1
Adversus eos qui castigationes aegre ferunt
ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΥΣ ΑΧΘΟΜΕΝΟΥΣ ΤΑΙΣ ΕΠΙΤΙΜΗΣΕΣΙ. Θεῖον ἀληθῶς καὶ ἱερὸν χρῆμα ὁ λόγος Θεοῦ, κτῆμα ἐξαίρετον, οὐκ ἄλλοθεν προσγενόμενον, ἀλλὰ συγκε κραμένον τῇ φύσει, ἀνθρώπῳ δῶρον τιμιώτατον παρὰ τοῦ δημιουργήσαντος εἰς αὐτὸν ἐλθόν. ∆ιὸ καὶ καθ' ὁμοίωσιν Θεοῦ γεγενῆσθαι λέγεται. Τούτῳ γοῦν ἔχει καὶ πρὸς τὰ ἄλλα ζῶα τὴν διαφορὰν, καὶ τῷ θεοειδεῖ πλεονεκτήματι ἰδιαζόντως χαρακτηρίζεται, σφόδρα τοῖς ἄλλοις πολλὴν ἔχων τὴν κοινωνίαν πρὸς τὰ βοσκήματα. Ὀφθαλμῶν γὰρ τύπος, καὶ σαρκῶν διάπλασις, τῶν τε ἐπὶ τῆς ἐπιφανείας, καὶ τῶν ἐν γαστρὶ κρυπτομένων, οὐ σεμνύνει τὸν ἄνθρωπον· ἐπειδὴ καὶ ἐν χερσαίοις, καὶ ἐνύδροις, καὶ πτηνοῖς, καὶ πᾶσιν ἁπλῶς ζώοις ἡ ἐκείνων μετουσία βλέπεται. Τοῦτο δὲ ἡγεμόνα τῶν πάντων ποιεῖ, καὶ μακαριστὸν ἀποδείκνυσιν· ὅπερ Θεὸς ἔχων πλουσίως, ὀλίγον ἡμῖν ἐχαρίσατο, ἵνα πρῶτον ἐκεῖνον βλέπωμεν, καὶ γνω ρίζωμεν λόγον τοῦ λόγου δοτῆρα, καὶ λατρεύωμεν τῷ οὕτως ἡμᾶς καλῶς τῇ ἰδίᾳ κατακοσμήσαντι χάριτι. ∆ιὰ λόγους ἰσχύομεν τῶν ἰσχυρῶν πλέον ἀσθενεῖς ὄν τες τὸ σῶμα, καὶ πάντα δουλούμεθα, καὶ ταῖς ἡμετέ ραις ὑπηρετεῖσθαι χρείαις κελεύομεν. Οὕτω ταύρους δαμάζομεν καὶ ὑπάγομεν τῷ ζυγῷ, καὶ γῆν ἀρότροις ἀνατέμνειν παρασκευάζομεν, καὶ ἵππον ταχὺν τοῖς ψαλίοις κατάγχοντες ἔχομεν εὐπειθῆ, καὶ τὸν βραδὺν ὄνον τοῖς ῥοπάλοις ἐπείγοντες ποιοῦμεν ὀξύτερον, καὶ τὰς σκληρὰς ἡμιόνους ὀχήματα ἕλκειν καὶ ἀχθο φορεῖν ἀναγκάζομεν· ἐλεφάντων δὲ τὴν ἐκκεχυμένην πολυσαρκίαν, καὶ καμήλων τὸ μέγεθος εὐμηχάνως πρὸς τὸ δοκοῦν μεταχειριζόμεθα. Ἐντεῦθεν καὶ βάθος περαιούμεθα, καὶ μικρῷ ξύλῳ διὰ κυβερνητικῆς τὰ ἄφατα τῶν πελαγῶν ἐφοδεύομεν, καὶ τῆς πορείας ἐκείνης οὐκ ἔχοντες σύμβολα, ὅταν γῆν ἀποκρύψω μεν, τοῖς κατ' οὐρανὸν σημείοις ἀσφαλῶς ὁδηγού μεθα, καὶ ὁδηγεῖ τὸν ναύτην ὡς τοὺς Μάγους ἀστήρ.
Οὐρανοῦ δὲ πλάτη καὶ σχήματα ἐξευρέθη καὶ πλῆθος ἀστέρων, καὶ ὅπως ἕκαστος μεγέθους ἔχει, καὶ δια στήματος, καὶ τῆς σελήνης σημείωσις, καὶ τί πάσχων ὁ ἥλιος κατά τινας χρόνους τὴν ἀκτῖνα καλύπτεται· ἤδη δὲ καὶ κατὰ γῆς κινουμένης φιλοσοφοῦμεν, ὅπως λυομένη τῶν φυσικῶν ἐρεισμάτων αὐτή τε ἀναβράσ σεται, καὶ τοὺς ἐποίκους μετὰ τῶν ἐπικειμένων κλο νεῖ Συμβόλοις δὲ τοῖς παρατετηρημένοις καὶ αὐχμοὺς 46.309 παραθεωροῦμεν, καὶ ἐπομβρίας προμαντευόμεθα, καὶ τοῖς ἐκ γῆς φυομένοις τὸν λόγον προσάγοντες, τὰς φύσεις τῶν βοτανῶν ἐξετάζομεν, καὶ τὴν μὲν τῷ τραυματίᾳ σωτήριον ἀποφαίνομεν, ἄλλην ἐπιτήδειον πρὸς ὕπνον τῷ μὴ καθεύδοντι, ἑτέραν ἥπατος ἰατι κὴν, καὶ ἄλλην τὰς ἐπαναστάσεις τοῦ σπληνὸς κατα στέλλουσαν. Ἐῶ τὰς ἐπιστήμας, ἀφίημι τὰς τέχνας τὰς ἀναγκαίας, τὰς πρὸς τροφὴν πᾶσαν, τὴν ποικί λην τῶν ἐπιτηδευμάτων περίοδον. Τὸ δὲ τοιοῦτον ζῶον, τὸ σοφὸν, τὸ πρακτικὸν, τὸ δραστήριον, τὸ μνημονικὸν, τὸ ἐνταῦθα ὂν καὶ τὰ ἀλλαχοῦ βλέπον, διὰ τὸ ποικίλαις ἡδοναῖς καὶ διαφόροις πάθεσι περι έλκεσθαι, ἑνὸς ὀλιγώρως ἔχει, τῆς ἀληθοῦς ζωῆς καὶ τῆς οἰκείας σωτηρίας. Καὶ ὁ προβλέπων τροπὰς ἀέρων, τὴν ἀνάστασιν οὐχ ὁρᾷς· ὁ τὰς μεταβολὰς τῶν ἐνιαυτῶν εἰδὼς, τὴν μεταβολὴν οὐ βλέπεις τοῦ βίου· ὁ τὸν ἴδιον δοῦλον ἀπαιτῶν τὰς εὐθύνας ὧν δια πράττεται, τοῦ σοῦ κριτοῦ καὶ Κυρίου τῆς ἐξουσίας καταφρονεῖς.
Ταῦτα οὐκ ἔστι τοῦ λογικοῦ, ἀλλ' εἰς μωρίαν τὸ λογικὸν παρατρέποντος. ∆ικαιοσύνην οὐκ ἀσκεῖς, τὴν ἀρετὴν οὐ μανθάνεις, εὐχῆς ἀμελεῖς. Καὶ τοῦτο ἐδήλωσεν ἡ χθιζὴ ἡμέρα. Ποίοις γὰρ ὀφθαλμοῖς τὴν Κυριακὴν ὁρᾷς, ὁ ἀτιμάσας τὸ Σάββατον; Ἦ οὐκ οἶδας ὡς ἀδελφαὶ αὗται αἱ ἡμέραι; κἂν εἰς τὴν ἑτέ ραν ἐξυβρίσῃς,