Orationes panegyricae
Λόγος εἰς τὸν βασιλέα κῦρ Κωνσταντῖνον τὸν Μονομάχον. Ὦ βασιλεῦ ἥλιε· καὶ τίς ἄν με καταιτιάσαιτο ταύτην σοι προσφυῶς τὴν κλῆσιν ἁρμόζοντα; ἢ γὰρ οὐχὶ καὶ αὐτὸς τῷ κύκλῳ τῶν ἀρετῶν καὶ τῇ ἀγχιστρόφῳ κινήσει τοῦ νοῦ, τῷ τε μεγαλείῳ τῆς φύσεως καὶ τοῦ κάλλους τῷ ἀπαστράπτοντι πᾶσαν καταυγάζεις τὴν γῆν; ἀλλὰ συμμέτρους μοι τὰς ἀκτῖνας ἐπάφες τὴν τήμερον, καὶ γενοῦ μοι κατὰ μεσημβρίαν ἱστάμενος καὶ βραχυτέρῳ τῷ κύκλῳ φαινόμενος, ἀλλὰ μὴ ἑῷος καὶ ἀπρόσιτος ταῖς μαρμαρυγαῖς, ἵνα μὴ ἐκπλήξῃς τῷ ὑπερβάλλοντι τῆς αὐγῆς. δύναμιν δέ τινα μᾶλλον θείαν ἐνθήσεις καὶ ἀνακινήσεις θαρραλεώτερον ἀντωπῆσαί σου τῷ ἀρρήτῳ φωτί. εἰ μὴ γὰρ αὐτός με πρὸς τοὺς περὶ σοῦ λόγους ὁρμῆς θεοφορήτου πληρώσειας, καὶ τὰς κρυφίους τῆς ψυχῆς ὠδῖνας ἀνερεθίσας, θεόληπτον οἷον ποιήσειας, πῶς ἂν ἐπίπνους τῶν σῶν πλεονεκτημάτων γενοίμην, τοῖς μικροῖς τὰ μεγάλα σταθμώμενος, καὶ λόγῳ βραχεῖ τῷ σῷ ἀπειροπλάστῳ μεγέθει παραμετρούμενος; Σὺ μὲν οὖν ἐν μετεώρῳ τῶν σῶν πλεονεκτημάτων ἱστάμενος καὶ ὑπεραστράπτων λαμπρῶς, ἀνέφικτος καὶ τὸ κάλλος καθέστηκας καὶ τὸ μέγεθος. φιλοσοφία δὲ καὶ νομοθετικὴ καὶ ἡ σοφιστικὴ τέχνη, ἡ μὲν ἐξ οὐρανοῦ, αἳ δ' ἐκ περιπεζίων σφαιρῶν, ὥσπερ ἀπὸ συνθήματος εἰς ταὐτόν σοι ἥκασι νῦν, οὐχ ὥστε κρίνειν ἢ δοκιμάζειν τὰ σά-τίς γὰρ τοῦ κανόνος εὐθύτερος; -ἀλλ' ἰδεῖν καὶ θαυμᾶσαι, καὶ τοὺς λόγους δωροφορῆσαι τῷ τούτους ὑψώσαντι. ἑστήκασι δὲ ὡς ὁρᾷς λίαν ἀγωνιῶσαι καὶ πνευστιῶσαι, καὶ ἱδρῶτι ῥαινόμεναι, καὶ πρὸ τῶν ἀγώνων ἀπαγορεύσασαι καὶ τὴν ἧτταν ἐπιδεικνύμεναι. τὸ μέντοι ἦθος οὐ μετηλλάχασιν, ἀλλ' ἡ μὲν φιλοσοφία πρὸς τὸ εἴσω κάλλος ὁρᾷ, καὶ νοῦν τοῦ λόγου προβάλλεται· τὸ δὲ τῆς νομοθετικῆς σχῆμα ὑψοῦ, καὶ αὐτὸ ἀνέχει τὴν κεφαλὴν καὶ τὰς τοῦ ∆ιὸς δέλτους αὐχεῖ· ἡ δὲ τέχνη στωμύλη τίς ἐστι καὶ ἐπίχαρις καὶ κεκοσμημένη ἁβρῶς, καὶ πολὺ τὸ ἐπαγωγὸν καὶ αἱμῦλον τοῖς λόγοις ἐπιδεικνύουσα. αὕτη τοιγαροῦν λόγους ἱλαροτάτους συνθήσεται καὶ χαρίεντας, καὶ γενεαλογήσασα ἑκατέρωθεν ἀμφοτέρωθέν σε θαυμάσεται. συνερανίσεταί σοι καὶ τὸ ἀπὸ τῆς πατρίδος ἐγκώμιον· ἐπαινέσεταί σου τὴν εἰς τὸ εἶναι πρόοδον· τὰ ἐπὶ ταύτῃ ἐκπλαγήσεται θαύματα· ἐρεῖ τι καὶ περὶ τοῦ κάλλους καὶ τῆς ἐπ' αὐτῷ ἀγλαΐας· ἐφάψεταί σου καὶ τῶν ἀπὸ τοῦ νοῦ πηγῶν καὶ τῶν ἀπὸ τῆς γλώττης ῥευμάτων· ἐπεντρυφήσει σου καὶ τῷ ἤθει καὶ τῷ εὐαρμόστῳ τοῦ σώματος· ἐπιθειάσει σοι καὶ πλοῦτον καὶ τύχης ὄγκον καὶ περιουσίαν δυνάμεως. εἶτα τί; χρηστηριάσει σοι τὰ ἀπόρρητα, οἰωνοὺς αἰσίους, ὀμφὰς ἀρρήτους, προρρήσεις ἐναργεῖς, ἀπορρήτους ἐπιστασίας δυνάμεων, καὶ τὸ ἐπὶ τούτοις ἐπαγάγῃ κεφάλαιον, τὴν θείαν ταύτην τοῦ κράτους ἀνατολήν. Ταῦτα μὲν οὖν ἴσως καὶ πλείω τούτων ἡ τέχνη, εἴ γε μὴ τὴν δύναμιν ψεύδεται, φθέγξεται. φιλοσοφία δὲ τὰ μέν, ὡς ἀλυσιτελῆ πρὸς ἔμψυχον ἀρετῆς ἄγαλμα, ταῖς ἐφόδοις αὐτῆς οὐ συλλήψεται· τὰ δ', ὡς πολλάκις εἰποῦσα οὐκ ἂν φανείη παλιλλογοῦσα, οὐδὲ ἀνέξεται ἐν ἄλλῳ νῦν ἢ τῷ τῆς βασιλείας σε σχήματι καθορᾶν. σὺ γάρ, ὦ θειότατε βασιλεῦ, ὁμοῦ τε τοῦ τῆς ἀρχῆς οἷα δή τις φωστὴρ ἐπιβέβηκας ἅρματος, καὶ πάντες εὐθὺς οἱ δοκοῦντες ἀστέρες ἐκρύβησαν· καὶ πρὶν ἢ τὴν τῆς διφρείας ἰσχὺν ἐπιδείξασθαι ὥσπερ τις Ὀλυμπιονίκης ταῖς κατὰ πάντων ἐξ ἁπάντων νίκαις κατέστεψαι. ὥσπερ γὰρ ἡλίου διφρηλατεῖν ἐξ ἀνατολῆς ἐοικότος ἀποβεβηκέναι τῶν ὀχημάτων τοὺς λοιποὺς φωστῆρας εἰκότως ἄν τις εἰκάσειεν, οὕτω δή σοι τὰς τῆς ἀρχῆς περιζωσαμένῳ ἡνίας οὐδεὶς οὔτε συνθέειν οὔτ'