότητα τὸ διάφορον συγκριτικῶς ἐπὶ τῆς ἁγίας τριάδος εὑρίσκεται, ὡς εἰπεῖν παρὰ τὸ πλεῖον καὶ ἔλαττον εἶναι ἐν τούτοις παραλλαγήν: ὁ γὰρ ἰσχυρότερον τὸ ἓν τοῦ ἑτέρου εἰπὼν κατὰ τὸ σιωπώμενον ὡμολόγησε τὸ ἐλαττούμενον ἐν τῇ δυνάμει ἀσθενέστερον εἶναι τοῦ δυνατωτέρου, τοῦτο δὲ τῆς ἐσχάτης ἀσεβείας ἐστὶν ἔμφασίν τινα ἀσθενείας ἢ ἀδυναμίας εἴτε ἐν ὀλίγῳ εἴτε ἐν πλείονι περὶ τὸν μονογενῆ θεὸν καὶ περὶ τὸ πνεῦμα τοῦ θεοῦ ἐννοεῖν: τέλειον γὰρ ἐν δυνάμει καὶ ἀγαθότητι καὶ ἀφθαρσίᾳ καὶ πᾶσι τοῖς ὑψηλοῖς νοήμασι καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα ὁ τῆς ἀληθείας παραδίδωσι λόγος. εἰ οὖν παντὸς ἀγαθοῦ ἡ τελειότης [ἐφ'] ἑκάστου τῶν ἐν τῇ ἁγίᾳ τριάδι πιστευομένων προσώπων εὐσεβῶς ὁμολογεῖται, οὐκ ἔχει φύσιν τὸ αὐτὸ καὶ τέλειον λέγειν καὶ πάλιν διὰ συγκρίσεως ἀτελὲς ὀνομάζειν: τὸ γὰρ ἔλαττον [λέγειν] κατὰ τὸ μέγεθος τῆς δυνάμεως ἤτοι τῆς ἀγαθότητος οὐδὲν ἄλλο ἐστὶν ἢ ἀτελὲς εἶναι κατὰ τοῦτο διισχυρίζεσθαι. εἰ οὖν τέλειος ὁ υἱός, τέλειον καὶ τὸ πνεῦμα, τελείου τέλειον οὔτε ἀτελέστερον οὔτε τελειότερον ἐπινοεῖ ὁ λόγος.
Ἀλλὰ καὶ ἐκ τῶν ἐνεργειῶν τὸ ἀδιαίρετον τῆς δόξης καταμανθάνομεν. ζωοποιεῖ ὁ πατήρ, καθὼς ἔφη τὸ εὐαγγέλιον: ζωοποιεῖ καὶ ὁ υἱός: ζωοποιεῖ δὲ καὶ τὸ πνεῦμα κατὰ τὴν τοῦ κυρίου μαρτυρίαν τοῦ εἰπόντος ὅτι Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν. προσήκει οὖν δύναμιν ἐκ πατρὸς ἀρχομένην καὶ δι' υἱοῦ προϊοῦσαν καὶ ἐν πνεύματι ἁγίῳ τελειουμένην νοεῖν: ἐμάθομεν γὰρ πάντα ἐκ θεοῦ εἶναι, καὶ πάντα διὰ τοῦ μονογενοῦς καὶ ἐν αὐτῷ συνεστάναι, καὶ διὰ πάντων διήκειν τὴν τοῦ πνεύματος δύναμιν, πάντα ἐν πᾶσι καθὼς βούλεται ἐνεργοῦσαν, ὥς φησιν ὁ ἀπόστολος.