COMMENTARIVS GEORGII CHOEROBOSCI.

 χρόνους, καὶ οὐ κατάγονται εἰς μεῖζόν τι· οἱ δὲ ῥυθμικοὶ λέγουσι τόδε εἶναι μακρό τερον τοῦδε, φάσκοντες τὴν μὲν τῶν συλλαβῶν εἶναι δύο ἡμίσεος χρόνων

 συλλαβὴ ἡ ἐν τῷ καλὸς μείζων ἐστὶ τῆς ἐν τῷ φίλος· γίνεται γὰρ βραδυτής τις τοῦ χρόνου, ὡς καὶ ἐν τῇ δασείᾳ λέγεται, διὰ τῆς ὀξείας. [ἡ δὲ περισπωμένη

 δὲ μή, οὐκ εἰσὶν ἄντικρυς μακραί, ἀλλὰ κοιναί, ὡς ἑξῆς ῥηθήσεται.9 U 9Μακρὰ συλλαβή ἐστιν ἡ ἔχουσα μακρὸν φωνῆεν ἢ μηκυνόμενον ἢ μίαν τῶν καλουμένων δ

 οὔσῃ κοινῇ οὕτως, ἔνθα φησὶν Ἴστρος τοιαύτας παρθένους λοχεύεται, (συνέστειλε γὰρ τὴν ˉτˉοˉι συλλαβὴν ἐν δευτέρᾳ βάσει ἰάμβου. ἰστέον δὲ ὅτι οὐχ οὕτως

 χωλίαμβον. (4, 15) 9Καὶ ἐν ἔπεσιν εὑρίσκεται ὡς παρὰ Θεοκρίτῳ9 (11, 18) 9ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα καὶ παρ' Ὁμήρῳ9 (Ν 275) 9οἶδ' ἀρετὴν οἷος

 κατὰ ηʹ τρόπους. πρῶτον μέν, ὅτε στιγμὴ ἐπιφέρεται αὐτῇ τῇ μακρᾷ οἷον ἀθάνατοι· οὐδ' εἴ τις ἀπόπροθι δώματα ναίει (ε 80). δεύτερον δέ, ἐὰν αὐτὴ ἡ μακρ

 -Ἄλλως τε οὐδὲ ἔστι δύο ὑγρὰ ἐν συλλήψει, εἰ μὴ μόνον τὸ ˉμ τοῦ ˉν προηγούμενον, ἅπερ καὶ ἔστιν εὑρεῖν ὡς ἀσθενέστερα πολλάκις τῷ 201 λόγῳ τῆς κοινῆς

 ἡμεῖς, ἀλλὰ μᾶλλον οἱ ποιηταί, οἷον τὸ Νέστορα δ' οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης (Ξ 1) καὶ Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε (Ξ 459) καὶ οἱ δὲ

 μετὰ ἀλλήλων μὴ ἔχουσαι ἀντὶ μιᾶς παραλαμβάνωνται. τρόποι δέ εἰσι τῆς συνεκφωνήσεως οἵδε. ἢ γὰρ δύο μακραί· καὶ τὰ ἑξῆς.9 -κ Ἐνταῦθα περὶ τῆς συνεκφων

 μερῶν ἀφωρισμένη. -Ἰστέον δὲ ὅτι ἀπὸ δισυλλαβίας ἕως ἓξ συλλαβῶν μετροῦνται οἱ πόδες. καὶ ἔστιν αὐτῶν μετρῆ σαι τὴν ποσότητα, ὥς τινες φασὶ τῶν τεχνικ

 τῇ θέσει) καὶ ἄνω παίειν ἀεί. 20Ἀμφίμακρος20, ὁ καὶ κρητικὸς καὶ παιωνικὸς ὁ αὐτός, ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς, πεντά 216 χρονος. καὶ ἀμφίμακρο

 καὶ τριῶν μακρῶν, ἑπτάχρονος. ἰστέον δ' ὅτι τοὐναντίον τοῦ παιῶνος ἐνταῦθα ἡ βραχεῖα μετέρχεται. -ἐπίτριτος δεύτερος ἢ ἵππειος δεύτερος ἢ δόχμιος δεύτ

 αὐτῶν εἰσιν οἱ ἀποτελεστικοὶ μέτρων, ὅ τε ἴαμβος καὶ ὁ τροχαῖος (ὅθεν καὶ ἰαμβικὸν λέγεται μέτρον ἢ τρο χαϊκόν, οὐ μὴν πυρριχιακὸν ἢ σπονδειακόν, εἰ κ

 χεσθαι. μᾶλλον δ' ἀκριβέστερον ἐξετάσαντες οἱ περὶ Ἀριστοφάνην τὸν γραμματικὸν καὶ Ἀρίσταρχον, ὡς ἐν τῇ συντάξει τῆς ὀρθογραφίας ἀκριβέστερον ἔγνωμεν,

 τρο χαῖον. τὸ δὲ χωλὸν οὐ δέχεται τοὺς παραλήγοντας τρισυλλάβους·9 καὶ τὰ ἑξῆς. Πρόδηλόν ἐστι τὸ λεγόμενον περὶ τοῦ χωλιάμβου καλουμένου, ὅτι οὕτως ἐπ

 στίχῳ θεραπευόμενος δάκτυλος. καὶ τετράχρονός ἐστιν τῆς κοινῆς, ὡς εἴρηται, ἀντὶ βραχείας οὔσης, οὐ πεντάχρονος· ὁμοίως καὶ ἐπὶ τοῦ παλιμβακχείου. ἀλλ

 Cap. IX. Περὶ χοριαμβικοῦ.

 διαλυομένης εἰς δύο βραχείας, ἢ ἐκ τοῦ ἐναντίου εἰς ἀνάπαιστον, τῆς πρώτης συλλαβῆς πάλιν διαλυομένης· ὁ δὲ τροχαῖος καὶ ὁ ἴαμβος εἰς τρίβρα χυν, τῆς

 9Τὸ ἀπὸ μείζονος Ἰωνικὸν συντίθεται μὲν καὶ καθα ρόν, συντίθεται <δὲ> καὶ πρὸς τὰς τροχαϊκὰς ἐπίμικτον.9 U 9Τὸ ἀπὸ μείζονος Ἰωνικὸν συντίθεται μὲν9 κα

 τροχαῖος ἐκ μακρᾶς καὶ βραχείας συγκείμενος τρίσημός ἐστιν.) ἑπτάσημος δὲ γίνεται, τὴν τελευταίαν ἐκτείνων, τουτέστι τὴν τε τάρτην συλλαβήν, καὶ ποιεῖ

 9Σιμμίας δ' ἐπετήδευσεν ἔν τισι ποιήμασι τοὺς πλείστους κρητικοὺς παραλαμβάνειν μᾶτερ ὦ πότνια κλῦθι.9 Ἰστέον ὅτι ὁ Ὦρός φησιν, ὡς ἀντὶ μακρᾶς ἐστιν ἐ

 γὰρ τὴν πρώτην συζυγίαν ἐκ τροχαίου καὶ σπον-δείου. ἰστέον γὰρ ὅτι ἡ τυΐ μία ἐστὶ συλλαβὴ καὶ 252 ὡς μία ποδίζεται. ἀλλὰ διὰ τὸ ἐπιφέρεσθαι σύμφω-νον

COMMENTARIVS GEORGII CHOEROBOSCI.

Σχόλια σὺν θεῷ τῶν μέτρων ἀπὸ φωνῆς Γεωργίου Χοιροβοσκοῦ γραμματικοῦ τοῦ Βυζαντίου τῆς οἰκουμενικῆς διδασκαλίας.

1. Ἰστέον ὅτι 20σκοπὸν20 ἔχει ὁ μετρικὸς περὶ μέτρων διαλαβεῖν. τοῦ δὲ

μέτρου εὑρετὴς μέν ἐστιν ὁ Ἀπόλ λων ἤγουν ἡ Πυθία ἤ, ὥς τινές φασι, Φημονόη ἡ ἱέρεια τῆς Πυθίας. εὑρέθησαν οὖν πρῶτον τὰ μέτρα ἐν τῇ Πυθίᾳ, ὅτι αἱ μαντεῖαι καὶ οἱ χρησμοὶ ἐμμέ τρως ἐδίδοντο, εἶτα λοιπὸν ἐκ τῆς Πυθίας ἔγνωσαν οἱ ποιηταί. Πατὴρ δὲ καὶ γένεσις τῶν μέτρων ἐστὶν ὁ ῥυθμός· διήκει γὰρ καθολικώτερος ὢν οὐ μόνον ἐν τοῖς μέτροις, ἀλλὰ καὶ ἐν ἄλλοις τισίν· ἔστι γὰρ ὁ ῥυθμὸς ἐκτελού μενος καὶ ἀπὸ τῶν ἐν χαλκείοις σφυρῶν καὶ ἀπὸ ἵπ που ποδῶν καὶ κρότου χειρῶν καὶ λύρας καὶ ἑτέρων τινῶν. 178 Καὶ κριτικὴ μέτρων ἐστὶν ἡ ἀκοή· ὅθεν καί τινες ὁριζόμενοι τί ἐστι μέτρον, φασὶ τὸ ἐκ ποδῶν ἢ βά σεων συγκείμενον, αἰσθήσει τῇ δι' ἀκοῆς κρινόμενον. ποδῶν δὲ καὶ βάσεων ἐκ παραλλήλου τὸ αὐτὸ νοητέον. εἰ οὖν ἡ ἀκοὴ διακριτική ἐστι μέτρων, ἴδιον δ' αἰσθη τὸν τῆς ἀκοῆς ἐστὶν ἡ φωνή, δηλονότι ἡ φωνὴ ἐπι κοσμεῖ τὰ μέτρα. ὡς γὰρ τὸν ἦχον τῆς εὐρυθμίας ἐκτείνουσά τε καὶ συστέλλουσα ἡ φωνὴ τὰς συλλαβὰς σχηματίζει καὶ ἐπικοσμεῖ, οὕτως ἡ ἀκοὴ ἐπιδεξαμένη κρίνει αὐτὴν τὴν φωνὴν καὶ τὸν ῥυθμὸν τῶν μέτρων. ὅθεν πολλάκις ἐν πεζῇ φράσει εὑρίσκονται μέτρα καὶ διὰ τὸν ῥυθμὸν τῆς πεζῆς φράσεως λανθάνουσι (καὶ ἔμπαλιν ἐν μέτροις εὑρίσκεται πεζὴ φράσις καὶ οὐ νοεῖται εὐχερῶς), εἰ μὴ ἄρα ἡ ἀκοὴ καλῶς ἐπικρίνουσα εὔδηλον καὶ φανερὸν ποιήσει. ὅθεν καὶ παρὰ ∆ημο σθένει ἔστιν εὑρεῖν μέτρα· ἰάμβους μὲν συνεχῶς οἷον (ολ. ι 5) δῆλον γάρ ἐστι τοῖς Ὀλυνθίοις ὅτι· ἀλλὰ καὶ ἡρωϊκὸν στίχον οἷον (δε ξορ. 143) τὸν γὰρ ἐν Ἀμφίσσῃ πόλεμον δι' ὃν εἰς Ἐλάτειαν· ἀλλὰ καὶ ἰωνικὸν ἀπὸ μείζονος παρὰ τῷ αὐτῷ (ολ. ιιι 4) πολλῶν δὲ λόγων καὶ θορύβου γιγνομένου παρ' ὑμῖν· ὅμοιον [δὲ] τῷ (σαππη. 76 = ηεπη. 36, 17) [ἀσσαροτέρα] Μνασιδίκα τὰς ἁπαλὰς Γυρίννως. 179 ∆ιαφέρει οὖν ὁ ῥυθμὸς τοῦ μέτρου, ὅτι ὁ μὲν ῥυθμὸς ἐν πολλοῖς ἐστὶν καὶ ἐν λέξεσι, τὸ δὲ μέτρον ἐν μόνοις τοῖς χρόνοις. τοῦτο δὲ δηλοῖ καὶ Ἀριστο φάνης, εἰ καὶ δοκεῖ παίζειν εἰσάγων τὸν Σωκράτην, ὅτι διαφέρει· λέγει γὰρ οὕτως (νυβ. 638) πότερον περὶ μέτρων ἢ περὶ ἐπῶν ἢ ῥυθμῶν· ὥστε δῆλον ὅτι ἄλλο μέτρον καὶ ἄλλο ῥυθμός. Λέγεται δὲ τὸ μέτρον πολλαχῶς. ἔστι γὰρ μέτρον τὸ μετροῦν καὶ <τὸ> μετρούμενον, καθάπερ καὶ μέδι μνος καὶ χοῖνιξ καὶ πῆχυς. λέγεται μέτρον καὶ ἡ συμ μετρία, ὡς δηλοῖ τὸ λεγόμενον "3πᾶν μέτρον ἄριστον"3. λέγεται δὲ μέτρον καὶ ὁ ποὺς ὁ ἁπλοῦς, ὅθεν καὶ τὸν στίχον ἑξάμετρόν φαμεν, οἱονεὶ ἓξ πόδας ἕχοντα. λέ γεται μέτρον καὶ ἡ διποδία, ὅθεν καὶ τοὺς ἰάμβους τριμέτρους εἰώθαμεν καλεῖν κατὰ διποδίαν αὐτοὺς ἀριθμοῦντες. λέγεται μέτρον καὶ τὸ σύστημα τῶν ποδῶν, οἷον στίχος ἢ ἴαμβος, ὅθεν λέγομεν τήνδε τὴν ῥαψῳδίαν πεντακόσια τυχὸν ἔχειν μέτρα, οἱονεὶ στί χους πεντακοσίους. λέγεται πάλιν μέτρον καθολικῶς πᾶσα ἔμμετρος φράσις πρὸς ἀντιδιαστολὴν τῆς πεζῆς λέξεως, οἱονεὶ τὸ ποίημα. λέγεται καὶ ἰδικῶς ἕκαστον μέτρον, τὸ δακτυλικὸν ἢ ἰωνικὸν ἤ τι τῶν τοιούτων. λέγεται μέτρον καὶ ὁ χρόνος· ὅθεν δάκτυλος τετρά μετρός ἐστιν, οἱονεὶ τετράχρονος, καὶ ὁ ἡρωϊκὸς στίχος 180 λέγεται κδʹ ἔχειν μέτρα, οἱονεὶ χρόνους, ὡς δηλοῖ ὁ Ὀρφεὺς ἢ ἡ Πυθία λέγουσα περὶ τοῦ ἔπους οὕτως ὄρθιον ἑξαμερὲς τετόρων καὶ εἴκοσι μέτρων. (Ἰστέον δὲ ὅτι ἄλλως λαμβάνουσι τοὺς χρόνους οἱ μετρικοί, ἤγουν οἱ γραμματικοί, καὶ ἄλλως οἱ ῥυθμι κοί. οἱ γραμματικοὶ ἐκεῖνον μακρὸν χρόνον ἐπίσταν ται τὸν ἔχοντα δύο