Commentarii in Matthaeum
1 Mt 1, 1 Ἰαὼ τὴν σωτηρίαν οἱ Ἑβραῖοι ἔλεγον, Χριστοῦ δὲ εἶπε διὰ τὸ τοὺς παλαιοὺς βασιλεῖς τε καὶ ἱερεῖς τῷ ἐλαίῳ χρίεσθαι διὰ τοῦ κέρατος. ὁ δὲ ἡμέτερος Ἰησοῦς Χριστὸς οὐ διὰ τὸ τῷ κέρατι χρισθῆναι προσ ηγορεύθη Χριστός, ἀλλὰ τὸ τῷ θείῳ πνεύματι· ἀληθῶς γὰρ καὶ κυρίως αὐτὸς εἶχε τὸ πνεῦμα τὸ ἅγιον. 2 Mt 1, 1 Μέμνηται τοῦ Ἀβραάμ, ἐπει δὴ ἐκεῖνος πρῶτος ἐγένετο τύπος τῶν δύο λαῶν τῶν μελλόντων πιστεύειν τῷ Χριστῷ· καὶ γὰρ ἐν ἀκροβυστίᾳ ὢν ἐπίστευσε καὶ μετὰ τὸ περιτμηθῆναι ἔμεινεν πάλιν πιστός. μέμνηται δὲ κατ' ἐξαίρετον καὶ τοῦ ∆αβίδ, ἐπειδὴ καὶ αὐτὸς τύπος γέγονεν τοῦ Χριστοῦ· ὥσπερ γὰρ τοῦ Σαοὺλ ἐκβληθέντος ὡς ἀδοκίμου ∆αβὶδ δεύτερος προ εχειρίσθη βασιλεὺς εὐάρεστος τῷ θεῷ, οὕτως καὶ τοῦ πρώτου ἀν θρώπου, τοῦ Ἀδάμ φημι, ἐκβλη θέντος διὰ τὴν παρακοὴν καὶ μηκέτι βασιλεύσαντος τῶν λοιπῶν ὅλως εἰσηνέχθη δεύτερος Ἀδάμ, ὁ Χρι στὸς βασιλεὺς τῶν πάντων, ἵνα τὸ ἐν Ἀδὰμ ἀπολωλὸς διὰ Χριστοῦ τοῖς ἀνθρώποις ἐπαναληφθῇ, βασι λεὺς οὐ μόνον γῆς, ἀλλὰ καὶ οὐρα νοῦ· υἱὸς δὲ ἀνθρώπου φύσει κα λεῖται ὡς πάντα ἔχων, ὅσα εἶχεν ὁ Ἀδάμ, νυνὶ θεὸς ὤν. Ἀβραὰμ ἐν ἀκροβυστίᾳ ὢν ἐπίστευσε τῷ θεῷ· εἶτα δεξάμενος τὰς ὑποσχέσεις καὶ περιτμηθεὶς ἀλώβητον τὴν πίστιν διετήρησεν. εἰκότως τοίνυν ἀναχθήσεται τὸ ῥητὸν εἰς ἕτερόν τι θεώρημα περὶ τῆς τοῦ Χριστοῦ ἐκκλησίας τῆς τε ἐκ περιτομῆς καὶ τῆς ἐξ ἐθνῶν· τύπος γὰρ ἦν, ὡς εἰκός, τῶν δύω λαῶν τῶν εἰς Χριστὸν πεπιστευκό των. ἀλλ' ἐκεῖ μὲν προτέρα ἡ ἀκρο βυστία τῆς περιτομῆς· φύσεως γὰρ ἔργον ἡ ἀκροβυστία, ἐντολῆς δὲ καὶ νόμου ἡ περιτομή. διὰ τοῦτο ἐκείνη ταύτης προηγήσατο καὶ μετὰ ταῦτα εἰς αὐτὴν ἡ περιτομὴ ἀνακάμπτει, ἐπεὶ καὶ βέλτιόν ἐστι φύσις ἅμα καὶ νόμος ἢ τὸ διεστηκέναι ἀπ' ἀλλήλων χωρίς. ἀλλὰ καὶ ∆αβὶδ τύπος ἦν τοῦ Χριστοῦ· τοῦ γὰρ Σαοὺλ ἐκ βληθέντος ἀντεισήχθη ∆αβίδ. οὕ τως καὶ τοῦ Ἀδὰμ διὰ τὴν παρα κοὴν τῆς Ἐδὲμ διωχθέντος ὁ δεύ τερος ἀντεισήχθη Ἀδὰμ ὡς ἂν πρὸς τὴν ἀρχαίαν τάξιν τὸν Ἀδὰμ τὸν πρῶτον ἀποκαταστήσῃ. 3 Mt 1, 2 ∆ιὰ τοῦτο ἐξ ἀνδρῶν ποιεῖται τῆς γενεαλογίας τὰ ὀνόματα, ἐπειδὴ "ἡ γυνὴ δόξα ἀνδρός ἐστι", παρακολούθημα οὖσα καὶ οὐκ ἀρχὴ τοῦ ἀνδρός. 4 Mt 1, 12 Ὠικοδόμησεν ὁ Ζοροβάβελ τὸν ἀπὸ Σολομῶνος μὲν πάλαι ᾠκοδομηθέντα ναὸν ὑπὸ δὲ Βαβυλωνίων ἐμπρησθέντα. καὶ ὁ κύριος ἀληθινὸς οἰκοδόμος ἐστὶ τοῦ διαρρυέντος τοῖς παραπτώμασι λογικοῦ ναοῦ καὶ ἐμπρησθέντος ἀλλοτρίῳ πυρί, ὅπερ ἡμεῖς ἐξεκαύσαμεν οὐ μόνον τῷ σαρκικῷ φρονήματι τὸ τῆς ψυχῆς νοερὸν ἕπεσθαι δουλικῶς παρασκευάσαντες, ἀλλὰ καὶ τὴν τῶν παθῶν ὕλην ἀναιδῆ δι' ἐνεργείας ἐξάψαντες. ἀλλὰ καὶ λίθον ἔχει ὁ Ζοροβάβελ ἐν τῇ χειρὶ ἑπτὰ ὀφθαλ μοῖς κοσμούμενον. ἔστι καὶ τῷ κυρίῳ λίθος ἡ εἰς αὐτὸν πίστις· ἐν τῇ χειρὶ δέ, ὅτι ἐν τῇ πράξει τῶν ἐντολῶν ἡ πίστις τοῦ Χριστοῦ διαφαίνεται. πράξεως δέ ἐστι σύμβολον προδήλως ἡ χείρ. φέρων οὖν ἐν τῇ χειρὶ τὸν λίθον ὁ κύριος ἔμπρακτον ἡμᾶς διδάσκει τὴν εἰς αὐτὸν πίστιν ἔχειν ταῖς ἑπτὰ κοσμουμένην ἐνεργείαις τοῦ πνεύματος. 5 Mt 1, 16 Τὸ δὲ μὴ εἰπεῖν δι' ἧς ἐγεννήθη ἴσως, ἀλλὰ ἐξ ἧς, ἀνατρέπει τὴν αἵρεσιν Ἀπολιναρίου λέγοντος ὡς διὰ σωλῆνος τῆς παρθένου τὸν Χριστὸν διελθεῖν καὶ μηδὲν ἐξ αὐτῆς προσλαβεῖν. ὁ γὰρ εὐαγγελιστὴς οὐ δι' αὐτῆς φησι γεννηθῆναι τὸν Ἰησοῦν, ἀλλ' ἐξ αὐτῆς, τοῦτ' ἔστιν ἐκ τῶν πανάγνων αὐτῆς αἱμάτων· τοιοῦτον καὶ τὸ τοῦ ἀποστόλου· "ἀπέστειλε" γάρ φησιν "ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός", ἀλλ' οὐ διὰ γυναικός. 6 Mt 1, 20 Γυναῖκα αὐτὴν ἐκάλεσεν ὁ ἄγγελος, ὅπως πάσης ὑποψίας τῆς πρὸς ἕτερον πρόσωπον ἐλευθερώσῃ τὴν παρθένον· εἰ γὰρ τοῦ Ἰωσὴφ γυναῖκα αὐτὴν