1

 2

 3

 4

 5

 6

 7

 8

 9

1

Liber de cognitione dei

130.28 Εἴπερ ἐκ τῆς τῶν ἁπλῶν στοιχείων συνουσίας, γῆς λέγω, καὶ ὕδατος,

καὶ ἀέρος, καὶ πυρὸς, ἢ τῶν λε γομένων ἀτόμων κατ' Ἐπίκουρον τὰ ἐγκόσμια γεγέ νηται, εὑρεθήσεται τὸ γεννητὸν τοῦ ἀγεννήτου, καὶ τὸ ποιηθὲν τοῦ ποιήσαντος ἀσυγκρίτως κρεῖττον, καὶ τιμιώτερον, καὶ τοσοῦτον ὅσον ὁ ἄνθρωπος τῶν ἁπλῶν στοιχείων καὶ τῶν εἰρημένων ἀτόμων δια φορώτερος.

Πῶς δ' ἂν καὶ κατὰ φύσιν ἐναντία συν έδραμον ἀβλαβῶς εἰς ἑνὸς κόσμου συμπλήρωσιν; Πῶς δ' ἂν καὶ συνεφώνησαν οὐκ ἔχοντα βούλησιν, ἢ λόγον; Ἢ πῶς τῷ ἀνθρώπῳ λόγον ἀνέθηκαν τὰ παντελῶς ἄψυχα, καὶ ἄλογα, καὶ ἀναίσθητα; Ἔδει δὲ καὶ ᾧ τὸ πλέον τῆς σφετέρας οὐσίας ἀπεκλήρω 130.29 σαν, ἐλέφαντά φημι, ἢ εἴ τι τούτου μεῖζον, ἐκείνῳ μᾶλλον συναποκληρῶσαι καὶ τὸ κατὰ πάντων τῶν ὑποδεεστέρων ἡγεμονικὸν καὶ βασιλικόν. Ἀλλὰ μὴν τὸ πολλῷ τούτων λειπόμενον κατὰ σωματικὸν μέ γεθος καὶ ῥώμην ὁ ἄνθρωπος ἐκείνου κατάρχει διὰ τὸν λόγον, ὃν ἐκ τοῦ λόγον ἔχοντος ∆ημιουργοῦ πάν τως κατεπλούτησε. Πῶς δ' ἂν καὶ ἐκ τῶν εἰκῇ καὶ ὡς ἔτυχε φερομένων τὰ τεταγμένα γεγονέναι λέ γοιντο; 130.257 Ὁ νόμος μὲν, καὶ οἱ προφῆται, ὧν ἦν Χριστὸς πλήρωμα, τὰ περὶ τούτου πάντα λεπτομερῶς ἀνε γράψαντο, καὶ μὴν καὶ περὶ τῆς ἁγίας Τριάδος. Παρεντέθεινται δὲ σποράδην, καὶ ἀσαφείᾳ συνεσκιάσθη σαν τὰ πολλὰ κατὰ θείαν πρόνοιαν, ἵνα μὴ νηπιό φρονες ἔτι ὄντες Ἰουδαῖοι, καὶ μήπω νοεῖν ὑψηλότερα δυνάμενοι, εἰς ἀναξίας ὑπολήψεις ἐκκλίνωσι, καὶ πάθεσι τὸ ἀπαθὲς ἀπαγάγωσι.

Καὶ γὰρ ἐν Χωρὴβ τοῦ Θεοῦ λαλεῖν πρὸς αὐτοὺς ἀρξαμένου, παρῃτή σαντο τὴν τοιαύτην φωνὴν δι' οἰκείαν ἀσθένειαν, εἰπόντες· Οὐ προσθήσομεν ἀκοῦσαι τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ τὸ πῦρ τὸ μέγα οὐκ ὀψόμεθα ἔτι, οὐδ' οὐ μὴ ἀποθάνωμεν. Καὶ εἶπε 130.260 Κύριος πρός με, φησὶν ὁ ταῦτα γράψας Μωσῆς· Ὀρθῶς πάντα ὅσα ἐλάλησα Προφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σὲ, καὶ δώσω τὸ ῥημά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐ τοῖς, καθότι ἂν ἐντείλωμαι αὐτῷ. Ταῦτα μὲν οὕτως· ὁ δὲ νοῦς τῶν ῥημάτων, ὅτι Ἐπειδήπερ οὐ δύνανται νῦν ἀκούειν, προφήτην ἀναστήσω αὐτοῖς, καὶ τὰ ἑξῆς, ὃς ἀναγγελεῖ αὐτοῖς ὅσα τό γε νῦν ἔχον οὐκ ἰσχύουσι παραδέξασθαι. Ἐκ τούτων οὖν εἰσι τὰ περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, καὶ τὰ περὶ τῆς θείας ἐνανθρωπήσεως, καὶ ἁπλῶς ὅσα διὰ τοῦ Εὐαγγελίου νενομοθέτηται. Τὸ γὰρ ὥσπερ σὲ, τὴν ὁμοίωσιν κατὰ τὸ νομοθετεῖν ἐμφαίνει μᾶλλον. Ἀλλ' Ἰησοῦς μὲν ὁ τοῦ Ναυῆ οὔτε τοιαύτης οἵας ὁ Μωϋσῆς ἠξιώθη θεοφανείας, οὔτε νομοθέτης, ὡς ἐκεῖνος, ἐγέ νετο, οὔτε χάριν εὗρεν ὅσην ἐκεῖνος. Ὁ δὲ Χριστὸς κατὰ τὸ νομοθετεῖν ὅμοιος ἐκείνῳ γενόμενος, τἄλλα πάντα διαφερόντως ὡς ∆εσπότης ὑπέρκειται. Ὅτι δὲ οὐχ ὁ τοῦ Ναυῆ υἱὸς ἦν ὁ ἀνα στησόμενος προφήτης, ἄκουσον.

Εἴρηκε Μωϋσῆς ἐν τῷ ∆ευτερονομίῳ πρὸς τὸν λαὸν, ὅτι Προφήτην ἀνα στήσει Κύριος ὁ Θεός σου ἐκ τῶν ἀδελφῶν ἡμῶν, καὶ τὰ ἑξῆς. Ὁ δὲ τοῦ Ναυῆ πρὸ πολλοῦ ἦν κεχει ροτονημένος ὑπὸ τοῦ Θεοῦ διὰ τῶν χειρῶν Μωϋσέως, ὡς τὸ Λευϊτικὸν ἱστορεῖ. Λοιπὸν οὖν ἕτερος ὁ ἀνα στησόμενος παρὰ τὸν ἀναστάντα. Ἀλλ', ὡς ἔοικεν, ἀγνοοῦσιν οἱ Ἰουδαῖοι τὸ γεγραμμένον κατὰ τὸ συμπέρασμα τοῦ ∆ευτερονομίου μετὰ τὸν θάνατον τοῦ Μωϋσέως, ὅτι καὶ Οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ ὡς Μωϋσῆς, ὃν ἔγνω Κύριος πρόσωπον κατὰ πρόσωπον. Ἔδει μὲν οὖν ὅτε πρὸς τὸν Μωϋσῆν εἶπεν ὁ Θεὸς, ὅτι Προφήτην ἀναστήσω αὐτοῖς, τότε τοῦτο καὶ τὸν Μωϋσῆν εἰπεῖν πρὸς τὸν λαόν. Ἀλλ' αὐτὸς ἐν Χωρὴβ τοῦτο μαθὼν, ὕστερον εἶπεν αὐτὸ πρὸς τὸν λαὸν κατὰ τὸ ∆ευτερονόμιον, οἰκονομικῶς ἀναμένων τὴν Ἰησοῦ τοῦ