De insidiis
̓Εκ τῆς ἱστορίας Νικολάου ∆αμασκηνοῦ. Περὶ ἐπιβουλῶν κατὰ βασιλέων γεγονυιῶν.
1. Ὅτι ἐστράτευσεν ἐπὶ τὴν Ἀραβίαν Ἡρώδης, οὐ συνδοκοῦν Καίσαρι, ἐφ' οἷς ἐκεῖνος ἠφίει φωνάς, καὶ ὀργὴν εἶχε χαλεπὴν εἰς τὸν Ἡρώδην, ἐπέστειλέ τε αὐτῷ πικρότατα, καὶ τοὺς ἥκοντας παρ' αὐτοῦ πρέσβεις οὐ κατὰ κόσμον ἀπέλυσεν· ἀφικόμενος δ' ὡς Καίσαρα Νικόλαος οὐ μόνον τῶν ἐγκλημάτων ἐρρύσατο Ἡρώδην, ἀλλὰ καὶ τὴν ὀργὴν ἀπέστρεψεν ἐπὶ τοὺς κατηγόρους. ὁ μὲν οὖν Ἄραψ ἤδη ἐτεθνήκει, τοῦ δὲ διοικητοῦ ἤδη κατέγνω πεισθεὶς τῇ Νικολάου κατηγορίᾳ, καὶ ὕστερον εὑρὼν κάκιστον ἀπέκτεινεν. Ἐν τούτῳ δὲ Ἡρώδου ὁ οἶκος ἐταράχθη, τοῦ πρεσβυτάτου τῶν υἱέων τοὺς μετ' αὐτὸν δύω διαβάλλοντος ὡς ἐπιβουλεύοντας τῷ πατρί, οἳ τῇ μὲν ἡλικίᾳ μετ' αὐτὸν ἦσαν, ἀξιώματι δὲ πρότεροι διὰ τὸ ἐκ βασιλίδος γεγονέναι, τὸν δὲ ἐξ ἰδιώτιδος γυναικός. πρὶν δὲ ἐλθεῖν ἐκ Ῥώμης Νικόλαον ἐν συνεδρίῳ κατεδικάσθησαν οἱ νεανίσκοι, καὶ παρωξυσμένος εὖ μάλα ὁ πατὴρ ἔμελλεν αὐτοὺς ἀναιρήσειν· καταπλεύσαντι δὲ Νικολάῳ περὶ τῶν γεγονότων ἀπήγγελλε καὶ σύμβουλον ἐποιεῖτο. ὁ δὲ αὐτῷ παρῄνεσεν ἀποθέσθαι αὐτοὺς ἔν τινι τῶν ἐρυμάτων, ἄχρις ἂν ἐν τῷ πλέονι χρόνῳ βουλεύσαιτο περὶ αὐτῶν ἄμεινον, μὴ δοκοίη ὑπ' ὀργῆς προαχθεὶς ἀνήκεστόν τι γνῶναι περὶ τῶν ἀναγκαίων. αἰσθόμενος δὲ τοῦτο Ἀντίπατρος τόν τε Νικόλαον ὑπέβλεπε καὶ ἄλλους ἐπ' ἄλλοις αὐτὸς καθιεὶς τὸν πατέρα ἐφόβει, ὡς αὐτίκα μάλα ἀναιρεθησόμενον ὑπὸ τῶν νεανίσκων διεφθαρκότων καὶ τὸ στρατιωτικὸν ἅπαν, ὡς ἔφη, καὶ τοὺς ἀπὸ τῆς θεραπείας, εἰ μὴ διὰ ταχέων ἐκποδῶν αὐτοὺς ποιήσαιτο. καὶ ὃς δείσας περὶ αὑτοῦ θᾶττον ἢ κάλλιον ἐβουλεύσατο, 2 οὐδὲν ἔτι μεταδοὺς Νικολάῳ, ἀλλὰ νύκτωρ τοὺς ἀναιρήσοντας ὑποπέμψας. καὶ οἱ μὲν ἀπέθανον, Ἡρώδῃ δὲ τῶν συμπάντων ἤδη γίνεται κακῶν ἀρχή, τὰ πρὸ τούτων εὖ ἑστώτων αὐτῷ τῶν πραγμάτων. Ἐχθρὸν δ' ἡγεῖτο Ἀντίπατρος Νικόλαον ἀνελὼν τοὺς ἀδελφούς, ἐμισεῖτό γε μὴν δεινόν τι μῖσος οὐχ ὑπὸ τῆς βασιλείας μόνον, ἀλλὰ καὶ τῆς Συρίας καὶ τῶν πέραν οἰκούντων. ἐχώρει δὲ ὁ λόγος καὶ εἰς Ῥώμην, καὶ οὐδεὶς ἦν οὔτε μέγας οὔτε μικρός, ὃς οὐκ ἐμίσει τὸν ἄνθρωπον δι' ἀμφότερα, καὶ ὅτι πολὺ κρείττους αὑτοῦ ἀδελφοὺς ἀπέκτεινε καὶ ὅτι τὸν πατέρα ἔπεισε τοιούτου προσάψασθαι μύσους καὶ τὴν προϋποῦσαν εὔνοιαν αἰσχῦναι. ἐπεὶ δ' οὖν τὰ ἀκόλουθα δρῶν τοῖς προτέροις ἁνὴρ καὶ ἐπὶ τὸν πατέρα ὥρμησε θᾶττον ἐπειγόμενος τὴν βασιλείαν λαβεῖν, καὶ τὸ φάρμακον ἐώνητο ἐξ Αἰγύπτου, ὅπερ ἐμήνυσεν εἷς τῶν κοινωνούντων τῆς πράξεως, ἐβασάνιζέ τε τοὺς οἰκέτας αὐτοῦ ὁ πατήρ, οἳ δὴ τὸ σύμπαν φανερὸν ἐποίησαν, ὡς καὶ τὴν τηθίδα ἔμελλεν ἀναιρήσειν καὶ τοὺς ἄλλους ἀδελφοὺς ὄντας τούς τε τῶν ἀνῃρημένων παῖδας, ὡς μηδεὶς λείποιτο κληρονόμος, ἐτύρευσε δέ τι μιαρὸν καὶ εἰς τὸν οἶκον Καίσαρος πολὺ μεῖζον τῶν εἰς τὸ γένος παρανομημάτων, ἧκε μὲν ὁ τῆς Συρίας στρατηγὸς Οὔαρος καὶ οἱ ἄλλοι ἐπιμεληταί, καθίζει δὲ συνέδριον ὁ πατὴρ αὐτοῦ, παρηνέχθη δὲ εἰς μέσον τὸ φάρμακον καὶ αἱ τῶν οἰκετῶν βάσανοι τά τε ἐκ Ῥώμης γράμματα, Νικολάῳ δὲ τὸν ἀγῶνα ἐπέτρεψεν ὁ βασιλεύς. κατηγόρει μὲν οὗτος, ἀπελογεῖτο δὲ Ἀντίπατρος, ἔκρινεν δὲ Οὔαρος μετὰ τῶν φίλων. καταδικάζεται δ' οὖν Ἀντίπατρος καὶ τὴν ἐπὶ θανάτῳ παραδίδοται. Νικόλαος δὲ καὶ τότε παρῄνει πέμπειν αὐτὸν ἐπὶ Καίσαρα, ἐπεὶ καὶ εἰς αὐτὸν ἠδίκησεν, καὶ ὅ τι ἂν ἐκεῖνος γνῷ, τοῦτο πράττειν. ἔφθη δὲ τὰ παρὰ Καίσαρος γράμματα ἥκοντα καὶ τῷ πατρὶ κολάζειν αὐτὸν ἐπιτρέποντα. καὶ ὁ μὲν ἐκολάσθη, ἀπέκτεινεν δὲ καὶ ὁ Καῖσαρ τὴν συγκακουργήσασαν αὐτῷ ἀπελευθέραν. οὐδεὶς δὲ ἦν ὃς οὐχὶ Νικόλαον * κάλλιστα