Exhortatio ad martyrium
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΜΑΡΤΥΡΙΟΝ ΠΡΟΤΡΕΠΤΙΚΟΣ. 1 «Οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπεσπασμένοι ἀπὸ μαστοῦ, θλῖψιν ἐπὶ θλίψει προσδέχου, προσδέχου ἐλπίδα ἐπ' ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρὸν, διὰ φαυλισμὸν χειλέων, διὰ γλώσσης ἑτέρας.» καὶ ὑμεῖς τοίνυν κατὰ τὸν Ἡσαΐαν ὡς οὐκέτι σάρκινοι οὐδὲ «ἐν Χριστῷ» νήπιοι προκόψαντες «ἐν τῇ» νοητῇ ὑμῶν «ἡλικίᾳ», Ἀμβρόσιε θεοσεβέστατε καὶ Πρωτόκτητε εὐσεβέστατε, καὶ μηκέτι «χρείαν ἔχοντες γάλακτος» ἀλλὰ «στερεᾶς τροφῆς», ἀκούετε ὡς «ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος» καὶ «ἀπεσπασμένοι ἀπὸ μαστοῦ», τίνα τρόπον ὡς ἀθληταῖς τοῖς ἀπογεγαλακτισμένοις οὐχ ἁπλῆ θλῖψις ἀλλά τις «θλῖψις ἐπὶ θλίψει» προφητεύεται. ὁ δὲ μὴ ἀπωθούμενος τὴν «ἐπὶ θλίψει» θλῖψιν, ἀλλ' ὡς γενναῖος ἀθλητὴς αὐτὴν προσδεχόμενος εὐθέως προσ δέχεται καὶ «ἐλπίδα ἐπ' ἐλπίδι», ἧς μετ' οὐ πολὺ τῆς «ἐπὶ θλίψει» θλίψεως ἀπολαύσει· τοιοῦτο γάρ ἐστι τὸ «ἔτι μικρὸν ἔτι μικρόν.» 2 Ἀλλὰ καὶ εἰ φαυλίζοιεν ἡμᾶς καὶ ἐξευτελίζοιεν ἤτοι ἀσεβεῖς ἢ μωροὺς ἀποκαλοῦντες οἱ ἀλλότριοι τῆς κατὰ τὰς ἁγίας γραφὰς διαλέκτου, ὑπομιμνησκώμεθα ὅτι ἡ «ἐπ' ἐλπίδι» ἐλπὶς, ἡ «ἔτι μικρὸν» ἀποδοθησομένη ἡμῖν, ἀποδοθήσεται «διὰ φαυλισμὸν χειλέων, διὰ γλώσσης ἑτέρας». καὶ τίς οὐκ ἂν προσδέχοιτο «θλῖψιν ἐπὶ θλίψει», ἵνα εὐθέως προσδέξηται καὶ «ἐλπίδα ἐπ' ἐλπίδι», λογισάμενος μετὰ Παύλου «ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ», ὧν ὡσπερεὶ ὠνούμεθα τὴν μακαριότητα, «πρὸς τὴν μέλλουσαν δόξαν ἀποκα λύπτεσθαι εἰς ἡμᾶς» ἀπὸ τοῦ θεοῦ· καὶ μάλιστα ἐπεὶ «τὸ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν» «ἐλαφρὸν» τοῖς μὴ βαρουμένοις ὑπὸ τῶν περιεστηκότων καὶ τυγχάνον καὶ λεγόμενον, ὅσῳ πλεῖον ὑπερ βάλλον γίνεται, τοσούτῳ μεῖζον καὶ πλεῖον «βάρος αἰωνίου δόξης κατεργάζεται ἡμῖν», εἰ παρὰ τὸν καιρὸν τῶν θλιβόντων καὶ ὡσπερεὶ πιέζειν τὰς ψυχὰς ἡμῶν ἐθελόντων ἀποστρέψαντες τὸ ἡγεμονικὸν ἡμῶν ἀπὸ τῶν ἐπιπόνων σκοποῖμεν οὐ τὰ ἐνεστηκότα ἐπίπονα ἀλλὰ τὰ διὰ τὴν ἐν τούτοις ὑπομονὴν τοῖς «νομίμως» ἐν Χριστῷ ἀθλή σασι χάριτι θεοῦ ἀποκείμενα, πολλαπλασιάζοντος τὰς εὐεργεσίας καὶ ὑπὲρ τὴν ἀξίαν τῶν τοῦ ἀγωνισαμένου καμάτων τοσαῦτα δωρουμέ νου, ὅσα ἂν πρέπῃ μὴ γλισχρολογουμένῳ διδόναι τῷ μεγαλοδώρῳ καὶ ἐπιστημόνως τὰς ἑαυτοῦ χάριτας μεγεθύνοντι θεῷ ἐπὶ τοὺς ὅση δύναμις διὰ τοῦ καταπεφρονηκέναι τοῦ ὀστρακίνου σκεύους ἐπιδειξα μένους τὴν ὅλῃ ψυχῇ πρὸς αὐτὸν ἀγάπην. 3 Ὅλῃ δὲ ψυχῇ νομίζω ἀγαπᾶσθαι τὸν θεὸν ὑπὸ τῶν ἀποσπών των καὶ διϊστάντων αὐτὴν διὰ πολλὴν τὴν πρὸς τὸ κοινωνῆσαι τῷ θεῷ προθυμίαν οὐ μόνον ἀπὸ τοῦ γηΐνου σώματος ἀλλὰ καὶ ἀπὸ παντὸς σώματος· οἷς οὐδὲ μετὰ περισπασμοῦ καὶ περιελκυσμοῦ τινος γίνεται τὸ ἀποθέσθαι «τὸ» «τῆς ταπεινώσεως» «σῶμα», ὅταν καιρὸς διδῷ διὰ τοῦ νομιζομένου θανάτου ἐκδύσασθαι τὸ σῶμα «τοῦ θανά του» καὶ ἐπακουσθῆναι ἀποστολικῶς εὐξάμενον καὶ εἰπόντα· «τα λαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανά του τούτου;» τίς γὰρ τῶν «ἐν τῷ σκήνει» στεναζόντων διὰ τὸ βα ρεῖσθαι ὑπὸ τοῦ φθαρτοῦ σώματος οὐχὶ καὶ εὐχαριστήσει πρότερον εἰπών· «τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;» βλέ πων ὅτι διὰ τῆς ὁμιλίας ῥυσθεὶς ἀπὸ «τοῦ σώματος τοῦ θανάτου» ἁγίως ἀναφθέγξεται τό· «χάρις τῷ θεῷ διὰ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν». εἰ δέ τινι τὸ τοιοῦτο χαλεπὸν φαίνεται, οὐκ «ἐδί ψησε» «πρὸς τὸν θεὸν» τὸν ἰσχυρὸν «τὸν ζῶντα» οὐδὲ ἐπεπόθησε πρὸς τὸν θεὸν «ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων» οὐδὲ εἶπε· «πότε ἄρα ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ;» οὐδὲ ἐν ἑαυτῷ ἐλογίσατο ἃ διαλογισάμενος ὁ προφήτης, λεγομένου τοῦ·