1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

1

De martyribus Palaestinae recensio brevior Pref.1 Ἔτος τοῦτο ἦν ἐννεακαιδέκατον τῆς ∆ιοκλητιανοῦ βασιλείας, Ξανθικὸς μήν, ὃς λέγοιτ' ἂν Ἀπρίλλιος κατὰ Ῥωμαίους, ἐν ᾧ, τῆς τοῦ σωτηρίου πάθους ἑορτῆς ἐπιλαμβανούσης, ἡγεῖτο μὲν Φλαυιανὸς τοῦ τῶν Παλαιστίνων ἔθνους, ἥπλωτο δ' ἀθρόως πανταχοῦ γράμματα, τὰς μὲν ἐκκλησίας εἰς ἔδαφος φέρειν, τὰς δὲ γραφὰς ἀφανεῖς πυρὶ γενέσθαι προστάττοντα καὶ τοὺς μὲν τιμῆς ἐπειλημμένους ἀτίμους, τοὺς δὲ ἐν οἰκετίαις, εἰ ἐπιμένοιεν τῇ τοῦ Χριστιανισμοῦ προθέσει, ἐλευθερίας στερίσκεσθαι προαγορεύοντα. Pref.2 καὶ ἡ μὲν τῆς πρώτης καθ' ἡμῶν γραφῆς τοιαύτη τις ἦν δύναμις· μετ' οὐ πολὺ δὲ ἑτέρων ἐπιφοιτησάντων γραμμάτων, προσετάττετο τοὺς τῶν ἐκκλησιῶν προέδρους πάντας πανταχῇ πρῶτον μὲν δεσμοῖς παραδίδοσθαι, εἶθ' ὕστερον πάσῃ μηχανῇ θύειν ἐξαναγκάζεσθαι. 1.1 Πρῶτος τοιγαροῦν τῶν ἐπὶ Παλαιστίνης μαρτύρων Προκόπιος, πρὶν ἢ φυλακῆς πεῖραν λαβεῖν, εὐθὺς ἀπὸ πρώτης εἰσόδου, τοῖς ἡγεμονικοῖς παραστὰς δικαστηρίοις θύειν τε τοῖς λεγομένοις προσταχθεὶς θεοῖς, ἕνα μόνον ἔφησεν εἰδέναι, ᾧ καθῆκεν ὡς αὐτὸς βούλεται θύειν· ὡς δὲ κἂν τοῖς βασιλεῦσι τέσσαρσιν σπένδειν ἐκελεύετο, ῥῆμά τι φθεγξάμενος τῶν οὐ προσηνῶν αὐτοῖς, αὐτίκα τὴν κεφαλὴν ἀποτέμνεται, τὸ ποιητικὸν εἰπὼν ἐκεῖνο «οὐκ ἀγαθὸν πολυκοιρανίη, εἷς κοίρανος ἔστω, εἷς βασιλεύς». 1.2 ∆αισίου μηνὸς ἑβδόμῃ πρὸ ἑπτὰ εἰδῶν Ἰουνίων λέγοιτ' ἂν παρὰ Ῥωμαίοις, ἡμέρᾳ τετράδι σαββάτου τοῦτο πρῶτον ἐπὶ Καισαρείας τῆς Παλαιστίνης ἀπετελέσθη σημεῖον. 1.3 μετὰ δὲ τοῦτον ἐπὶ τῆς αὐτῆς πόλεως πλεῖστοι ὅσοι τῶν ἐπιχωρίων ἐκκλησιῶν ἄρχοντες δειναῖς αἰκίαις προθύμως διαθλήσαντες, μεγάλων ἀγώνων ἱστορίαν τοῖς ἐνορῶσιν ἐνεδείξαντο, ἄλλοι δὲ ὑπὸ δειλίας τὴν ψυχὴν προναρκήσαντες προχείρως οὕτως ἀπὸ πρώτης ἐξησθένησαν προσβολῆς, τῶν δὲ λοιπῶν ἕκαστος εἴδη διάφορα βασάνων διήλλαττον, τοτὲ μὲν μάστιξιν ἀνηρίθμοις, τοτὲ δὲ στρεβλώσεσιν καὶ καταξάνσεσιν τῶν πλευρῶν δεσμοῖς τε ἀνυπομονήτοις, ὑφ' ὧν τισὶ καὶ παρεθῆναι συνέβη τὰς χεῖρας, 1.4 ὅμως δ' οὖν ἔφερον τὸ ἀποβὰν ἀκολούθως ταῖς ἀπορρήτοις κρίσεσιν τοῦ θεοῦ τέλος. ὃ μὲν γὰρ ἑτέρων κατεχόντων αὐτὸν τὼ χεῖρε καὶ τῷ βωμῷ προσαγόντων τήν τε μιαρὰν καὶ ἐναγῆ θυσίαν κατὰ τῆς δεξιᾶς ἐπιρριπτούντων, ὡς ἂν τεθυκὼς ἀπηλλάττετο, ὃ δὲ μηδ' ὅλως ἐφαψάμενος, εἰρηκότων δ' ἑτέρων ὅτι τεθύκοι, σιωπήσας ἀπῄει, ἄλλος ἡμιθνὴς αἰρόμενος ὡς ἂν ἤδη νεκρὸς ἐρρίπτετο καὶ ἀνίετό γε τῶν δεσμῶν, ἐν τεθυκόσιν αὐτοῖς λελογισμένος, ὃ δὲ βοῶν καὶ μαρτυρόμενος ὅτι μὴ πείθοιτο, κατὰ στόματος παιόμενος πολυχειρίᾳ τε τῶν ἐπὶ τοῦτο τεταγμένων κατασιγαζόμενος, μετὰ βίας ἐξωθεῖτο, καὶ εἰ μὴ τεθυκὼς ἦν· 1.5 οὕτως ἐκ παντὸς τὸ δοκεῖν ἠνυκέναι αὐτοῖς περὶ πολλοῦ ὑπῆρχεν. ἐκ δὴ οὖν τῶν τοσούτων μόνοι τοῦ τῶν ἁγίων μαρτύρων κατηξιώθησαν στεφάνου Ἄλφειος καὶ Ζακχαῖος· οἳ μετὰ μάστιγας καὶ ξεσμοὺς δεσμά τε χαλεπὰ καὶ τὰς ἐπὶ τούτοις ἀλγηδόνας ἑτέρας τε διαφόρους ἐξετάσεις νυχθήμερον ὑπὸ τέσσαρα τοῦ κολαστηρίου ξύλου κεντήματα τοὺς πόδας παραταθέντες, ∆ίου μηνὸς ἑπτακαιδεκάτῃ αὕτη παρὰ Ῥωμαίοις ἡ πρὸ δεκαπέντε Καλανδῶν ∆εκεμβρίων μόνον ἕνα θεὸν καὶ μόνον Χριστὸν βασιλέα Ἰησοῦν ὁμολογήσαντες, ὥς τι βλάσφημον φθεγξάμενοι, ὁμοίως τῷ προτέρῳ μάρτυρι τὰς κεφαλὰς ἀπετμήθησαν. 2.1 Μνήμης δ' ἄξια τυγχάνει καὶ τὰ περὶ Ῥωμανὸν ἐν Ἀντιοχείᾳ ἐπὶ τῆς αὐτῆς ἡμέρας ἀποτελεσθέντα. Παλαιστινὸς γὰρ οὗτος ὢν διάκονός τε καὶ ἐπορκιστὴς τῆς ἐν Καισαρείᾳ παροικίας, ὁμοῦ τῇ τῶν ἐκκλησιῶν καθαιρέσει γενόμενος ἐκεῖσε, πλείους ἄνδρας ἅμα γυναιξὶν καὶ τέκνοις σωρηδὸν τοῖς εἰδώλοις προσιόντας τε καὶ θύοντας