Annales
ΤΟΥ ΚΥΡΟΥ ΜΙΧΑΗΛ ΤΟΥ ΓΛΥΚΑ ΒΙΒΛΟΣ ΧΡΟΝΙΚΗ
Βραχυσύλλαβον ἐγχαράττω σοι τοῦτο τὸ γράμμα, τέκνον μου φίλτατον. εἰ γὰρ καὶ μυρίοις ἑαυτοὺς ἐκδεδώκασι πόνοις οἱ τὰ χρονικὰ συλλεξάμενοι διηγήματα ὥστε φιλοτίμως ἐκθέσθαι τὰ οἰκεῖα συντάγματα, ἀλλ' ἐν ὀλίγοις ἐγὼ τὰ τοιαῦτα συμπεριλα4 βὼν (οἶδα γὰρ ὅτι καὶ πάνυ καταβαρύνει τὰς ἀκοάς, εἴπερ ὁ λόγος εἰς μῆκος ἐπεκταθείη) βραχεῖαν ἰδού σοι καὶ ταύτην τὴν βίβλον συντίθημι. Πρὸ πάντων οὖν εἰδέναι σε ἄξιον ὅτι ἐν ἓξ ἡμέραις ἐποίησε τοῦτον τὸν κόσμον ὁ θεός, ἐν δὲ τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησεν. ἠδύνατο οὖν ἐν μιᾷ ἡμέρᾳ τὰ πάντα παραγαγεῖν, οὐρανὸν δηλονότι, γῆν καὶ θάλατταν, ἰχθύας τά τε πετεινὰ καὶ τὰ τετράποδα καὶ πρὸς τούτοις τὸν ἄνθρωπον. ἀλλ' ἵνα μὴ ἀφορμῆς ἐπιδράξονται οἱ ἐξ αὐτομάτου τὰ πάντα παραχθῆναι λέγοντες, ἡμερῶν ἐδεήθη ἓξ ἐπὶ τῇ παραγωγῇ τοῦδε τοῦ κόσμου ὁ δημιουργὸς ἡμῶν καὶ θεός, ὡς ὁ χρυσορρήμων Ἰωάννης φησίν. εἰ γὰρ καὶ οὕτω τῶν ποιημάτων ἀπαρτισθέντων αὐτόματα ταῦτά τινες ἐφαντάσθησαν, πολλῷ μᾶλλον εἴπερ ὁμοῦ καὶ κατὰ ταῦτὰ εἰς τὸ εἶναι παρήχθησαν. ἐν ἓξ δὲ καὶ μόναις ἡμέραις, καὶ 5 οὐ πλέοσιν ἢ ἐλάττοσι, τουτονὶ παραχθῆναι τὸν κόσμον ηὐδόκησεν, ἵνα καὶ ἡμεῖς διδαχθῶμεν ἐντεῦθεν ἓξ ἡμέρας τῆς ἑβδομάδος ἐργάζεσθαι, τῇ δὲ ἑβδόμῃ κεχρῆσθαι πρὸς μόνην δοξολογίαν θεοῦ. διὰ γὰρ τοῦτο καὶ ὁ δημιουργὸς ἐν τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων ὧν ἤρξατο ποιεῖν. εἰ δὲ ὁ κύριος ἐν εὐαγγελίοις εὕρηται λέγων ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι,» μὴ θαύμαζε. τότε μὲν γὰρ ὁ θεός, ὡς ὁ χρυσοῦς τὴν γλῶττάν φησι, κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων, τουτέστιν ἔστη τοῦ δημιουργεῖν· μετὰ γὰρ τὴν ἕκτην οὐδὲν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν. ἐπειδὴ δὲ τὰ δημιουργηθέντα συνέχων ἔκτοτε καὶ συντηρῶν οὐ διέλειπεν (εἰ γὰρ μὴ οὕτω ποιῶν ἦν, οὐκ ἂν ἐπὶ τοσούτοις αἰῶσι τὰ τοιαῦτα διήρκεσε), καὶ λίαν εὐλόγως καὶ τήμερον ἐργάζεσθαι λέγεται. Καὶ τῇ μὲν πρώτῃ ἡμέρᾳ ἐποὶησε τὸν οὐρανὸν καὶ τὴν γῆν, οὐρανὸν ἐκεῖνον τὸν πρῶτον, τὸν περικαλλῆ τε καὶ ἄναστρον, περὶ οὗ καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης ἐν τῇ Ἀποκαλύ-ψει αὑτοῦ περὶ τῆς μετὰ ταῦτα καταστάσεως διεξιών, οὕτω φησίν εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι.» Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. πρόσεχε, ἀγαπητέ, ὅτι καὶ τοῦτο ἐνταῦθα ἠπόρηται, πῶς ἐποίησε τὸν οὐρανὸν πρότερον, εἶτα τὴν γῆν. 6 ἐπειδὴ γὰρ τὰ θεμέλια καταβάλλονται πρότερον, εἶθ' οὕτως ὁ ὄροφος, ἔδει πάντως παραχθῆναι τὴν γῆν καὶ τότε τὸν οὐρανόν. ἀλλὰ μὴ θαύμαζε τούτου ἕνεκεν. ἐπειδὴ γὰρ πάντα τοῦ θεοῦ ὑπὲρ φύσιν ἐστὶ καὶ τέχνης ἀκολουθίαν, καινὸν πάντως οὐδὲν εἴγε καὶ ἐπὶ τῆς τοῦ κόσμου τούτου παραγωγῆς τὸν οὐρανὸν ἐποίησε πρότερον, εἶτα τὴν γῆν. καὶ οὕτω μὲν ὁ θειότατος Ἰωάννης· ἕτεροι δέ φασιν ὅτι ὁ ἀριστοτέχνης θεὸς τὸν οὐρανὸν πρότερον παραγαγών, εἶτα τὴν γῆν, ἀπόρρητον αὐτοῦ σοφίαν καὶ τέχνην παρέστησεν. ἐπειδὴ γάρ, ὡς ὁ τὰ θεῖα σοφὸς Γρηγόριος ὁ Νύσσης φησὶν ὅτι διὰ τῆς ὀξείας κινήσεως τοῦ οὐρανίου σώματος ἑδράζεται κατὰ χώρας ἡ γῆ καὶ συσφίγγεται, ἔπρεπε πάντως τὸν συνοχέα παραχθῆναι πρότερον, εἶτα τὸν συνεχόμενον. εἰ δὲ καὶ πλέον ἐπαπορήσειέ τις ἐνταῦθα, πῶς ἡ γῆ, λέγων, οὐκ ἐξέστη τῆς οἰκείας βάσεως ἀκινήτου τοῦ οὐρανοῦ γεγονότος, ὡς ἐν τοῖς πρὸς Θαλάσσιον ὁ μέγας Μάξιμος, ἡνίκα ὁ τοῦ Ναυῆ Ἰησοῦς ἔλεγε στήτω ὁ ἥλιος κατὰ Γαβαῶ καὶ ἡ σελήνη κατὰ φάραγγα Αἰλώμ,» τότε πρὸς αὐτὸν ἐροῦμεν ὅτι ὅπου 1