De contionibus militaribus
∆ημηγορία Κωνσταντίνου βασιλέως πρὸς τοὺς τῆς ἀνατολῆς στρατηγούς.
1 Καὶ τὸ πολλάκις ὑμῖν ὁμιλεῖν χωρὶς τινὸς εὐλόγου αἰτίας ἐπιθυμητὸν καὶ
ἐπέραστον, ὥσπερ τὸ ἀπολιμπάνεσθαι τῆς μεθ' ὑμῶν προσλαλιᾶς λυπηρὸν καὶ ἐπώδυνον κατ' ἐμὲ καὶ κρίσιν ἐμήν· οὐ γὰρ οὕτως ἐγὼ τοὺς ἐμοὺς στρατιώτας φιλῶ καὶ ὑπερασπάζομαι καὶ πάσης προσρήσεως καὶ προσφθέγματος ἀξιῶ, ὡς καὶ μὴ διὰ γραφῆς ταὐτὸ τοῦτο πρὸς ὑμᾶς ἐνεργεῖν, οὓς κλῆρον ἐμὸν καὶ λαὸν θεοσύλλεκτον καὶ σχοίνισμα κληρονομίας κυρίου τὸ κράτιστον ὁ μόνος αἰώνιος καὶ ἀθάνατος βασιλεὺς δι' οἰκτιρμοὺς ἀπείρους ἐμοὶ ἐχαρίσατο. ἀλλὰ καὶ τὸ διὰ γλώσσης τὰ τῆς εὐνοίας καὶ ὑπακοῆς ὑμῖν παραινεῖν, ἥδιστον πάντων ἐμοὶ καὶ περισπούδαστον, καὶ τὸ διὰ συλλαβῶν τὰ περὶ πολέμων διδάσκειν καὶ ἐνηχεῖν, καὶ πρὸς ἀνδρείαν τοὺς μὲν πρὸς τοῦτο ἐπιτηδείους ἀνδρειοτέρους ἐργάζεσθαι, τοὺς δὲ νωθροτέρους ἐπεγείρειν καὶ ἐξανιστᾶν πρὸς εὐτολμίαν καὶ στερρότητα πάσης ἐμοὶ ἡδονῆς καὶ πάσης ἡδείω τρυφῆς γνωρίζεται καὶ καθέστηκεν. τὰ μὲν ἱερὰ τοῦ θείου εὐαγγελίου λόγια τὸ τῆς ἀγάπης τοῦ Θεοῦ καὶ Πατρὸς μέγεθος πρὸς τοὺς ἀνθρώπους δηλῶσαι βουλόμενά φησιν· οὕτως γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ δέδωκεν εἰς θάνατον, ἐγὼ δὲ οὐ τὸν μονογενῆ υἱὸν, ἀλλ' ἐμαυτὸν ὅλον καὶ σώματι καὶ ψυχῇ ὑμῖν ἐπιδίδωμι καὶ προσηλῶ καὶ ἀναμίγνυμι τὰς ἐμὰς σάρκας ταῖς ὑμετέραις σαρξὶ καὶ ὀστᾶ τοῖς ὀστέοις, καὶ ἓν ἕκαστον τῶν μέλων ὡς συμπεφυκὸς καὶ συγγεννηθὲν μεθ' ὑμῶν λογίζομαι, αὐτὴν δὲ τὴν ψυχὴν καίπερ μίαν οὖσαν ἐν πᾶσιν ὑμῖν διαμερίζω καὶ διαιρῶ, καὶ τῷγε κατ' ἐμαυτὸν μέρει ὑπ' ἐμοῦ καὶ ψυχοῦσθαι καὶ ζωογονεῖσθαι τὸν ἐμὸν θεοσύλλεκτον βούλομαι λαόν. τεκνία, οὓς ἐγὼ διὰ τοῦ εὐαγγελίου ἐγέννησα καὶ ἐν τῇ τοῦ Θεοῦ κληρονομίᾳ κατεφύτευσα, ὁ Θεὸς ηὔξησέν τε καὶ εἰς μέτρον ἡλικίας ῥωμαλεωτάτης ἤγαγεν, δέξασθε τὴν παροῦσαν παραίνεσιν ἐξ αὐτοῦ τοῦ τῆς ψυχῆς βάθους καὶ τῶν κρυπτῶν τῆς καρδίας ταμείων ἀναπεμπομένην πρὸς ὑμᾶς. ἡ γὰρ καρδία μου καὶ ἡ σάρξ μου κατὰ τὸν ἐν προφήταις ψάλλοντα ∆αυὶδ 20ἠγαλλιάσατο20 ἐφ' ὑμῖν. καὶ πῶς γὰρ οὐκ ἀγαλλιᾶν χρὴ καὶ σκιρτᾶν καὶ γεγηθέναι, ὁπότε τοιαῦτα στρατεύματα, τοιοῦτον ἀνδρεῖον καὶ γενναιότατον λαόν, τοιούτους Ῥωμαίων προμάχους καὶ ὑπερασπιστὰς ὁ Θεὸς τῇ ἑαυτοῦ κληρονομίᾳ δεδώρηται. πολλάκις ὑμᾶς δι' ἐγγράφων ὑπαναγνωστικῶν πρὸς ἀνδρείαν ἐπηλείψαμεν, πλειστάκις ἐνουθετήσαμεν, καὶ κόρον οὐδένα τῆς πρὸς ὑμᾶς παραινέσεως ἔσχομεν. τί τοῦτο; τὸ διακαὲς καὶ διάπυρον καὶ θερμὸν τοῦ ἐν ὑμῖν πόθου παραστῆσαι βουλόμενοι καὶ οὐδ' αὐτὸ τὸ ἀκαριαῖον ἐν παρέργῳ τιθέμεθα, μὴ οὐχὶ πτέρυγας περιστερᾶς ἀναλαβέσθαι καὶ πρὸς ὑμᾶς καταπαῦσαι καὶ τὸ πρὸς ὑμᾶς φιλόστοργον φανερῶσαι.
2 Νῦν δέ, ὥσπερ μὴ ἀρκούμενοι τοῖς προτέροις καὶ μικρὰ ταῦτα πρὸς τὸ ἐν ὑμῖν ζέον τῆς ἀγάπης ἡγούμενοι, αὐτούς, οὓς εἴχομεν κρείττονας τῶν θεραπόντων, εὐνουστάτους, πιστοτάτους, ἀξιολογωτάτους, φρονήσει καὶ πείρᾳ διαπρέποντας καὶ πλείω τῶν ἄλλων παρ' ἡμῶν τιμωμένους πρὸς ὑμᾶς ἐξεπέμψαμεν, ἵνα καὶ τοῦτο σκοπεῖν ἔχοιτε, ὅτι ἐξ αὐτῶν τῶν σπλάγχνων ἡμῶν καὶ τῆς καρδίας τούτους ἀποσπάσαντες εἰς ἡγεμόνας καὶ κυβερνήτας ὑμῶν προεστησάμεθα. πρῶτα μὲν τοὺς ἀνδρειοτάτους καὶ γενναιοτάτους ἐξ ὑμῶν ἐκλέξασθαί τε καὶ τῶν ἄλλων ἀποχωρίσαι, ἵνα μὴ τῆς ἐκείνων ἀνανδρίας τὸ ὑμῶν ἀνδρεῖον ἐπισκιαζούσης καὶ συγκαλυπτούσης ἀφανῆ καὶ ἀδιάγνωστα τὰ τῆς ὑμῶν ἀρετῆς διαμείνοι, ἀντὶ δὲ τούτων οὓς ἂν ἐκεῖνοι ἐκλέξωνται ἀντεισάξωσιν, καὶ διὰ τοιαύτης παρασκευῆς καὶ