Historiae

 φυλάξαι, τοὔνομα μέντοι μηκέτι κατὰ τὸ πάτριον καλουμένους ἀλλάξασθαι, καὶ τούς γε βασιλεῖς Βυζαντίου ἐπὶ τὸ σφᾶς αὐτοὺς Ῥωμαίων βασιλεῖς τε καὶ αὐτοκ

 ταῦτα ἐπικαταβάντας ἐς τὴν κάτω Ἀσίαν, ἐπὶ Φρυγίαν, Λυδίαν τε καὶ Καππαδοκίαν, τὰ ἐς τήνδε τὴν χώραν ὑποχείρια σφίσι ποιήσασθαι. καὶ νῦν ἔστιν ἰδεῖν,

 βραχεῖ δὴ ὀλβίους ἀποδεικνύναι καὶ οὕτω δὴ συχνοὺς τῶν νομάδων ἐπιγενομένους αὐτῷ συμπολεμῆσαι τε αὐτῷ ἅμα καὶ συνδιενέγκαι τὸν πόλεμον ἐπὶ τοὺς ὁμόρο

 φαύλην καταλιπόντα τελευτῆσαι ἐν Προύσῃ. τοῦτον δὲ ἴσμεν ἡμεῖς τοῦ γένους τοῦδε τά τε ἄλλα ὡς οἷόν τε ἄριστα καθιστάντα, καὶ τὴν ἀρχὴν ἐς τὸ ἐπιτηδειό

 τῆς Ἀσίας τὰ ἔμπαλιν γενόμενοι ἴεντο πεζοὶ ἐπὶ τὴν Χερρόνησον, αὖθις ἐν νῷ ἔχοντες, ὅτῳ ἂν δύναιντο τρόπῳ, ἐς τὴν Ἀσίαν διαβῆναι. καί πῃ καὶ σπονδὰς τ

 μὲν οὖν τὴν πόλιν. ἐνταῦθα ὡς ἡ ἀγγελία ἦλθεν ἐς τὸν Ἑλλήνων βασιλέα, τήν τε Νίκαιαν πολιορκεῖσθαι καὶ τοὺς ἐν τῇ πόλει, εἰ μή τις ἐπαμύνοι σφίσι, προ

 καὶ Ἀμουράτην. Σουλαϊμάνης μὲν οὖν ὁ Ὀρχάνεω τὴν βασιλείαν παραλαβὼν τοῖς τε Ἕλλησιν ἐπιὼν ἐπολέμει αὐτίκα, καὶ ἀνδράποδα ἀπὸ τῆς ἐς τὴν Ἀσίαν Ἑλλήνων

 ἐπαφεὶς ἀπέδραμέ τε καὶ ἀνεχώρει. καὶ ἦν ἐπὶ τούτου τὰ Ἑλλήνων πράγματα προσδόκιμα ἐπὶ τὸν ἔσχατον ἀφίξεσθαι κίνδυνον, ὑπὸ σφῶν τε αὐτῶν περιτρεπόμενα

 καὶ οὔτε φυλακὰς ἔχοντας τοὺς πολεμίους ἑώρα αὐτούς τε τὰ πολλὰ παρὰ Τέαρον ποταμόν, ὡς ὕδωρ κάλλιστόν τε παρέχεται πιεῖν καὶ ὑγιεινότατον, θέρους δὲ

 κατὰ τὴν οἰκουμένην ἐθνῶν, εἴτε ἀπὸ Ἰλλυριῶν μοίρας ἀπεσχισμένον ταύτην ᾤκησε τὴν χώραν, εἴτε, ὡς ἔνιοι, ἀπὸ τῆς πέραν τοῦ Ἴστρου 1.31 ἐπ' ἐσχάτων τῆς

 νεώτερον Ἐμμανουῆλον ἔπεμψεν ἐς Πελοπόννησον ἡγεμόνα τοῦ Μιζιθρᾶ, τὸν δὲ πρεσβύτερον καθίστησι βασιλέα τοῖς Ἕλλησιν. Ἰωάννης δὲ ὁ τοῦ Ἀνδρονίκου παῖς,

 ἕκαστον ἐπὶ τὰ ἑαυτοῦ. ἐνταῦθα διαπρεσβευσαμένους σπονδάς τε αἰτεῖσθαι, καὶ συμβῆναι αὐτῷ, ἐφ' ᾧ ἕπεσθαι τούτους, ᾗ ἂν ἐξηγοῖτο τοῦ λοιποῦ στρατευόμεν

 χεῖλος τῆς χαράδρας, ὡς ἐγγυτάτω γενόμενος τοῦ στρατοπέδου τῶν πολεμίων, ὡς ῥᾷστα ἐπακούοιτο, φωνῇ τε μεγάλῃ ἐπικαλούμενος ὀνομαστὶ ἄνδρα ἕκαστον, ὡς

 ἀχθόμενοι ἐχρῶντο οἱ τῆς πόλεως, ἢ ὡς ἐχρῆν, ὡς εἶχε, τάχιστα ἀπηλλάττετο διὰ θαλάττης ἐπὶ τὸν πατέρα αὐτοῦ ἐν νῷ ἔχων ἀπιέναι. ὡς δὲ ἐπιπέμπων αὐτῷ ὁ

 Ὀρχάνεω, καὶ πρότερόν μοι δεδήλωται. καὶ νῦν δὲ τοσάδε ἂν λέγοιτο ἐς ὑπόμνησιν ἱκανῶς. Ἰωάννης γὰρ ἐπείτε κατέσχε τὴν βασιλείαν, συνελάσας Καντακουζην

 μισθωσάμενον ἵππους ἀφικέσθαι ἐς Προῦσαν παρὰ βασιλέα Ἀμουράτην. 1.49 Μετὰ δὲ ταῦτα ἐστρατεύετο ἐπὶ Τριβαλλοὺς καὶ ἐπὶ Ἐλεάζαρον τῶν Τριβαλλῶν ἡγεμόνα

 τε ὑπὸ χεῖρα αὐτοῦ καὶ τοῖς ἡγεμόνων παισὶν ὡς μετριώτατα. καὶ τιμῆσαι δὲ ἄνδρα ἕκαστον καὶ προσειπεῖν ἑτοιμότατος, καὶ τοὺς μεθ' ἑαυτοῦ ἐξοτρῦναι εἰς

 καὶ πολίσματα ἄττα ἑλὼν ἠνδραποδίσατο, καὶ τήν τε Ἀλβανῶν χώραν ἐπιπέμψας στράτευμα ἐληΐζετο ἔστε ἐπὶ τὴν ἐς τὸ Ἰόνιον παράλιον χώραν, καὶ τὴν περὶ Ἐπ

 Ἑλλήνων βασιλέε περὶ τῆς Βυζαντίου βασι 1.58 λείας, ἐτάξατο φόρον ἀπάγειν ὁ Ἐμμανουῆλος ἐς τρισμυρίους χρυσίνους, καὶ ἑαυτὸν ἄγοντα ἐπὶ στρατιὰν ἕπεσθ

 Εὐρώπην διαβάς, στρατεύματα ἐπιπέμπων ἔστε Μακεδονίαν, τὴν πρὸς τὸν Ἰόνιον τοὺς ταύτῃ Ἀλβανοὺς καὶ τὴν χώραν ἐδῄου, καὶ πολίσματα ἄττα ἑλὼν τῆς Ἀλβανῶ

 ἀπὸ τοῦ Πυρηνίου ὄρους, ὅθεν καὶ ὁ Ταρτησὸς ῥέων ἐπὶ τὸν πρὸς ἑσπέραν ὠκεανόν. καὶ ἔστι μὲν ἡ ἄνω Γερμανία, ἐφ' ὅσον δὲ προϊοῦσα καθήκει ἔστε Κολωνίαν

 οἱ μὲν Γέτας γενέσθαι τὸ 1.68 παλαιόν, καὶ ὑπὸ τὸν Αἷμον οἰκοῦντας, ὑπὸ Σκυθῶν κακουμένους, ἀναχωρῆσαι ἐς τήνδε τὴν χώραν, ἣν καὶ νῦν οἰκοῦσιν· οἱ δέ

 Σιγισμοῦνδος διακινδυνεύσας τὰ ἔσχατα, καὶ παρὰ βραχὺ ἁλῶναι διαφυγών, ἐμβὰς ἐς τριήρη κατὰ τὸν ποταμὸν 1.71 ἔπλει ἐς Βυζάντιον παρὰ βασιλέα Ἑλλήνων.

 τὴν χώραν μὴ βάσιμον εἶναι τοῖς ἐναντίοις, μηδὲ εὐπετῆ χειρωθῆναι. ἐφεπόμενος δὲ ἀπεδείκνυτο ἔργα ἄξια λόγου, μαχόμενός τε, εἴ τι διασπασθὲν τῶν πολεμ

 ἤθη ἕκαστος. ὕστερον μέντοι ὡς τοῦ ἐπιγιγνομένου θέρους, ὡς οὐ παρεγένετο Βυζαντίου βασιλεὺς ἐπὶ τὰς θύρας καὶ ἠγγέλλετο τῷ Παιαζήτῃ μηδὲ ἐλθεῖν τοῦ λ

 τῇ Ἰβηρίᾳ, καὶ πρὸς ἄρκτον τῇ Γερμανίᾳ, καὶ πρὸς ἑσπέραν τῷ ὠκεανῷ καὶ ταῖς Βρετανικαῖς νήσοις· διήκει δὲ ἀπὸ Ἄλπεων τῶν ἐκτὸς Ἰταλίας ἔστε ἐπὶ ὠκεανὸ

 γενόμενοι ἀγαθοί. καὶ Ὀρλάνδον μὲν τόν γε στρατηγὸν ὑπὸ δίψους ἐκπολιορκηθέντα ἀποθανεῖν, Ῥινάλδον δὲ διαδεξάμενον τὸν πόλεμον καταλιπεῖν τοῖς Ἰβηρίας

 τρέπεσθαι, γυνή τις τὸ εἶδος οὐ φαύλη, φαμένη ἑαυτῇ χρηματίζειν τὸν θεόν, ἡγεῖτό τε τῶν Κελτῶν ἐπισπομένων αὐτῇ καὶ πειθομένων. ἐξηγεῖσθαί τε τὴν γυνα

 τοὐλάχιστον δὲ ἐπὶ ἕνδεκα. νυκτὸς μὲν οὖν καὶ ἡμέρας ἀπορρέοντα πλημμυρεῖ αὖθις ἐπανιόντα. σελήνης δὲ κατὰ μέσον οὐρανὸν γιγνομένης, ἔστε τὸν καθ' ἡμᾶ

 τοῦ Σπάρτης ἀρχιερέως κοινῇ τε συνιόντες σφίσι λόγον ἐδίδοσαν, καὶ συνίσταντο ἀλλήλοις, καὶ συνετίθεντο ὡς οὐδενὶ ἐπιτρέψοντες εἰσελθεῖν ἐς τὴν πόλιν

 τῶν δὲ Σκυθῶν καὶ νῦν ἔτι ἀνὰ τὴν Εὐρώπην πολύ τι πλῆθος πολλαχῇ σκεδασθέντων ἔστιν ἰδεῖν. καὶ ὑπὸ Ἀμουράτεω μέντοι ἐν τῇ Μακεδονίᾳ ἡ περὶ Θέρμην καὶ

 ποιῶν ἐκείνῳ τε χαριῇ, καὶ τὸ ἐν τῇ Ἀσίᾳ γένος καὶ ἐν τῇ Εὐρώπῃ χάριν εἰσομένους σοι διὰ τοῦτο. εἰ δέ τι παρὰ τὰς συνθήκας πεποιημένοι εἶεν, ἐπετράπον

 ὑπέρ τε τῆς ἐν τῷ Εὐφράτῃ πόλεως Μελιτηνῆς καὶ ὑπὲρ τῶν ἡγεμόνων τῶν παρ' ἡμῖν διατριβόντων. Οὕτω μὲν οὖν ἤλαυνε Τεμήρης ὁ βασιλεὺς ἐπὶ Παιαζήτην, πρ

 ἱπποφορβός τε ἦν, καὶ τοῖς τε περὶ αὐτὰ δὴ τὰ χωρία τὰς φορβὰς ἐπινεμομένοις συνιών τε καὶ διαλεγόμενος συνέθετο αὐτοῖς, ὡς ἀπὸ κλοπῆς σφίσιν, ἢν δύνω

 τοὺς ξένους, εἰ τυγχάνοιεν παραγενόμενοι ἐς τὸ στρατόπεδον σίτου δεόμενοι. ὥστε νεύματι τοῦ μεγάλου βασιλέως κινεῖσθαι πάντα δὴ τὸν στρατόν, ἐφ' ὅ τι

 ἐξαμαρτάνουσιν ἐς ἡμᾶς ὁτιοῦν. ἢν δέ μοι καὶ ταύτην παραιτουμένῳ χαρίσαιο τὴν ἁμαρτίαν, καὶ πλείω τούτων σοι γένοιτο ἀγαθά. Ταῦτα λέγων οὐκ ἔπειθε φά

 Ἀραβίαν, ὅτι Καδουσίοις ὑπ' αὐτοῦ πολεμουμένοις συνεμάχει αἰτιασάμενος, ἐστρατεύετο. καὶ δὶς μὲν ἐμαχέσατο τῷ Ἀράβων στρατεύματι, καὶ οὐδ' ὣς ἠδυνήθη

 πρότερον ἐπιπεμφθεῖσιν ὑπὸ θεοῦ ἐς τὴν οἰκουμένην νομοθέταις. κάθαρσιν δὲ ἡγοῦνται τήν τε περιτομὴν σφίσι πάντων δὴ μάλιστα, ἐν ᾗ καὶ γάμους ποιοῦνται

 πόλεις ἑλὼν ἐνίας, ὑπεκομίζετο ἐπὶ Σαμαρχάνδης. Σκύθας δὲ ὡρμημένους ἐπυνθάνετο ἀπὸ Τανάϊδος τήν τε χώραν αὐτοῦ ἐπιδραμεῖν καὶ ληΐσασθαι οὐκ ὀλίγα· χα

 οἴκου τῶν βασιλέων, ὄνομα δὲ τούτῳ Ἀτζικερίης. οὗτοι μὲν οὖν ὡς ἐπετράποντο σφᾶς τούτῳ τῷ βασιλεῖ, ἐς τήνδε ἀφικόμενοι τὴν χώραν, ἐπελάσαντες ἐς τὸν Ἴ

 τοὺς ταύτῃ τῶν Λιβύων διαβάντας, καὶ Προυσίων πρός τε τοὺς Σαμώτας καὶ Σκυθῶν τοὺς νομάδας, αὐτοῦ 1.124 ταύτῃ ἀγχοῦ τὸ παλαιὸν ᾠκισμένους, καὶ Ῥοδίων

 1.127 καὶ Μιγκρελίων καὶ Σαρματῶν, καὶ ἀνδράποδα ὡς πλεῖστα ἀγό1.127 μενοι ἐπὶ τὸν Βόσπορον, ἐπὶ Καφᾶν πόλιν καὶ ἐς τὴν Μαιώτιδα καλουμένην λίμνην ἀπά

 στρατεύματα, καὶ ἐμάχοντο, μάχης τε καρτερᾶς γενομένης οὐδέν τι πλέον ἔσχον οἱ Σκύθαι. μετὰ δέ, ὡς ὠσάμενοι εἴχοντο τοῦ ἔργου ἐντονώτερον οἱ Σκύθαι, ο

 φρονοῦντες· ἀλλ' ὅσοι μέν εἰσιν Ἀρμένιοι πλεῖστοι ἀνὰ τὴν χώραν ταύτην, Μονοθελῆται δὴ καὶ Ἰακωβῖται καὶ Μανιχαῖοι πάμπολλοι. διήκει δὲ ἡ χώρα τοῦ τῆς

 σπονδάς τε ἐποιήσατο καὶ εἰρήνην, ξυνηνέχθη αὐτῷ τὰ ἐς τοὺς ἀπὸ τῆς κάτω Ἀσίας Τούρκων ἡγεμόνας ἀφῖχθαί τε παρ' ἑαυτόν, καὶ τὰ περὶ τὴν Μελιτήνην. ἐπο

 παραγίνεσθαι ἐς τὰς Τεμήρεω θύρας. καὶ ἢν ταῦτα ποιῇ, φίλον τε καὶ ἐπιτήδειον ἔσεσθαι Τεμήρεω βασιλέως· ἢν δὲ μὴ ποιήσῃ, χρῆσθαι αὐτῷ ὡς πολεμίῳ βασιλ

 ταῦτα, ὡς ἐν τῇ Ἀρμενίων ἐγένετο ἐπὶ Τεμήρην στρατευόμενος, ἐβουλεύετο ὡς δὴ κράτιστα τὴν μάχην ποιήσαιτο. μεταπεμψάμενος δὲ τοὺς ἀρίστους ἐς βουλὴν κ

 στρατιώταις ἐν κέρδει ἐσομένων ἡμῖν καὶ οὐκ ἀπολουμένων. ἤν τε ἐφ' ἡμῖν γένηται, πολλαπλάσια ἕξομεν κερδανοῦντες· ἤν τε ἐπὶ τῷ Πέρσῃ, ἄμεινον ὂν ταύτῃ

 πολίσματα δὲ ἐρημώθη ὅτι πλεῖστα, τῶν ἱπποδρόμων τοῦ Τεμήρεω ἀνὰ τὴν χώραν τοῦ Παιαζήτεω διαθεόντων ἁπανταχῇ. Περὶ δὲ τὸν Παιαζήτην τοιόνδε ξυνηνέχθη

 ἐπικερτομῆσαι βασιλέων παισί τε καὶ γυναιξί, καὶ ἐξυβρίζεις ἐς τοὺς σοὺς τῇ φύσει δεσπότας. τούτῳ μὲν τοιαῦτα λέγοντι γέλωτά τε ἐποίει τοὺς λόγους, κ

 τῆς χώρας τῆς ἐντὸς Γάγγου καὶ Ἰνδοῦ, καὶ καταστρεψάμενον τὴν ταύτῃ χώραν τὰ βασίλεια ἐν ταύτῃ δὴ τῇ πόλει ποιήσασθαι· ξυμβῆναι δὲ τότε γενέσθαι ὑφ' ἑ

 Σαμαρχάνδην παρεστήσατο. οὐ πολὺ δὲ ὕστερον τῶν ἐννέα βασιλεῖ συμμάχῳ χρησάμενος καὶ ἐν τῷ Ταβρέζῃ πόλει εὐδαίμονι Ἀσσυρίων τὰ βασίλεια ποιησάμενος πρ

 αὐτοῦ ταύτῃ τῷ ἀδελφῷ καὶ τρεψάμενος πολλά τε τοῦ στρατεύματος αὐτοῦ ἐν τῇ μάχῃ διέφθειρε, καὶ δὴ καὶ Ἰησοῦν ζωγρήσας διεχρήσατο βασιλεύσαντα ἔτη τέσσ

 ἐξελαύνοντι ἐφείποντο. Μουσουλμάνης μὲν δὴ οὕτω τὰ πράγματα ἔσχεν ἀμφὶ ταῖν ἠπείροιν, γενναιότατα δὲ πάντων, ὧν ἡμεῖς ἴσμεν, πρὸς τὸν ἀδελφὸν διαγωνισ

 Ἐμμανουῆλος, ὁ τοῦ βασιλέως παῖς, τὰ ἐς γνῶσιν καὶ φρόνησιν οὐδενὸς λειπόμενος, ἐπὶ τὸ ἐξηγεῖσθαι ἐς πόλεμον ἱκανός τε ἐδόκει ἐν τῷ τότε παρόντι καὶ η

 συνέμισγον καὶ ἐμάχοντο. μετ' οὐ πολὺ δὲ ἐτράπετο τὸ ἀπὸ τῆς Ἀσίας στράτευμα, καὶ ὥρμητο ἐς φυγήν. Μεχμέτης μὲν δὴ ὁ χορδίνης ἐπὶ Ἀλίην Παιαζήτεω παῖδ

 μέντοι ἐπὶ τὸ στρατόπεδον. καὶ ὡς ᾔσθοντο αὐτὸν τὰ στρατεύματα λελωβημένον, φεύγοντες ᾤχοντο πρὸς τὸν ἀδελφόν. ἐνταῦθα δὴ καὶ αὐτὸς οὐδὲν ἐπέχων δρόμῳ

 ἀνδρῶν εἴ τινα τήν τε χώραν ἀφελόμενοι οἱ πολέμιοι ἐπιδιώκοιεν, ἐνταῦθα γενόμενος ᾤκει. μεγάλης δὲ τῆς 1.175 πόλεως ἐν βραχεῖ γενομένης πολλοί τε Ἑλλή

 διεπρεσβεύοντο. καὶ ἐν ἀπόρῳ δὲ ὄντες οἱ ἐν τῇ πόλει, καὶ οὐκ ἔχοντες, ὅ τι γένωνται, ὑπακοῦσαί τε τοῖς Ἰανυΐοις ἔφασαν ἕτοιμοι εἶναι, καὶ 1.178 ὡς ἂν

 ἀνήκεστα πρὸς τοῦ θηρὸς ἐπεπόνθεισαν· ἤνυον δὲ οὐδέν. οὗτος δὴ ὁ Μαριάγγελος, πρῶτος τῆς οἰκίας ταύτης, Βρετανὸς δὲ τὸ γένος, θεράποντα ἐξοπλίσας πανο

 γερουσία κλητῶν καλουμένη, ἀμφὶ τοὺς τριακοσίους. αἱροῦνται δὲ τούτους ἤδη καὶ τὰς λοιπὰς ἀρχὰς ἐν τῇ μεγάλῃ βουλῇ, ἐπιλεξάμενοι τοὺς τἀμείνω φρονοῦντ

 αὐτοκράτορας, ἐπειδὰν πολεμεῖν ἐξέρχωνται, καὶ ἰδίᾳ κατ' ἐνιαυτὸν τὰς δέκα τριήρεις, ἃς ἐπιπέμπουσιν ἔτους ἑκάστου ἔστε τὸν Ἰόνιον καὶ ἐς τὸ Αἰγαῖον τ

 ναυτικῷ. οὗτοι μὲν προῄεσαν ἐπὶ Προικόνησον, μετεώρους ἔχοντας τὰς ναῦς αὐτῶν. ἡ δὲ Πελοποννησία ὑπολέλειπτο ὡς ὕστερον ἀναγομένη. ἐνταῦθα ὡς ἀγχοῦ ἐγ

 τοῦ πρὸς Μεχμέτην πολέμου. 1.192 τούτους μὲν οὖν Ἕλληνες εἶχον ἐν φυλακῇ ἐπὶ συχνόν τινα χρόνον, μετὰ δὲ ταῦτα ἤγαγον ἐς τὴν Λῆμνον καὶ ἐς τὴν Ἴμβρον,

 Ἤλιδος τὰ πλείω καὶ δὴ καὶ Πύλον καὶ Μεσήνης χώραν οὐκ ὀλίγην, ἔστε ἐπὶ Λακωνικὴν ἐλάσαι. τὴν μέντοι μεσόγαιον τῆς Πελοποννήσου κατεῖχον αὐτοὶ τότε Πε

 ἔτι ἐς ἡσυχίαν ἐνδιδόντες. μετὰ δὲ ταῦτα οἱ τῆς Νεαπόλεως ἄρχοντες, ἀπὸ Κερκύρας τῆς νήσου ὁρμώμενοι (εἶχον δὲ τότε τὴν νῆσον οἱ Παρθενόπης βασιλεῖς)

 Θηβῶν πόλιν· τὴν γὰρ Κόρινθον κατέλιπε τῷ κηδεστῇ αὐτοῦ Θεοδώρῳ τῷ βασιλέως ἀδελφῷ. τὴν δὲ Ἀθηνῶν πόλιν, ἀφελόμενος ταύτην τὸ πρόσθεν τοὺς Κελτίβηρας

 ἐπιτήδειον ἀδελφόν. καὶ μετὰ ταῦτα μεταπεμπόμενος τοὺς Πελοποννησίους ἐς Ἰσθμὸν τόν τε Ἰσθμὸν ἐτείχισε καὶ φυλακὴν καταστησάμενος αὐτοῦ ἀπῄει ἀποπλέων

 αὐτοὺς καθιστάναι βασιλέα, (τριήρεσι γὰρ διεκώλυον τὴν διάβασιν Ἀμουράτεω ἐπὶ τὴν Εὐρώπην, καὶ τήν γε Προποντίδα τε καὶ Ἑλλήσποντον εἴργοντες ἐς τὴν δ

 ἔσεσθαι, μήτε τοῦ λοιποῦ ἂν στερῆσαι αὐτούς ποτε. πείσας μὲν οὖν τότε τοὺς Ἕλληνας ἤλαυνεν ἐς τὸ πρόσω τῆς Εὐρώπης, καὶ προσεχώρει τε αὐτῷ σύμπαντα ὡς

 ταύτῃ ὁρμιζομένῃ, συντίθεται τῷ νεὼς δεσπότῃ διαπορθμεῦσαι αὐτόν τε ἅμα καὶ τοὺς νεήλυδας 2.7 καὶ τοὺς τῶν θυρῶν αὐτοῦ καὶ ἅπαν τὸ στράτευμα ἐς τὴν Εὐ

 ἐπιλεξάμενος ἐνταῦθα ἔχει ὡς ἀνδρῶν παῖδας ἀγαθῶν γενομένους. Καὶ αἱ μὲν θύραι, ὡς ξυνελόντι μοι φάναι, οὕτω τετάχαται· δύο δὲ ὑπὸ βασιλέως ἐς ξύμπασα

 οὖν Ἕλληνες πρέσβεις τε ἔπεμπον παρὰ Ἀμουράτην καὶ ἐδέοντο· ὁ δὲ ἀπεπέμπετο καὶ οὐ προσίετο τὴν ἀξίωσιν. μετὰ δὲ ταῦτα, ὡς πειρωμένοις τοῖς Ἕλλησι τῶν

 Ἑλληνὶς μεγάλη τε οὖσα καὶ εὐδαίμων ἑάλω ὑπὸ Ἀμουράτεω. τὴν μέντοι πόλιν ἐπέτρεπε τοῖς αὐτοῦ ταύτῃ τῶν περιοίκων ἐνοικῆσαι. 2.15 Αὐτὸς δὲ οἴκαδε ἐπανι

 αὐτοῦ, καὶ ἄνδρας τοὺς παρὰ σφίσι πρωτεύοντας ἄλλους τε δὴ καὶ Νοταρᾶν τὸν Λουκᾶν ὄλβιον ἐπιπέμψασι, σπονδὰς ἐποιήσατο. ὁ μὲν οὖν Ἑλλήνων βασιλεύς, ὡς

 ἐπιπέμψας ἐδῄου τὴν χώραν. καὶ τότε δὴ οὖν, ὡς ἐπύθετο ὁ τῶν Τριβαλλῶν ἡγεμὼν ἐπιέναι ἐπ' αὐτὸν βασιλέα, πρέσβεις τε ἐπεπόμφει, καὶ ἠξίου σπονδὰς ποιε

 πρότερον ἔτι παραγενόμενον ἐπὶ τὰς βασιλέως θύρας ἐπυθόμεθα ἐπαγαγέσθαι βασιλέα, καὶ ἐπιτρέπειν τὴν χώραν αὐτῷ διαθεῖναι, ᾗ ἂν αὐτῷ δοκοίη. Ταῦτα μὲν

 αὐτῇ ῥέων ἐκδιδοῖ ἐς Ἴστρονοὗτος μὲν δὴ ὁ τῶν Ἰλλυριῶν βασιλεύς, ὡς δῃουμένης αὐτῷ ὑπὸ Ἰσάμου τῆς χώρας, ὡς στρατόν τε συναγαγὼν ἤνυεν οὐδέν, οὐδὲ ἐς

 ἡγεμόνα αὐτῶν. τούτου γὰρ δὴ τὸν πατέρα ἐξελάσας ἐκ τῆς χώρας Παιαζήτης ὁ Ἀμουράτεω, καὶ Μύρξαν τῶν Κανίνων ἡγεμόνα καὶ συχνοὺς ἄλλους ἄρχοντας τῆς τῇ

 ἅμα ἦρι ἐδόκει ἐξελαύνειν. μετὰ δὲ συμβουλεύσαντος Σαβατίνεω εὐνούχου, ἀνδρὸς τὰ ἐς πόλεμον αὐτοῦ πολλαχῇ γενομένου, ἐπέτρεψέ τε τὸν στρατὸν αὐτῷ, καὶ

 στρατηγὸν καθεῖλέ τε καὶ ἐτρέψατο, νίκην ἀνελόμενος εὐδοξοτάτην, ἀφ' ἧς δὴ τὰ Παιόνων πράγματα ἐπανῆκεν ἐπὶ τὴν πρότερον σφῶν κατάστασιν γενόμενα, ἀφ'

 τὴν ἀρχὴν οὕτως ἔσχεν αὐτῷ τὰ πράγματα· Ἀμουράτης δὲ μετὰ ταῦτα ἐπὶ Κολχίδα γῆν τριήρεις ἔπεμψε, τήν τε χώραν δῃῶσαι καὶ ἀνδραποδίσασθαι τὴν πόλιν, ἢν

 ξυμφοραῖς μὲν οὖν πολλαχῇ περιέπεσεν ἡ πόλις αὕτη, ἐς ἀνήκεστα κακὰ προαγομένων τῶν τῆς πόλεως γενῶν ἐπ' ἀλλήλους, καὶ τοὺς σφῶν αὐτῶν πολεμιωτάτους ἐ

 οὐκ ἐπαύσατο διὰ παντός, ἐς ὃ δὴ ὁ τοῦ Μεδιολάνου ἡγεμὼν ἐτελεύτησεν. Οὗτος δὲ ὁ Ταρακονησίων βασιλεὺς τῆς τε Βαλεντίας βασιλεύων καὶ Ταρακῶνος καὶ τῆ

 λέντιον ἐπιδοῦναι, τούτῳ δὴ φιλοφρονεῖσθαι βασιλέα ἐς τὴν συνουσίαν. Ἀλλὰ ταῦτα μὲν ἐς τοσοῦτον λεγόμενα παρίεμεν, οὐκ εὐπρεπῆ ὄντα· μετὰ δὲ τὴν τελευ

 γὰρ ἀπὸ Ταρακῶνος ἐπαγόμενοι οἱ τῆς Ναβάρης χώραν ἐνοικοῦντες, ὅτι γυναῖκα ἐγεγαμήκει τοῦ βασιλέως θυγατέρα, καὶ σφίσιν ἐστήσαντο βασιλέα κατὰ τὰ σφῶν

 διαπολεμῶν. καὶ φόρον μὲν ἀπάγει ὁ τῆς Γρανάτης Λιβύων βασιλεὺς τῷ Ἰβήρων βασιλεῖ, ὁπότε σπένδοιτο· πολλάκις δὲ ἐπελαύνων πολιορκεῖ τε τὴν πόλιν καὶ τ

 ἤλαυνον ἐπὶ τὸ στρατόπεδον· τὰς δὲ ἰσχάδας ὡς κατὰ 2.55 μίαν ἑκάστην διασχίζοντες ἐνέβαλον ἐντὸς χρύσινον ἕνα, καὶ συνετέθειντο αὖθις. τὸ δὲ νόμισμα τ

 τῆς Ἀσίας τυράννων παρεκάλει ἐπὶ τὴν ἀπόστασιν. ἐπὶ τοῦτον δὴ ἀναζεύξας Ἀμουράτης ὁ Μεχμέτεω ἐστρατεύετο, καὶ Τουραχάνην τὸν Θετταλίας ὕπαρχον ἐπέστελ

 ἠδύναντο ἐπιβῆναι τοῦ τείχους, ἀμυνομένων τῶν Ἑλλήνων κατὰ τὸ καρτερόν. ἐνταῦθα, ὡς οὐδὲν αὐτοῖς προεχώρει, διέστησάν τε καὶ ἀπέπλεον ἐπὶ Ἰταλίας. ἡ μ

 ἐργαζομένους. ποίει τε, ὅπως ἐξαπαλλαγῇς ταύτης τῆς γυναικός· μηκέτι αὐτῇ συνοικοίης. ἀλλ' ἀπόπεμψον καὶ τὸν νεανίαν. ὁ δὲ ὡς ἐπύθετο, ἐν θαύματι μὲν

 ταλαντεύοιντο. αἱροῦνται δὲ ἄρχοντας τῶν πραγμάτων τῆς πόλεως καὶ σημαιοφόρον παρ' αὐτοῖς καλούμενον, τριμηνιαίους τὴν ἀρχήν, ἐς οὓς τὰ πράγματα τῆς π

 σφίσι ξύνοδον κατὰ τὴν Ἰταλίαν, Μάρκῳ τε τῷ Ἐφέσου ἀρχιερεῖ, οὐδὲ τὴν ἀρχὴν τιθεμένῳ τῷ τῶν Λατίνων δόγμαται τὸ παράπαν, καὶ Σχολαρίῳ τῷ τότε παρ' Ἕλλ

 παρόντας αὐτῷ τελευτῶντι. μετὰ μὲν οὖν τὴν τελευτὴν τούτου μετεπέμποντο Φραγκίσκον τὸν Σφορτίαν ἐπίκλην, καὶ στρατηγὸν ἀποδειξάμενοι ἐνεχείρισαν αὐτῷ

 ἱππέας ἀμφὶ τοὺς ἑξακισχιλίους καὶ νίκην ἀνείλετο περιφανῆ. οὐ πολλῷ δὲ ὕστερον ἐπελαύνων ἐπὶ τὴν πόλιν, ᾗ καὶ τὸ πρότερον διέτριβε, καὶ πράττων διεπρ

 τὸ μὲν τῷ παιδὶ εἰς τὴν ἡγεμονίαν ἐκδιδόασι, τὸ δὲ αὖ τῷ ἑτέρῳ παιδί, ὥστε μὴ διαφορὰν αὐτοῖς ἐγγίνεσθαι, ἐς ἱερωσύνην καταλείπεσθαι. καὶ τὸ ἀπὸ τοῦδε

 αὐτοῦ βασιλέα ἧκέ τε ἐς Βυζάντιον, καὶ οὐ πολλῷ ὕστερον ἑάλω αὐτός τε καὶ ὁ τῆς γυναικὸς ἀδελφὸς ὑπὸ βασιλέως Ἑλλήνων Ἰωάννου. καὶ ἐν φυλακῇ χωρὶς ἀπ'

 παραστήσω, ὥστε μήτε αὐτοὺς μήτε τοὺς λοιποὺς τοὺς πρὸς ἑσπέραν ἐθελῆσαί ποτε ἐναντία σοὶ ἐπιέναι. 2.84 Ταῦτα μὲν Χασίμης ὁ Μαζάμεω παῖς ἔλεγε· σιωπώ

 τὰ μάλιστα, ἀμυνομένοις ἐδέδοκτο. τήν τε εἴσοδον ἐφύλαττον, ᾗ ἐδύναντο, ὡς κράτιστα ἀμυνόμενοι. καὶ ἐπειρῶντο μὲν παριέναι οἱ Παίονες καὶ βιάζεσθαι το

 Ἀσίαν ἐπιπέμψας, καὶ τὴν ἀρχὴν τῆς Θετταλίας ἑτέρῳ ἀνδρὶ ἐπέτρεπε διοικεῖν. Καὶ Τουραχάνης μὲν οὕτω ἐς τὴν εἱρκτὴν ἐγένετο· Γεώργιος δὲ ὁ Τριβαλλῶν ἡγ

 πολίχνιον, Πίνδου μέντοι τὸ κατὰ τὴν Φαναρίου πόλιν ᾠκημένον, ἄρχοντά τε λαμβάνει ἀπὸ βασιλέως. τὸ δὲ αὖ κατὰ τὴν Ἀχαΐαν καθῆκον Ἀραβαῖοι ᾤκουν ἄνδρες

 τε βασιλεῖ πέμπων ἀγγέλους ἐπῆρεν ἐπὶ Πελοπόννησον στρατεύεσθαι. ἀλλὰ ταῦτα μὲν ὕστερον χρόνῳ πολλῷ ἐγένετο· τότε δὲ ὑπὸ τῷ Πελοποννήσου ἡγεμόνι, βασι

 στρατεύεσθαι ἐπὶ τὴν Εὐρώπην, ξυμπαραλαμβάνοντες ∆ᾶκάς τε καὶ ∆ρακούλην τὸν Μύρξεω παῖδα, ὡς παρών τε ἐς τὸν πόλεμον συμπροθυμοῖτό τε καὶ συνεπιλάβοιτ

 ἀπαγγέλοι τῷ Ἀμουράτῃ εἴτε εἰρήνην. εἰ μὲν γὰρ εἰρήνη αὐτῷ εἴη πρὸς Ἀμουράτην, ἐχρῆν ἐλαύνοντι διὰ τοῦ Πόντου τὴν χώραν αὐτοῦ ἀγοράν τε ἅμα παρέχειν κ

 στρατόπεδον. εἰώθει γὰρ γένος, μετά γε Σκύθας τοὺς νομάδας πάντων δὴ μάλιστα, ὧν ἡμεῖς ἴσμεν, φεῦγον αὖθις ξυνίστασθαί τε αὐτῷ καὶ ἐπανιέναι ῥᾳδίως κα

 βασιλεὺς γὰρ ὢν προσφέρεσθαι βασιλεῖ δίκαιος ἂν εἴης. Ταῦτα ἀκούσαντα τὸν νεανίαν ἔπειθέ τε ὁ λόγος ἔργων οἷα μεγάλων ὀρεγόμενον, καὶ ὡς εἶχε τάχους,

 συλλαβὼν ἄμφω ἀνεῖλεν αὐτίκα. Οὗτος μὲν οὖν ἐκομίζετο ἐπ' οἴκου, καὶ οὐ πολλῷ ὕστερον στρατηγόν τε εἵλοντο αὐτὸν καὶ ἐπιστάτην τῶν πραγμάτων σφίσιν, ἤ

 τῆς χώρας ὅποι γένοιτο, παρῆν ἐς τὰς Θήβας, ὅτε καὶ ὁ Νέρης αὐτῷ παρεγένετο, στρατὸν ἀγόμενος ἀπὸ Ἀθηνῶν. ἐλ 2.113 θὼν δὲ ἐπὶ τὰς Παγὰς ἐστρατοπεδεύετ

 τροφῆς ἱκανὰς ἔχοντες, οἱ δὲ ἡμιόνους, οἱ δὲ συναμφότερα, οἱ δὲ καὶ ἵππους, ὥστε διπλάσια γίγνεσθαι τὰ ὑποζύγια τοῦ στρατοῦ. πάρεξ δὲ τούτων περιάγει

 τοὺς χιλίους, ὡς διὰ τὴν μεσόγαιον ἐλαύνειν, αὐτὸς δὲ διὰ τῆς Σικυῶνος ἤλαυνεν εὐθὺ τῆς Ἀχαΐας. ἀφικόμενος ἐς Σικυῶνα, τὴν μὲν πόλιν, ἐν ᾗ ἡμέρᾳ ὁ Ἰσθ

 ἐπολιόρκει, καὶ τηλεβόλοις τε ἔτυπτε τὸ τεῖχος, καὶ κατέβαλε μέρος οὐκ ὀλίγον. μετὰ δὲ ταῦτα προσέβαλε σὺν τοῖς νεήλυσιν ὡς ἐξαιρήσων τὴν πόλιν, καὶ ὡ

 Κρούην πόλιν αὐτῶν. ἐνταῦθα δὲ ὑπεξαγαγὼν τὰς γυναῖκας καὶ τὰ παιδία 2.124 κατέθετο ἐς τὰς τῶν Οὐενετῶν πόλεις, τοὺς δὲ ἄνδρας κατέλιπεν ἐν τῇ πόλει ἀ

 καὶ Ἀριανίτην, ἐν νῷ ἔχων αὐτοὺς προσιόντας ἐς τὸ πρόσω τῆς Εὐρώπης συμμῖξαι· οὕτω γὰρ προείρητο καὶ τοῖσδε. ἐπεὶ δὲ ἐς Κόσοβον τὸ πεδίον Ἀμουράτης ὁ

 ἐμοὶ οὐδέν, αὐτίκα ἐπεγειρόμενος ἀφ' ὕπνου ὁ λαγὼς ᾤχετο φεύγων, ὡς ᾔσθετο τοῦ θορύβου, καὶ οἱ κύνες μὲν ἐς βραχὺ ἐπεδίωξαν, οὐ μέντοι εἷλον. τότε δὴ

 πολεμίων. καὶ νῦν δὲ οὕτω δοκεῖ. ὁρᾶτε γάρ, ὡς αἱ θύραι τοῦ βασιλέως ἑστήκεισαν οὐδαμῇ ὡρμημέναι ἐπὶ τὴν μάχην, οὐδὲ ἀνακινδυνεύειν ἐθέλουσιν, ὡς τὸ π

 2.135 τε ποιεῖτε ὑμεῖς ἄνευ τε δόλου καὶ ἀπάτης, φίλοι τε εἶναι ὑμεῖς τοῦ λοιποῦ. καὶ ἤν τι, ὧν ὑμεῖς λέγετε, ἐξειργασμένον τῷ βασιλεῖ χάριν θείητε, ἴ

 Τούρκους ἐς τὸν ποταμὸν τὸν Μοράβαν καλούμενον παρὰ τὸ χεῖλος, καὶ αὐτὸς συσκευασάμενος ἀπήλαυνεν ἐπ' οἴκου. Ὁ δὲ Ἰωάννης ὡς φεύγων ἀπεχώρει ἐπὶ τὸν Ἴ

 ἀκροπόλει. ὁ δὲ πείθει τόν τε ἄρχοντα τῆς ἀκροπόλεως καὶ τὴν φρουρὰν ἐπιθέσθαι ἅμα αὐτῷ τῷ ἡγεμόνι καὶ καταλαβεῖν τὴν πόλιν. ἐξενεγκόντος δέ τινος τῶν

 τὴν βασιλείαν παριὼν ἀνεῖλεν, ὕδατι ἐπιστομώσας αὐτοῦ τὴν ἐμπνοήν. ἀνεῖλε δὲ τοῦτον σαραπτάρης οἰνοχόος αὐτοῦ, ὄνομα δὲ ἦν τούτῳ ..., ὃς οὐ πολλῷ ὕστε

 ὑποχείρια ἐποιεῖτο. ταῦτα μὲν οὖν ἐς τοσοῦτον ἐγένετο. 2.147 ΛΑΟΝΙΚΟΥ ΑΠΟ∆ΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ Η. Τοῦ δ' ἐπιγιγνομένου θέρους Μεχμέτης ὁ Ἀμουράτεω, παρασκευ

 ὑποζυγίων διπλασίω ἂν τούτων ἀριθμὸν ξυμβαίνει γενέσθαι ἐς τὸ τοῦ βασιλέως στρατόπεδον· ὑποζύγια γὰρ νομίζεται ἐς τὸ στρατόπεδον περιάγεσθαι πολλαπλάσ

 βασιλέως πύργους καθίστασαν ἐπὶ ξύλων μετεώρους τέσσαρας καὶ ἐπιπύργια, ὡς αὐτίκα πῦρ ἐνήσοντες ᾗ αὐτά. οὐ μέντοι γε προεχώρησε τὰ ὀρύγματα· οἱ γὰρ Ἕλ

 βασιλέως, σῖτον ἐπιφέρουσαι. τοῦτο μὲν ὡς ἐπύθετο, τάχιστα ἐπλήρου τάς τε τριήρεις καὶ πλοῖα, καὶ ἔπεμπεν ἐπὶ τὰς ναῦς ἤδη ἐγγὺς οὔσας καὶ ἐπιφερομένα

 ὃν δ' ἂν αἴσθωμαι ἐν σκηναῖς ἀναστρεφόμενον καὶ μὴ μαχόμενον ἐς τὸ τεῖχος, οὐδ' ἂν εἰ πετόμενος κατὰ τὰ πτηνὰ ἀποδραίη, ἱκανῶς ἔσται αὐτῷ ἀποφυγεῖν, μ

 καὶ οὗτοι μὲν οὕτως, ὡς πλεῖστοι ἐν οὐδενὶ λόγῳ ἀπώλοντο, ἐπειγόμενοι φθῆναι ἐς ἀλλήλους, ἔπιπτον ἐς ἐκεῖνο τὸ θέαμα, καὶ τὰς πύλας κεκλεῖσθαι σώμασι

 ἤχθη, ἐς Γαλατίαν ἀπεδόθη, καὶ ἐσβὰς ἐς ναῦν ἀπέδρα ἐπὶ τὴν Πελοπόννησον. εἰ μὲν οὖν αὐτὸν ἔγνω βασιλεύς, ὡς εἴη καρδινάλιος Ἰσίδωρος, ἀνεῖλέ τε ἂν αὐ

 ταῦτα οὐκ ἀνασχετά ἐστι, βασιλέα ἀφαιρεῖσθαι τοὺς παῖδας ἡμῶν, οὐδὲν ἔχων, ὅ τι ἂν ἡμῖν ἐν τῷ παρόντι ἐπιμέμψασθαι, ἐπεί τε συνέγνω ἡμῖν τὴν ἁμαρτίαν

 αὐτὸν χρήμασι θεραπεύων, καί ποτε ὡς εἶδε τεταραγμένον τῇ φήμῃ, χρήματα ἐπιπέμψας ἐκέλευε θαρρεῖν καὶ μὴ πείθεσθαι τοῖς χαλεπόν τι ὑποθεμένοις αὐτῷ, ἥ

 συμβαλὼν στρατηγῷ Ῥαοὺλ τοῦ ἡγεμόνος ἑάλω καὶ ἐξεκόπη τὼ ὀφθαλμὼ ὑπὸ τοῦ ἡγεμόνος. τούτους μὲν οὕτω αἰτιασάμενος, ἐπελαύνοντος Ἀμουράτεω, Λουκάνην δὲ

 ἐλαύνων ἅμα τοῖς Τούρκοις ἐπὶ Βορδονίαν χώραν ἐρυμνήν, ἐς ἣν καταθέμενοι παῖδάς τε καὶ γυναῖκας οἱ Ἀλβανοὶ ἐπὶ τῷ στόματι τεῖχός τε ἐπῳκοδόμησαν καὶ π

 τὸν Ἴστρον. ἐνταῦθα γενόμενος, τὰ στρατεύματα μὲν αὐτῷ ξύμπαντα ἐπέδραμον τὴν Τριβαλλῶν χώραν, καὶ ἀφιππάσαντο τὴν χώραν ληϊσάμενοι, αὐτὸς δὲ ἐπολιόρκ

 Μπελογράδη στρατεύματι πολλῷ) πληρώσας καὶ αὐτὸς πλοῖα τὰ κράτιστα, ὅσα ἐπῆν αὐτῷ ἐν τῇ Μπούδῃ, κατέβη διὰ τοῦ ποταμοῦ 2.180 ὡς ναυμαχίαν ποιησόμενα μ

 αὐτῶν. οἱ δὲ ἄλλοι, ὡς ἐς τὸ τεῖχος ὥρμηντο καὶ ἑώρων καὶ ἐνταῦθα τοὺς Παίονας ἐς τὰς ἐπάλξεις, ἐβιάζοντό τε τοὺς Παίονας καὶ ὑπερθέοντες ἤγοντο ἐς τὴ

 καὶ ὑπὸ τοῦ λοιμοῦ, ὃς ἐπεγένετο τοῖς Παίοσιν ἐς τὸ στρατόπεδον καὶ ἐπίεζεν αὐτοὺς πάνυ, ὥστε μηδὲ ἀναπνεῦσαι ἐπὶ συχνόν τινα χρόνον. Ἰωάννης δὲ αὐτός

 Χεδρεχαβάρεω τοῦ ἀντεπάρχου κώνειον ἐμπιόντα ἀποθανεῖν. ἀγόμενος δὲ τοῦ Κελτῶν βασιλέως θυγατέρα οὐκ ἔφθη τὸν γάμον ποιήσασθαι· ἐτελεύτησε γὰρ πρὶν ἢ

 πράγμασι, παρακαλοῦντες συμβαλέσθαι ἐς τὸν ἐπὶ τοὺς βαρβάρους πόλεμον. 2.191 Ταῦτα μέντοι τῷ Πίῳ ἀρχιερεῖ ἐπεποίητο ἁμιλλωμένῳ ἐς τοὺς προτέρους αὐτοῦ

 ἀπέπεμπεν ἐπὶ τὴν ἀρχὴν αὐτοῦ. οὗτος μέντοι ἐπανιὼν ἐπὶ τῆς χώρας αὐτοῦ ἐπέμενεν ἐπιόντα τὸν βασιλέως στρατόν, καὶ ἐρυμνὴν οὖσαν τὴν χώραν κατεῖχεν, ἔ

 ταῦτα ἡγεμόνα τῶν θυρῶν ἀπέδειξεν. ἐπεί τε μὲν οὖν Ζάγανον τὸν ἑαυτοῦ κηδεστὴν ἐξήλασεν ἐκ τῆς τιμῆς, τὰ πάντα οὗτος ἐγένετο, ἐγεγόνει δὲ οἷος οὐδείς

 στρατεύηται. τὴν μὲν οὖν δεκάτην καὶ παρὰ τὸν φόρον, βοστίναν οὕτω καλουμένην, ἀποφέροντες οἱ τῶν πόλεων ἄρχοντές τε καὶ ὕπαρχοι καὶ στρατιῶται τόνδε

 καταλαμβάνῃ, ὑποσταίη τε ἀντιωσόμενος καὶ διακωλύῃ τούτους τὴν χώραν βλάπτειν τὴν ἑαυτοῦ ἐπιόντας. οὗτος μὲν παραλαβὼν τὸ τῆς Εὐρώπης στράτευμα, ἐς ὀκ

 πολίχνην, οὔτε ἀνδραποδισάμενος οὔτε ἄλλο ἀεικὲς ἐργασάμενος, σὺν γυναιξί τε ἅμα καὶ παισὶν ἐς Βυζάντιον κατέπεμψε κατοικήσοντας. τῶν τε Ἀλβανῶν τῶν ἐ

 δὴ τῷ βασιλεῖ, ὡς τήν τε ψυχὴν αὐτοῦ ἴσμεν που 2.208 γενναιοτάτην οὖσαν πάντων τῶν πρότερον γενομένων ἀπὸ τῶν Ὀτουμάνων βασιλέων, καὶ τήν τε δύναμιν μ

 πεντακοσίους στατῆρας, τῷ δὲ ἡγεμόνι, ἐφ' ᾧ τό τε Αἴγιον καὶ Πάτρας καὶ τὴν περίοικον παραδιδόναι ἡμῖν. εἰ δὲ μή, αὐτίκα ἅμα ἐπιόντα με γινωσκόντων.

 ἀκροπόλεως ὄλβον καὶ τὰ σαυτοῦ ἀπιέναι, καταλιπόντα τῷ βασιλεῖ τὴν ἀκρόπολιν. ταῦτα ἀκούσας ὁ νεανίας ᾐτεῖτό τε πίστιν, ἐφ' ᾧ ἐμπεδῶσαι αὐτῷ παρὰ βασ

 ἀμύνεσθαι. ταῦτά τε ἀνεβόησεν ὁ Ἰονούζης, καὶ λαβὼν τοὺς ἱπποδρόμους ἔθει ἐπὶ τοὺς Ἕλληνας. οἱ δὲ ὕστατοι ἐδέξαντο μὲν τοὺς πρώτους, μετὰ δέ, ὡς ἐπιγ

 Τραπεζοῦντος ∆αβίδ, τόν τε φόρον ἀπάγων καὶ τὰς σπονδὰς ἐμπεδῶν. οἱ γὰρ Κολχίδος βασιλεῖς λέγονται μὲν γενέσθαι πρότερον Βυζαντίου βασιλεῖς, τῆς Κομνη

 καὶ τοῦ βασιλέως, διήρχετο ἅμα τῇ τοῦ στρατοῦ βουλόμενος θαλάσσῃ εἰσβαλεῖν κατὰ τοῦ ζύχη, ὅποι ἂν εὕρηται τοῦτον· ὁ γὰρ ζύχης Ἀρταβίλης κατέσχε τὴν το

 αὐθεντεία καὶ Κορίου καὶ Καχετίου καὶ Τυφλισίου, σύνεγγυς οὖσαι αἱ πόλεις αὗται τοῦ Σαμαχίου, Τούρκων οἰκούντων ἐν αὐτῷ καὶ ἐχόντων χωρὶς κάτωθεν τοῦ

 ἐπολιόρκησε μὲν ἐπὶ βραχύ, πιεζόμενος δὲ ἀνεχώρει, αὖθις ἀνῄει παρὰ βασιλέα, ἐπικουρίας δεόμενος. ξυνηνέχθη δὲ καὶ μετὰ Ὀμάρεω τοῦ Θετταλίας ὑπάρχου,

 χαλεπότητι τοῦ χωρίου, παρεσκευάζοντο ἀμύνεσθαι τοὺς ἐπιόντας σφίσι πολεμεῖν, τὸν βασιλέως στρατόν. οἱ μὲν οὖν νεήλυδες, ὡς ἐσημαίνετο αὐτοῖς ἡ προσβο

 ταύτας μέντοι, ὡς ἐξῆλθον τῆς πόλεως, παραλαβόντες ἤλαυνον ἐς τὸ στρατόπεδον. βασιλεὺς δὲ πυθόμενος ὡς ἕκαστα ἐγένετο τὰ περὶ Ἐπίδαυρον, τὴν μὲν γυναῖ

 αὐτοῦ πολισμάτων. οἱ γὰρ Ἕλληνες ὡς ᾔσθοντο βασιλέα καταστρεψάμενον τὴν μεσόγαιον καὶ διαφθείραντα ἄνδρας ὡς πλεί 2.234 στους τῶν πόλεων, ὥρμηντο μὲν

 κατιόντες ἐς τὸ στρατόπεδον συνέμισγον τοῖς Τούρκοις. βασιλεὺς δὲ συναγαγὼν τούς τε τῶν θυρῶν καὶ ἱπποδρόμων, ὅσοι παρῆσαν, ἠφίει ἐπὶ τοὺς Ἀλβανοὺς ὡς

 Τοῦ δ' ἐπιγιγνομένου θέρους, ὡς τὸ ἔαρ ἐπεγένετο, ἐστρατεύετο Μεχμέτης ἐπὶ τὸν Κασταμονίης τε καὶ Σινώπης ἡγεμόνα, αἰτιασάμενος, ὅτι Χασάνῃ τῷ μακρῷ ἐ

 ὑπεξεχώρει ἐκ τῆς πόλεως, ἐς τὴν Εὐρώπην διακομιζόμενος ἐπὶ τὴν χώραν, ἣν αὐτῷ παρέσχε βασιλεύς. ἐνταῦθα ὡς παρέλαβε τε τὴν πόλιν ὁ βασιλεύς, καὶ Ἰσμα

 ἀπέστειλε Χασάνης ὁ ἐμὸς παῖς, εὐνοῶν μὲν τοῖς σοῖς πράγμασι, καὶ οὔτε ἀχθόμενος τῇ εὐδαιμονίᾳ τῇ σῇ, οὔτε ἀπαγορεύων χαρίζεσθαί σοι, ἐφ' ὅ τι ἂν αὐτῷ

 Ἑλλήνων ἡγεμόνι τῆς Πελοποννήσου ∆ημητρίῳ εὐδαιμονίαν τε ἐδωρήσατο καὶ νήσους καὶ Αἶνον πόλιν εὐδαίμονα, καὶ ἐν ἀσφαλεῖ ὢν κάθηται εὐδαιμονῶν. ἢν δὲ μ

 βασιλεῖ, δηλοποιοῦντα, ὅπως εἷς ἐκ τῶν υἱῶν τοῦ βασιλέως ἢ ὁ ἀνεψιὸς αὐτοῦ, ὡς εἴρηται, ἀφίξηται πρὸς τὴν ∆έσποιναν, τὴν γυναῖκα τοῦ Μακροῦ Χασάνη οὖσ

 βασιλέως, ὡς ἂν αὐτῷ κρατύνοιτο τὴν ἀρχήν, καὶ μὴ μεταστάντων αὖθις τῶν τῆς ∆ακίας ἀνδρῶν πρωτευόντων πράγματα ἔχοι, ἐπαγομένων αὐτῶν τοὺς Παίονας συμ

 μέντοι πέμπων ἁπανταχῇ ἐκέλευεν αὐτῷ παρεῖναι τὴν στρατιὰν ἐξωπλισμένην καλῶς, καὶ τοὺς ἱπποδρόμους αὐτῷ ἕπεσθαι ξύμπαντας ἐς τήνδε τὴν στρατείαν. οἱ

 μέλας Μπόγδανος ἤϊεν ὁμόσε ὡς ἐσβαλῶν ἐς τὴν τῶν ∆ακῶν χώραν, ἐκωλύετο δὲ ὑπὸ τῆς μιᾶς μοίρας τοῦ στρατοῦ, ἥτις ἐτέτακτο ταύτῃ φυλάσσειν τὴν χώραν. Βλ

 ἀφικόμενοι οἱ Τοῦρκοι ἔμενον, ᾗ ἐσκήνουν ἕκαστος ἱδρυμένος. καὶ κήρυκες βασιλέως ἀνὰ τὸ στρατόπεδον ὡς ἐς αὐτίκα ἐσβα 2.260 λόντα τὸν Βλάδον, ἐν τῷ στ

 παρηγγύα νυκτός τε καὶ ἡμέρας αὐτῷ εἶναι τὰ στρατεύματα. προελαύνων δὲ οὕτω συντεταγμένῳ τῷ στρατεύματι ἐς τὸ πρόσω τῆς ∆ακίας ἀφίκετο ἐπὶ τὴν πόλιν,

 ἀποδεικνυμένους, διέβαινον δὲ τὸν Ἴστρον σπουδῇ πολλῇ. βασιλεὺς δὲ Ἁλίην τὸν Μιχάλεω ὄπισθεν ἕπεσθαι τῷ στρατῷ παραγγείλας, ὡς ἐστρατοπεδεύσατο παρὰ τ

 στρατεύεσθαι ἐπὶ Λέσβον. ὁ δὲ ἡγεμὼν τῆς Λέσβου ∆ομίνικος, Ἑλληνιστὶ δὲ Κυριακός, νεώτερος ἀδελφὸς ὢν τὸν πρεσβύτερον διαδεξάμενον παρὰ τοῦ πατρὸς τὴν

 παρασκευὴν τοῦ πολέμου ἐκέλευε διὰ θαλάσσης ἐκκομίζεσθαι ἐς τὴν νῆσον, αὐτὸς δὲ ἀφικόμενος ἔς τι πεδίον ἐπεραιοῦτο ἐς τὴν νῆσον. αὐτός τε καὶ οἱ τῶν θ

 εἶδος, τὸ σῶμα ἐς δύο τέμνειν. καταθέντες οὖν τὴν τομὴν ἐς τὸ διάφραγμα, ὅθεν ξυμβαίνει ἴσχειν ἐπὶ πολὺ τῆς τελευτῆς διὰ τοῦτο τὸν διαφθειρόμενον. ἐγκ

 καὶ τὴν ἐπὶ τῶν Σκοπίων γέφυραν ἐπ' Ἀξιῷ ποταμῷ καὶ βασίλεια ἐν Ἀδριανουπόλει, πέραν τοῦ Τεάρου, ᾗ δὴ ἐς τὸν Ἕβρον ἐκδιδοῖ· καὶ πολίχνην μὲν ἐν τῇ Ἀσί

 βασιλέως κήρυκι, ὡς ἕτοιμος μὲν εἴη ὁ φόρος καὶ ὡς παρεσκεύαστο, οὐ μέντοι γε προθυμεῖται ἐπιπέμποντα τῷ βασιλεῖ τὰ χρήματα στέρεσθαι τούτων αὐτόν, οὐ

 Ἰλλυρισὸν ποταμὸν ναυσίπορον ὄντα διέβη. ὁ δὲ πεζὸς στρατὸς ναυσίν, ἃς αὐτοῦ ναυπηγεῖσθαι ἐκέλευε. τοὺς δὲ ἵππους 2.282 ἀφῆκεν ἐς τὸν ποταμὸν διαβῆναι

 ᾤκηται μὲν ἐν χωρίῳ τινὶ ἑλώδει. καὶ ἕλη παρ' αὐτὴν μεγάλα, διὰ πολλοῦ διατείνοντα, ἐχυρὰν ποιεῖ καὶ οὐ βάσιμον. τότε δὲ ὑπὸ καύματος ἀποξηρούμενόν τε

 τὸν πατέρα καὶ συχνοὺς ἀνελόντα τοῦ στρατοῦ αὐτοῦ, ἀθέμιτα προσφερόμενον τῷ πατρὶ αὐτοῦ καὶ ὑπεναντία τῆς δίκης. ἐπρεσβεύετο μὲν οὖν καὶ οὗτος θαμὰ ὡς

 Οὐενετοὶ ἐχαλέπαινον ἐπιφερομένων σφίσι τῶν βασιλέως ὑπάρχων καὶ χαλεπῶν ὄντων τοῖς ὑπηκόοις, ἐνέμενον δ' ὅμως ταῖς σπονδαῖς, καραδοκοῦντες, ᾗ ἀποβήσε

 καὶ διαβάλλων τοὺς ἐπιστάτας αὑτῷ τὰ πρόσφορα ἐπιτηδεύει, καὶ κατὰ βραχὺ μεγάλα προσποιούμενος ἄφνω ἀπαρασκεύοις εἰ δύναιτο ἐπεισπεσεῖν, παραλαβών, ἅτ

 ἀπαγγέλλουσαι. μετὰ δὲ αὐτίκα ἐδόκει πρέσβεις μὲν ἐς τὸν μέγαν ἀρχιερέα πέμπειν, καὶ ἐπὶ Παίονας αὐτίκα πρέσβεις πέμπειν ὡσαύτως, χρήματα ἔχοντας. οἱ

 τῷ πολέμῳ ἀπέθανον, οἱ δὲ καὶ ἑάλωσαν ὑπὸ Τούρκων. ταῦτα μέντοι ὑμῖν ἐν τῷ παρόντι ἐπιμεμφόμεθα. τιμωρεῖν δὲ ὑποδεχόμεθα αὐτίκα μάλα διαβάντες τὸν Ἴστ

 πλεύσων τὴν Αἴγιναν. ὡς δὲ ἐπὶ Αἴγιναν ἀφίκετο, αὖθις ἐκέλευεν αὐτὸν διαπορθμεῦσαι ἐς Εὔβοιαν. ἐπιβὰς δὲ ἐς τὴν Ἀττικήν, ἐντεῦθεν ἀφίκετο παρὰ βασιλέα

 Μαχουμούτην ἐς Θετταλίαν. τὸν 2.303 δὲ ἐπιφρασάμενον τὰ γράμματα, συσκευασάμενον ἐντεῦθεν ἐς τὸ πρόσω ἐλαύνειν, ἐλάσαντα ἀγχοῦ Βοιωτίας, ἀφικνεῖται ἀγ

 τοῦ βασιλέως ἡ δύναμις ἐκποδών τε ἀπῴκισται, καὶ αὐτῶν γε δὲ τῶν Οὐενετῶν ἡ δύναμις ἐς τὰ μάλιστα ἤθροισται. εἰ γὰρ τὸν βασιλέως θεράποντα ἐπιόντα σφί

Historiae

ΛΑΟΝΙΚΟΥ ΑΠΟ∆ΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ Α. Λαονίκῳ Ἀθηναίῳ τῶν κατὰ τὸν βίον οἱ ἐς ἐπὶ θέαν τε καὶ ἀκοὴν ἀφιγμένων ἐς ἱστορίαν ξυγγέγραπται τάδε, ὥστε δὴ χρέος τοῦτο ἐκτινύναι τῇ φύσει ἅμα οἰόμενος καὶ μηδὲν αὐτῶν ἀκλεῶς ἔχειν ἐς τοὺς ἐπιγιγνομένους ξυνενεχθέντων, ὡς ἐμοὶ δοκεῖ, οὐδαμῇ ἐλασσόνων τῶν κατὰ τὴν οἰκουμένην ποτὲ γενομένων μνήμης ἀξίων. τῆς τε Ἑλλήνων φημὶ τελευτῆς τὰ ἐς 1.2 τὴν ἀρχὴν αὐτῶν ἐπισυμβεβηκότα, καὶ Τούρκων ἐπὶ μέγα δυνάμεως καὶ ἐπὶ μέγιστον τῶν πώποτε ἤδη ἀφικομένων. ἀφ' ὧν δὴ τὴν τοῦδε τοῦ βίου εὐδαιμονίαν ἐπὶ τἀναντία φερομένην ἐπιλεγόμενος ἴσχειν αὐτῇ καὶ ἄλλοτε ἄλλως, θέμις ἡγοῦμαι εἶναι περὶ ἀμφοῖν τούτοιν μνήμην ποιεῖσθαι οὐκ ἀεικῆ. ξυγγραφὴν δὲ τήνδε ἀποδεικνύμενοι ἐπιμνησόμεθα καὶ περὶ ἄλλων τῶν κατὰ τὴν οἰκουμένην γενομένων, οὐκ ἀμφὶ τόνδε τὸν ἐπ' ἐμοῦ χρόνον, οἷς τε αὐτὸς παρεγενόμην θεασάμενος, καὶ τἆλλα ἀπό τε τοῦ εἰκότος, μάλιστα δὲ συμβαλλόμενος, καὶ ὡς ἔτι παρὰ τῶν τὰ ἀμείνω φρονούντων ἐδόκουν πυθέσθαι περὶ αὐτῶν, ἀλλ' ᾗ ἂν εἰς μάλιστα ἔχοι ὡς ἀσφαλέστατα ἐπὶ τὸ ἄμεινον ἀληθείας εἰρῆσθαι. μὴ δὲ ἐκεῖνό γε πάνυ ἐκφαύλως ἔχον ἡμῖν, ὡς Ἑλληνικῇ φωνῇ ταῦτα διέξιμεν, ἐπεὶ ἥ γε τῶν Ἑλλήνων φωνὴ πολλαχῇ ἀνὰ τὴν οἰκουμένην διέσπαρται καὶ συχναῖς ἐγκαταμέμικται. καὶ κλέος μὲν αὐτῇ μέγα τὸ παραυτίκα, μεῖζον δὲ καὶ ἐς αὖθις, ὁπότε δὴ ἀνὰ βασιλείαν οὐ φαύλην Ἕλλην τε αὐτὸς βασιλεὺς καὶ ἐξ αὐτοῦ ἐσόμενοι βασιλεῖς, οἷ δὴ καὶ οἱ τῶν Ἑλλήνων παῖδες ξυλλεγόμενοι κατὰ σφῶν αὐτῶν ἔθιμα ὡς ἥδιστα μὲν σφίσιν αὐτοῖς, τοῖς δὲ ἄλλοις ὡς κράτιστα πολιτεύοιντο. Ἕλληνες μὲν οὖν ὅσα ἀποδεικνύμενοι ἔργα μεγάλα τε καὶ 1.3 περιφανῆ ἐπὶ μέγα ἀφίκοντο κλέος κατά τε ἄλλα καὶ Εὐρώπην καὶ δὴ καὶ Λιβύην, ἐπὶ Γάγγην τε καὶ Ὠκεανὸν καὶ ἐπὶ Καύκασον ἔτι ἐλαύνοντες, ἐπὶ ταῦτα δὲ προεληλυθότων ἄλλων τε πολλῶν καὶ δὴ καὶ Ἡρακλέους καὶ ἔτι πρότερον ∆ιονύσου τοῦ Σεμέλης υἱέος, καὶ πρός γε ἔτι Λακεδαιμονίων καὶ Ἀθηναίων, μετὰ δὲ ταῦτα Μακεδόνων τοῦ βασιλέως καὶ τὴν τούτου ὕστερον ἡγεμονίαν ἐχόντων, πολλοὶ πολλαχῇ ἕκαστα, ὡς ἐγένοντο, ἄλλοι ἐπιμνησάμενοι καὶ συνεγράψαντο. Ἕλληνες μὲν οὖν ταῦτα διεπράττοντο ἐπὶ πολὺ ὡς μάλιστα τοῦ χρόνου διαγενόμενοι καὶ ἐπὶ συχνὰς γενεὰς τύχην ἀρετῆς ἐνδεᾶ σχόντες ἁπανταχοῦ, ξύμμετρον δὲ οὐδαμοῦ. ἐπὶ τούτων τε γὰρ πολλαχῇ ἀνὰ τὴν οἰκουμένην εὐδαιμονούντων Ἀσσυρίους μὲν τὸ παλαιότατον ἐπυθόμεθα ἀκοῇ ἐπὶ τὸ μνήμης μακρότατον ἀφικόμενοι ἐπὶ τὴν τῆς Ἀσίας ἀρχὴν προεληλυθέναι, μετὰ δὲ ταῦτα Μήδους ἐς τοῦτο καθισταμένους ἡγησαμένου Ἀρβάκεω τοῦ Σαρδαναπάλου Ἀσσυρίων βασιλέως τὴν ἡγεμονίαν ἀφελομένου, ὕστερον ὑπὸ Περσῶν τὴν βασιλείαν ἀποβαλεῖν ἡγουμένου Κύρου τοῦ Καμβύσεω, καὶ Πέρσας τὸ ἀπὸ τοῦδε ἐπὶ μέγα χωρῆσαι δυνάμεως τά τε ἄλλα καὶ δὴ καὶ ἐς Εὐρώπην διαβάντες. μετὰ δὲ ταῦτα ὕστερον οὐ πολλαῖς γενεαῖς Ἀλέξανδρον τὸν Φιλίππου, Μακε 1.4 δόνων βασιλέα Πέρσας ἀφελόμενον τὴν ἡγεμονίαν καὶ Ἰνδοὺς καταστρεψάμενον καὶ Λιβύης μοῖραν οὐκ ὀλίγην, πρὸς δὲ καὶ Εὐρώπης, τοῖς μεθ' ἑαυτὸν τὴν βασιλείαν καταλιπεῖν, ἐς ὃ δὴ Ῥωμαίους ἐπὶ τὴν τῆς οἰκουμένης μεγίστην ἀρχὴν ἀφικομένους, ἰσοτάλαντον ἔχοντας τύχην τῇ ἀρετῇ, ἐπιτρέψαντας Ῥώμην τῷ μεγίστῳ αὐτῶν ἀρχιερεῖ καὶ διαβάντας ἐς Θρᾴκην, ὑφηγουμένου ἐπὶ τάδε τοῦ βασιλέως, καὶ Θρᾴκης ἐπὶ χώραν, ἥτις ἐς τὴν Ἀσίαν ἐγγυτάτω ᾤκηται, Βυζάντιον Ἑλληνίδα πόλιν μητρόπολιν σφῶν ἀποδεικνύντας, πρὸς Πέρσας, ὑφ' ὧν ἀνήκεστα ἐπεπόνθεισαν, τὸν ἀγῶνα ποιεῖσθαι, Ἕλληνάς τε τὸ ἀπὸ τοῦδε Ῥωμαίοις αὐτοῦ ἐπιμιγνύντας, γλῶτταν μὲν καὶ ἤθη διὰ τὸ πολλῷ πλέονας Ῥωμαίων Ἕλληνας αὐτοῦ ἐπικρατεῖν διὰ τέλους