1
In illud: Credidi propter quod locutus sum
Τοῦ ἐν ἁγίοις ̓Ιωάννου τοῦ Χρυσοστόμου· Εἰς τὸ ̓Επίστευσα, διὸ ἐλάλησα. Φασί ποτε τὴν μέλισσαν κούφοις πτεροῖς δένδρεσι καὶ βοτάναις ἀνθοφόροις ἐφιπταμένην καὶ τὴν ἐν ταῖς τῶν ἀνθῶν ἰδέαις ἐγκειμένην νοτίδα ἀβλαβῶς λῃστεύουσαν τὸ γλυκύτατον κηρίον τοῦ μέλιτος τοῖς ἀνθρώποις ἐκεῖθεν πορίζεσθαι. Τοιοῦτοί εἰσιν οἱ τῆς ἐκκλησίας διδάσκαλοι· κούφῳ γὰρ τῷ πτερῷ τῆς διανοίας ἐπὶ τὸ καλλίχλοον ἔαρ τῶν γραφῶν ἐφιπτάμενοι καὶ τὴν ἐν τῷ γράμματι ἐγκειμένην νοτίδα τοῦ πνεύματος ἀρυόμενοι τὸ γλυκύτατον τῆς πίστεως μέλι εἰς τὰς τῶν ὑπηκόων καρδίας ἠρέμα ἐνραίνουσιν. ∆εῦρο δὴ καὶ ἡμεῖς, ἀγαπητοί, μιμησάμενοι τὴν μέλισσαν καὶ ταῖς ἀκτῖσι τοῦ ἡλίου τῆς δικαιοσύνης τὸν νοῦν ἐκθερμάναντες ἐπὶ τὸν ἀνθηρότατον λειμῶνα τῆς ψαλμῳδίας θερμῷ τῷ πνεύματι καταδράμωμεν. Τί γὰρ ἡμῖν ὁ ὑποψαλθεὶς ἀρτίως ψαλμὸς ἔλεγεν; Ἐπίστευσα, διὸ ἐλάλησα. Ποίαν δὲ ἔχει δύναμιν ὁ λόγος; Ἀναγκαῖόν ἐστι τὸ ἐν τῷ βάθει τοῦ γράμματος κείμενον μελισταγὲς νόημα ἀρυσαμένους ἡμᾶς πᾶσιν ὑμῖν τοῖς διψῶσι, καθ' ὃ μὲν ἰσχύομεν, πότιμον τὸ ῥεῦμα τοῦ λόγου κεράσαι.
Ἐπίστευσα, διὸ ἐλάλησα. Ὥςπερ οἱ βουλόμενοι ἐπί τινος πράγματος διηγήσασθαί τισι πρότερον αὐτοὶ ἐν πληροφορίᾳ γίνονται καὶ οὕτως ἄρχονται λεπτομερῶς τὸ πρᾶγμα διδάσκειν, ὡςαύτως καὶ ὁ προφήτης μέλλων διδάσκειν ἡμᾶς αὐτὸς ἐν πληροφορίᾳ πρότερον γίνεται περὶ τῆς τοῦ θεοῦ ὑπάρξεως καὶ τῆς ἐν Χριστῷ ἐλπίδος ἀποκειμένης τοῖς ἀνθρώποις· λέγει· Ἐπίστευσα, διὸ ἐλάλησα. Οὐκ ἦν 352 γὰρ αὐτῷ ἀσφαλές, μὴ πιστεύσαντι πρότερον καὶ πληροφορηθέντι περὶ ὧν ἔμελλε διηγήσασθαι, ἄρξασθαι τοῦ διδάσκειν· διὸ ἀναγκαίως προτάσσει λέγων· Ἐπίστευσα, διὸ ἐλάλησα. Τί δὲ καὶ ἐπίστευσα; Ἐπίστευσα τὸν θεὸν πατέρα εἶναι Χριστοῦ, οὐ κτίστην καὶ ποιητήν, ἀλλὰ γεννήτορα· καὶ τοῦτο πληροφορηθεὶς ἐπίστευσα, διὸ ἐλάλησα· οὐδὲ περιειργασάμην τὴν φύσιν τοῦ θεοῦ, ὁποία τε καὶ πόση ἐστίν, ἀλλ' ἐπίστευσα τὸν Χριστὸν θεοῦ εἶναι υἱόν, πρὸ αἰώνων ἀφράστως ἐκ πατρὸς γεννηθέντα, καὶ τοῦτο πληροφορηθεὶς ἐπίστευσα, διὸ ἐλάλησα. Ἀλλὰ τοῦτον τὸν ψαλμὸν εἰ καὶ ἔχουσιν Ἰουδαῖοι, ψάλλειν ἀληθείᾳ οὐ δύνανται· οὐ γὰρ ἐπίστευσαν τὸν θεὸν πατέρα εἶναι τοῦ Χριστοῦ οὐδὲ ἔγνωσαν τὸν Χριστὸν υἱὸν εἶναι θεοῦ· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. Τοῦτον τὸν ψαλμὸν εἰ καὶ ἔχουσιν Εὐνομιανοὶ καὶ Ἀρειανοί, ἀλλ' ἐν ἀληθείᾳ ψάλλειν οὐ δύνανται· οὐ γὰρ ἐπίστευσαν τὸν θεὸν εἶναι γεννήτορα τοῦ Χριστοῦ, ἀλλὰ κτίστην καὶ ποιητήν, οὐδ' αὖ πάλιν ἐπίστευσαν τὸν Χριστὸν εἶναι υἱὸν τοῦ θεοῦ, κτίσμα εἶναι αὐτὸν λέγοντες καὶ ποίημα· Χριστὸν δὲ ἀθετοῦντες τὸν πατέρα ἀθετοῦσιν.
Ἄκουε τῆς γραφῆς λεγούσης· Εἴ τις τὸν υἱὸν οὐκ ἔχει, οὗτος οὐδὲ τὸν πατέρα ἔχει. Ἐπίστευσα, διὸ ἐλάλησα. Τοῦτον τὸν ψαλμὸν εἰ καὶ ἔχουσι Μακεδονιανοί, ψάλλειν ἐν ἀληθείᾳ οὐ δύνανται· οὐ γὰρ ἐπίστευσαν τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐκ πατρὸς ἐκπορευόμενον ἀρρήτως εἶναι θεόν· τὸ δὲ ἅγιον πνεῦμα οὐκ ἔχοντες, οὐδὲ τὸν Χριστὸν ἔχουσιν. Ἄκουε Παύλου λέγοντος· Εἴ τις τὸ πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Πᾶς οὖν ὁ ὀρθῶς πιστεύων εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τοῦτο λέγει· Ἐπίστευσα, διὸ ἐλάλησα. 353 Ἴδωμεν δὲ καὶ τὸν ἑξῆς στίχον, τί βούλεται λέγειν· μετὰ τὸ Ἐπίστευσα, διὸ ἐλάλησα· Ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Ἀλλ' ὁ μὴ νοῶν δοκεῖ ἀνακόλουθον εἶναι τὸν στίχον· ἀλλ' ἐὰν νοήσῃ ἕκαστος ἡμῶν, καθὼς καὶ ∆αυὶδ ἐνόησε, περὶ τοῦ θεοῦ καὶ περὶ ἑαυτοῦ λέγει· Ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Ὀφθαλμοῖς καρδίας τὴν ἀνέκφραστον καὶ ἀνεκδιήγητον τοῦ θεοῦ μεγαλειότητα θεωρήσας, ὅτι ὅσον ὁ οὐρανὸς διαφέρει μύρμηκος, τοσοῦτον θεὸς