1

 2

 3

 4

 5

1

De fallacia diaboli

Τοῦ αὐτοῦ Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας· Ἐξήγησις περὶ τῆς ἀπάτης τοῦ διαβόλου καὶ τῆς πλάνης τῶν εἰδώλων.

1 Ὅσα ὁ διάβολος παρεισήνεγκε τῷ γένει τῶν ἀνθρώπων δεινὴν ἀπειλήν,

κατὰ τοῦ ἡμετέρου γένους ἐξ ἀρχῆς συνεσκευάσατο καὶ τὴν πονηρίαν καθ' ἡμῶν ἐμηχανήσατο. θεοῦ γὰρ τοῦ ποιήσαντος ἡμᾶς ἠλλοτρίωσεν, παραδείσου ἡμᾶς ἐξέβαλεν, θανάτῳ ἡμᾶς παραδέδωκεν, ἁμαρτίας ἐνέβαλεν, φθορὰν ἡμῖν προυξένησεν, πόνους ἡμῖν ἐπενόησεν· τούτων τῶν κακῶν ἡμᾶς ἐνέπλησεν ὁ πονηρός, τούτων ἐρρύσατο ὁ ἀγαθὸς θεός, δεῖ δὲ ἐφίκεσθαι καὶ πονηρίαν, ἵνα γνόντες πρὸς τίνα ἔχομεν ἀσφαλισώμεθα. αὐτοῖς γὰρ καλῶς γέγονεν καθ' ἡμῶν ... κακία τοῖς κεκοσμημένοις προυξένησεν ἀκοσμίαν, προθέμενος γὰρ ἡμᾶς θεοῦ τοῦ ἀγαθοῦ ἀλλοτριῶσαι, παγίδας συνεστήσατο ἡμῖν διά τε οὐρανοῦ καὶ ἀέρος καὶ γῆς καὶ θαλάσσης, ἵνα ὅπου ἀνανεύσωμεν ἢ περιστραφῶμεν, περιληφθῶμεν οἷς συνεσκευάσατο. θεωρήσας γὰρ ὅτι καλὰ τὰ δημιουργήματα, πρώτοις τούτοις ἐπεχείρησεν ἡμᾶς τοῦ δημιουργοῦ ἀπαλλοτριῶσαι. λαμπρός, φησίν, ὁ οὐρανός, κεχρήσομαι αὐτῷ, ἀποχρήσομαι αὐτῷ εἰς τὸ σκοτίσαι· καὶ ἥλιος φαίνῃ, ἔστω σκοτεινὸς τοῖς ἀνθρώποις· καὶ τὴν τάξιν τῶν δημιουργημάτων εἰς ἀταξίαν καθ' ἡμῶν καθώπλισεν, τὰ γὰρ κατ' οὐρανὸν τῶν δημιουργημάτων κάλλη ὑποδεικνύων ἀπεστέρησεν ἡμᾶς τοῦ προσκυνεῖν τὸν ποιητὴν καὶ ἀφέντες τὸν δημιουργὸν ἔστημεν εἰς τὰ δημιουργήματα καὶ γέγονεν ἡμῖν ἡ τάξις εἰς ἀταξίαν καὶ ὁ κόσμος εἰς ἀκοσμίαν καὶ τὸ φῶς εἰς σκότος καὶ τὰ ποιήματα εἰς προσκυνήματα. ἐπειδὴ φύσει ὀρέγεται ἡ ψυχὴ καλοῦ, θεασάμενος εἰς τί κἂν ἀνένευκεν ἡ ψυχή, κάλλη ὑποκρίσει προτείνει, ἵνα τῶν καλλίστων ἀποστερηθῇ· περιθεὶς δὲ πίστιν τῷ δρόμῳ τῶν ἄστρων καὶ τὴν τάξιν τὴν κατ' οὐρανὸν ψευδῶς εἱμαρμένην ἐκάλεσεν τὴν πρόνοιαν ἐκβαλών, ἵνα μὴ ἑξώμεθα θεῷ βουλόμενοι σώζεσθαι· καὶ ἃ χρὴ ἐπιζητῆσαι παρὰ θεοῦ, ταῦτα, φησί, πάντα παρὰ τῶν ἄστρων ζητεῖ, συκοφαντήσας τὰ δημιουργήματα, ἵνα μὴ ζητηθῇ ὁ δημιουργήσας· καὶ λέξεις καλὰς τοῖς ποιηταῖς ἐνδοὺς καὶ σχήματα ἐπιτετηδευμένα περιθεὶς καὶ τῇ ἡδονῇ τῶν μύθων τὸ ψεῦδος κρύψας φησίν, ὁ οὐρανὸς γεννᾷ.

2 Κἀμοῦ ἀνέχεσθαι μνημονεύοντος μύθων ἐν καιρῷ· οὐχ ἵνα μιανῶ τὸν ἅγιον τόπον αἰσχρῶν μνημονεύσω, ἀλλ' ἵνα τὰ αἰσχρὰ ἐνταῦθα ἐλεγχθέντα ἐλευθερώσῃ τοὺς κατεχομένους τῇ ἀπάτῃ. οὐ γὰρ ὁ ἀπόστολος κατώκνησεν μνημονεῦσαι τὰ ἀπὸ τῶν πράξεων φαῦλα καὶ διηγήσασθαι, "οὐχ ἵνα," φησίν, "ταῦτα μάθωμεν, ἀλλ' ἵνα τούτων ἐλευθερῶμεν"· τὸ γὰρ "ἄρρενες ἄρρεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι", αἰσχρὰ πρᾶξις καὶ οὐ σεμνὸν τὸ ῥῆμα, ἀναγκαία δὲ ἡ θεραπεία. πᾶς γὰρ ὁ θεραπεύων ἕλκος ἀνέχεται δυσωδίας, μολύνει τὰς χεῖρας· ἐὰν γὰρ μείνωσι καθαραὶ αἱ χεῖρες, ἐπιμένει ἡ νομή. ἐπεὶ τοίνυν τὸ ψεῦδος ἐλέγξαι δεῖ, ἵνα φανῇ ὁ ἔλεγχος ... ἔοικεν γὰρ ὁ πονηρὸς τοῖς τὰ θανάσιμα φάρμακα διδοῦσιν γλυκέσιν ἐκπόμασιν, οὕτως καὶ αὐτὸς λέξεσι καλαῖς τὴν πονηρίαν κρύψας ἔλαθεν ἐπιβουλεύων διὰ τῆς ἔξωθεν ἐπισκιάσεως καὶ ὡς πάλιν οἱ τὰ φάρμακα διδόντες οὐ γυμνὰ διὰ τὴν πικρότητα παρέχουσιν, ἀλλὰ τῇ εἰθισμένῃ τροφῇ ἐγκρύπτουσιν τὴν πονηρίαν, οὕτως λέξεις κομψὰς καὶ σχήματα ἐπιτετηδευμένα ἐμβαλὼν τῇ τῶν μύθων πλάνῃ καὶ τῇ τῆς ἀσελγείας ἡδονῇ καὶ προσθεὶς τῶν ἑορτῶν τὴν μέθην καὶ τὴν ἑστίαν, ἵνα βαρυνόμενοι μὴ περιεργασώμεθα τῶν μύθων τὸ ψεῦδος, ἀλλ' ἑορτάζωμεν καθ' ἑαυτῶν γυμνούμενοι διὰ τὸν οἶνον, πηλῷ φυρόμενοι διὰ τὴν