Jeremiam (homiliae 12-20) Εἰς τὸ "καὶ ἐρεῖς πρὸς τὸν λαόν τοῦτον· τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ· πᾶς ἀσκὸς πληρωθήσεται οἴνου" μέχρι τοῦ "καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, ὅτι συνετρίβη τὸ ποίμνιον τοῦ κυρίου". Ὁμιλία ιβʹ. 12.1 Ὃ προστάσσεται ὁ προφήτης λέγειν ὑπὸ θεοῦ, ὀφείλει ἄξιον εἶναι τοῦ θεοῦ, [οὐ] φαίνεται δὲ ὅτι οὐκ ἄξιόν ἐστι τοῦ θεοῦ, μενόντων ἡμῶν ἐπὶ τοῦ γράμματος, ὥστε εἰπεῖν ἄλλον τινὰ ἀκού σαντα τοῦ γράμματος· μωρία ἐστὶ ταῦτα τὰ γράμματα. τοῦτο δὲ ἐρεῖ ψυχικός· «ψυχικὸς» γὰρ «ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύμα τος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν». ὅρα οὖν τὴν λέξιν τί φησιν. «καὶ ἐρεῖς πρὸς τὸν λαὸν τοῦτον· τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ» ὃ λέγει «κύριος ὁ θεὸς Ἰσραήλ, ἄξιον ἔστω κυρίου τοῦ θεοῦ Ἰσραήλ» πᾶς ἀσκὸς πληρωθήσεται οἴνου· καὶ ἔσται ἐὰν εἴπωσι πρός σε· μὴ γνόντες οὐ γνωσόμεθα ὅτι πᾶς ἀσκὸς πληρωθήσεται οἴνου»; καὶ οἱ ἀποκρινόμενοι <εἰ> ἐπὶ τοῦ ῥητοῦ ἑστῶτες ταῦτά φασι καὶ λέγουσιν ἐγνωκέναι ὅτι «πᾶς ἀσκὸς πληρωθήσεται οἴνου», ψεύδονται· οὐ γὰρ «πᾶς ἀσκὸς πληρωθήσεται οἴνου». εἰσὶ γοῦν ἀσκοὶ ἐλαίου πληρούμενοι ἢ ἄλλης ὑγρᾶς οὐσίας, <τινὲς δὲ καὶ μένουσι κενοί.> ψεύδονται ἄρα· οὐ γὰρ «πᾶς ἀσκὸς πληρωθήσεται οἴνου». καὶ ὁ λαὸς ἀποκρίνεται φάσκων· «μὴ γνόντες οὐ γνωσόμεθα ὅτι πᾶς ἀσκὸς πληρωθήσεται οἴνου»; ἅπερ διηγήσεως κατὰ τὸ δυνατὸν ἡμῖν τοιᾶσδε τεύξεται. ἐὰν εἰδῶμεν τὰς τῶν οἴνων διαφορὰς καὶ τὰ λεγόμενα περὶ αὐτῶν, καὶ ἀκολούθως αὐτοῖς περὶ τῶν ἀσκῶν ὀψόμεθα ὅτι ἀληθές ἐστι τὸ «πᾶς ἀσκὸς πληρωθήσεται οἴνου». εἴτε γὰρ ἀγαθός τίς ἐστιν, ἵν' οὕτως ὀνομάσωμεν, ἐν ἀσκοῖς ἀσκός, πληρωθήσεται οἴνου κατὰ τὴν ἑαυτοῦ ἀγαθότητα. εἴτε ἐστίν, ὡς ἐν συγκρίσει ἀσκῶν καὶ τῇ κρίσει τῇ περὶ αὐτῶν, μοχθηρός, καὶ αὐτὸς κατὰ τὴν μοχθηρίαν αὐτοῦ πληρωθήσεται οἴνου μοχθηροῦ. πῶς οὖν ἔστιν ἀπὸ τῆς γραφῆς λαβεῖν περὶ τῶν διαφόρων οἴνων; περὶ μὲν τῶν χειρόνων τοιαῦτα γέγραπται· «ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς· θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος». περὶ δὲ τῶν κρειττόνων· «τὸ ποτήριόν σου μεθύσκον με ὡς κράτιστον», καὶ ἡ σοφία συγκαλεῖ ἐπὶ τὸν ἑαυτῆς κρατῆρα λέγουσα· «ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον ὃν κεκέρακα ὑμῖν». ἔστιν οὖν οἶνος ἀπὸ Σοδόμων καὶ ἔστιν οἶνος, ὃν ἡ σοφία κίρνησιν. καὶ πάλιν· «ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι», πεφυτευμένη ὑπὸ τοῦ θεοῦ, ἡ καλουμένη ἄμπελος Σωρήκ, Ἐκλεκτή τις οὖσα καὶ Θαυμαστή. ἔστι δέ τις καὶ ἄμπελος Αἰγυπτίων, ἣν πατάσσει ὁ θεὸς κατὰ τὸ γεγραμμένον ὅτι «ἐπάταξεν ὁ θεὸς ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν, καὶ τὰς συκαμίνους αὐτῶν ἐν πάχνῃ». 12.2 Κατανόησον οὖν μοι πάντας ἀνθρώπους εἶναι τροπικῶς νῦν χωρητικοὺς οἴνου. καὶ ὀνομάζω αὐτοὺς κατὰ τοῦτο ἀσκοὺς καὶ λέγω ὅτι ὁ μὲν φαῦλος πεπλήρωται «οἴνου ἀμπέλου Σοδόμων», πεπλήρωται οἴνου Αἰγυπτίου καὶ οἴνου τῶν ἐχθρῶν τοῦ Ἰσραήλ, ὁ δὲ ἅγιος καὶ ὠφελημένος πεπλήρωται οἴνου ἀπὸ ἀμπέλου Σωρὴκ καὶ οἴνου περὶ οὗ γέγραπται· «τὸ ποτήριόν σου μεθύσκον ὡς κρά τιστον», καὶ πάλιν πεπλήρωται οἴνου ὁ ἅγιος, ἀφ' οὗ ἐκέρασεν ἡ σοφία. ταῦτα μὲν οὖν νοείσθω μοι κατὰ τὴν κακίαν καὶ τὴν ἀρετήν, ἵνα θεωρηθῇ τὸ «πᾶς ἀσκὸς οἴνου πληροῦται». εἰ δὲ δεῖ ἰδεῖν καὶ τὰ διὰ τὴν κακίαν καὶ τὴν ἀρετήν, κολάσεις μὲν τὰς διὰ τὴν κακίαν, εὐλογίας δὲ καὶ ἐπαγγελίας τὰς διὰ τὴν ἀρετήν, παραστήσωμεν ἀπὸ τῶν ἱερῶν γραμμάτων, τίνα τρόπον αἱ κολάσεις καὶ αἱ ἐπαγγελίαι οἶνος λέγεται· «λάβε τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου τούτου, καὶ ποτιεῖς πάντα τὰ ἔθνη πρὸς ἃ ἐγὼ ἐξαποστελῶ σε πρὸς αὐτούς». Ἱερεμίας ταῦτα λέγει· ᾧ ἐπιφέρει· «καὶ πίονται καὶ ἐξεμέσονται καὶ ἐκμανήσονται καὶ πεσοῦνται».