1

 2

 3

 4

 5

1

Apologia concilii Chalcedonensis (excerpta Graeca)

̓Εκ τῶν Εὐλογίου συνηγοριῶν περὶ τοῦ αὐτοῦ κεφαλαίου

I. Πᾶν ὃ κοινῶς καὶ ἐν πολλοῖς θεωρεῖται, οὐ τινὶ μὲν πλέον, τινὶ δὲ ἔλαττον ὑπάρχον, οὐσία ὀνομάζεται. Ἐπεὶ οὖν τῷ καθέ- καστον ἀνθρώπῳ ἐξ ἴσου πρόσεστι τὸ εἶναι σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ, ὅ ἐστιν ἀνθρωπότης, κατὰ τοῦτο τὴν ἀνθρωπότητα καὶ δύο οὐσιῶν ὑπάρχουσαν γνώρισμα μίαν φαμὲν οὐσίαν, ὡς κοινῶς ἐν πᾶσιν ἀνθρώποις καὶ ἐξ ἴσου θεωρουμένην· ἐπὶ δὲ τῆς ὑποστάσεως τοῦ Ἐμμανουὴλ οὔ φαμεν ποιῆσαι μίαν οὐσίαν τὴν ἕνωσιν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος, ἐπεὶ ἀνάγκη καὶ ἐν πολλοῖς θεωρεῖσθαι τὴν τοιαύτην οὐσίαν. Ἡ γὰρ φύσις, ὅ ἐστιν οὐσία, ἐν πολλοῖς ἐξ ἴσου θεωρεῖται, ὡς ἀποδέδεικται. Εἰ οὖν μίαν οὐσίαν φασὶ γενέσθαι τὰ δύο, πάντως που τῆς τοιαύτης οὐσίας μετειλήφασι καὶ ἕτεροι καὶ ἔσονται πολλοὶ ἐξ ἴσου τῷ Ἐμμανουήλ, ὅπερ οὐκ ἔστι, μηδὲ τοσοῦτον παραφρονήσειαν οἱ νῦν συκοφάν- ται, εἰ καὶ λίαν θεομάχοι καὶ τῆς ἀληθείας ἐχθροὶ καθεστήκασιν. II. Καὶ μεθ' ἕτερα. Τὴν ἀνθρωπότητα σύνθετον οὖσαν ἐξ ἀνομοίων πραγμάτων μιᾶς οὐσίας φαμὲν οὐ πρὸς τὴν διαφορὰν τῆς ψυχῆς καὶ τοῦ σώματος, ἀλλὰ πρὸς τὸ κοινὸν ἀφορῶντες, ὅτι κοινῶς ἐν πᾶσι τοῖς ὑπὸ τὸ αὐτὸ εἶδος ἀναγομένοις θεωρεῖται. Οὗτος γάρ ἐστι τῆς οὐσίας ὁ ὅρος, ὡς Βασίλειος ἐπαίδευσε λέγων· "6ὅτι ὃν ἔχει λόγον τὸ κοινὸν πρὸς τὸ ἴδιον, τοῦτον ἔχει ἡ οὐσία πρὸς τὴν ὑπόστασιν"6. Κατὰ τοῦτον οὖν τὸν τῆς κοινότη- τος λόγον μιᾶς οὐσίας φαμὲν τὴν ἀνθρωπότητα, ὅτι κοινῶς ἐν πᾶσιν ἀνθρώποις τοῖς καθέκαστον καὶ ἐξ ἴσου ὑπάρχει τὸ εἶναι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν. Οὗτος γὰρ ὁ ὅρος τῆς ἀνθρωπότητος. Ἐπὰν δὲ τὰ ἐξ ὧν ἐστι λογισώμεθα καὶ ψυχὴν ὀνομάσωμεν καὶ σῶμα σκοπήσωμεν, τὸ ἑτεροφυὲς καὶ τὰ ἴδια τῶν οὐσιῶν καὶ μετὰ τὴν ἕνωσιν οὐκ ἀρνηθείημεν. Εἰ γὰρ τῆς αὐτῆς οὐσίας τὸ σῶμα καὶ ἡ ψυχή, τῶν δὲ ὁμοουσίων ὁ αὐτὸς λόγος, φθαρτὸν δὲ τὸ σῶμα, οὐκοῦν ἄρα καὶ ἡ ψυχὴ διαφθείρεται καὶ τὸ λέγειν ἀθάνατον εἶναι τὴν ψυχὴν ψευδὲς ἀναδειχθήσεται διὰ τὰς ὑμῶν ἀνοήτους κενοφωνίας. III. 1. [Ἐκ τῶν συνηγορικῶν Εὐλογίου Ἀλεξανδρείας] πρὸς τοὺς λέγοντας· εἴ φατε τὸν Χριστὸν δύο ἔχειν οὐσίας, πάντως ἡ ἁγία τριὰς πᾶσαν

σεσάρκωται τὴν ἀνθρωπότητα. Ταῦτα τῶν ἐναντίων ὑπάρχει τὰ προβλήματα. Οἴονται γὰρ ἴσως μεριστὴν εἶναι τὴν τῆς θεότητος οὐσίαν, καὶ τὸ μὲν αὐτῆς ἐν πατρὶ θεωρεῖσθαι, τὸ δὲ ἐν υἱῷ, τὸ δὲ ἐν ἁγίῳ πνεύματι, ὡς ἑκάστης ὑποστάσεως ἐκ μέρους, ἀλλ' οὐκ ἐν πᾶσι τοῖς τῆς θεότητος ἰδιώμασι γνωριζομένης. Ἡμεῖς δὲ οὐκ εἰς τοσοῦτον ἀσεβείας ἠλάσαμεν, ὡς μερισμὸν ἡγεῖσθαι καὶ κατατομὴν περὶ τὴν θείαν ὑπάρχειν οὐσίαν, ἀλλά φαμεν ἑκάστην χαρακτηρι- στικὴν ὑπόστασιν ἀνελλιπῶς τὰ τῆς θεότητος ἔχειν γνωρίσματα, τὸ ἀγαθὸν, τὸ δημιουργικὸν καὶ ὅσα περὶ τὴν ἄκτιστον φύσιν ὑπάρχει. Οὕτω γὰρ καὶ ὁμοούσιον τὴν τριάδα φαμέν, ὡς τῆς αὐτῆς οὐσίας ὁλοτελῶς ἐν τρισὶ προσώποις γνωριζομένης. Καὶ γὰρ ὁ πατὴρ τελείαν ἔχει τὴν τῆς θεότητος οὐσίαν, ὁμοίως ὁ υἱός, ὁμοίως τὸ πνεῦμα τὸ ἅγιον. Ὅθεν τέλειος θεὸς ὁ πατήρ, τέλειος θεὸς ὁ υἱός, τέλειος θεὸς τὸ πνεῦμα. Τούτοις καὶ ὁ τῆς ἀληθείας κῆρυξ Παῦλος συνηγορεῖ φάσκων· Ἐν αὐτῷ