1
Commentarii in Isaiam
ΠΡΟΚΟΠΙΟΥ ΓΑΖΑΙΟΥ ΧΡΙΣΤΙΑΝΟΥ ΣΟΦΙΣΤΟΥ ΕΠΙΤΟΜΗ ΤΩΝ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΗΣΑΙΑΝ ΚΑΤΑΒΕΒΛΗΜΕΝΩΝ ∆ΙΑΦΟΡΩΝ ΕΞΗΓΗΣΕΩΝ.
Προφήτης ὁ προφάσκων ἢ τὸ μέλλον, ἢ τὰ παρόντα λανθάνοντα, ὡς ὁ Παῦλός φησιν· "Ἐὰν δὲ προφητεύητε, εἰσέλθῃ δέ τις ἄπιστος, ἢ ἰδιώτης, τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται." Καὶ Ἐλισαῖος· "Οὐχὶ ἡ καρδία μου, φησὶν, ἐπορεύετο μετὰ σοῦ, ἡνίκα ἀνέστρεφεν ὁ ἀνὴρ μετὰ τοῦ ἅρματος αὐτοῦ εἰς συνάντησίν σοι;" Ὁρᾷ δὲ ὁ προφήτης τὸ ἡγεμονικὸν, ὡς ἐν ὀνείροις ὕπαρ τυπούμενος· ἢ ὡς ἄν τις ἴδοι γραφὴν ἐπὶ πίνακος ἀγαθῶν, ἢ τῶν ἐναντίων πραγμάτων. Οὐ κατὰ ἔκστασιν διανοίας, ὥς τινες ἔφασαν, τοῦ ἀνθρωπίνου νοῦ καλυπτομένου παρὰ τοῦ πνεύματος, ὃ δὴ θείας ἐπιδημίας ἀνάξιον, ἔκφρονα ποιεῖν καὶ μανίας ἐγγὺς τὸν Θεὸν αὐτόν. Τελειωτικὸν γὰρ τὸ Θεῖον οἷς ἂν ἐγγένηται, ἀλλ' οὐ τῶν φυσικῶν ἀποστερητικὸν λογισμῶν. Οὐδὲ γὰρ εἰκὸς τὸν ὠφελοῦντα λόγον τοὺς ἄλλους, ἑαυτὸν ἀγνοεῖν, καὶ τῆς ἐκ τῶν λόγων ὠφελείας ἐκπεπτωκέναι. Πῶς δὲ τὸ πνεῦμα τῆς σοφίας ἄγνοιαν πληροῖ; φῶς γὰρ τύφλωσιν οὐ ποιεῖ· τὴν δὲ δύναμιν προκαλεῖται τὴν ὁρατικὴν εἰς ἐνέργειαν, ὡς καὶ Θεοῦ νοῦν καθαρὸν εἰς ἐποπτείαν πνευματικήν. Πονηρᾶς δὲ καὶ μόνης δυνάμεως, ἔκστασιν ἐμποιεῖν ἐπὶ τῇ τῶν δεξαμένων ἐπιβουλῇ. Πῶς δὲ σοφὸς ὢν ὁ Ἀπόστολος οὐκ ἔχει παρακολουθεῖν οἷς ἐρεῖ; "Σοφὸς γὰρ, φησὶν, νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος, ἐπὶ δὲ χειλέων φέρει ἐπιγνωμοσύνην." Πῶς οὖν, "Ἐξέστη Ἰσαὰκ, φησὶν, ἐπὶ τῇ εἰσόδῳ τοῦ υἱοῦ αὐτοῦ;" Καὶ ὁ μέγας ∆αβὶδ, "Ἐγὼ δὲ εἶπον ἐν τῇ ἐκστάσει 1820 μου;" Ἀλλὰ τὴν ἔκπληξιν οὕτω καλεῖ, ὡς τὸ, "Ἐξέστη ὁ οὐρανὸς, καὶ ἡ γῆ ἔφριξεν." Ἔστι καὶ δι' ὀνείρων προφητεία, δι' ὧν Ἰωσὴφ ἐν Αἰγύπτῳ, καὶ ∆ανιὴλ ἐν Βαβυλῶνι προαγορεύει τὰ μέλλοντα. Καὶ θαυμαστὸν οὐδὲν, εἰ Φαραὼ καὶ ὁ Ναβουχοδονόσορ ἑωράκασιν. Περὶ κοσμικῶν γὰρ καταστάσεων τοὺς κρατοῦντας προβλέπειν ἐχρῆν, ἵνα πιστεύωνται. Καὶ Βαλαὰμ δὲ, καὶ Καϊάφας προέβλεπον ἔχοντες τοὺς πειθομένους· ὁ μὲν, ὡς ἀρχιερεὺς, ὁ δὲ, ὡς μάντις. Οἰκονομία τοίνυν ἐνταῦθα, οὐ νοῦς καθαρὸς ἐλλαμπόμενος. Ποτὲ μὲν οὖν οἱ προφῆται σαφῶς λέγουσι τὰ δηλούμενα, ὡς μὴ προσδεῖσθαί τινος αὐτοῖς ἑρμηνείας· ὡς τὸ, "Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος, πλήρης εἰμὶ," καὶ τὰ ἑξῆς. Ποτὲ δὲ διὰ συμβόλων· ὡς ἐπὶ τῶν ὀνείρων τοῦ Ἰωσὴφ καὶ τοῦ Φαραὼ, δι' ἀσταχύων ἰδόντων· τοῦ μὲν, τὰ καθ' ἑαυτὸν, καὶ τοὺς ἀδελφούς· τοῦ δὲ, τοὺς ἐπιόντας καιρούς· ὡς καὶ τὸ, "Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι," καὶ τὰ ἑξῆς. Καὶ ∆ανιὴλ δὲ τὰς Βασιλείας ἐν ἀχρείων ζώων ἴδεν μορφαῖς. Τινὰ δὲ καὶ συμπεπλεγμένως λέγεται· τῶν μὲν πρὸς λέξιν, τῶν δὲ πρὸς διάνοιαν εἰρημένων· ὡς τὸ παρὰ τῷ Σωτῆρι· "Οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστιν, καὶ ὁ θερισμὸς ἔρχεται;" Τοῦτο πρὸς λέξιν. Τὸ δὲ πρὸς διάνοιαν, "Ἐπάρεστε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη." Τοιοῦτον καὶ Ἡσαΐᾳ τὸ, "∆ιὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ, τὸ πορευόμενον ἡσυχῆ," καὶ τὰ ἑξῆς. Ἐν τούτοις γὰρ ὁ μὲν Σιλωὰμ, καὶ ὁ λεγόμενος ἰσχυρὸς ποταμὸς, τροπικῶς εἴρηνται. Πρὸς δὲ λέξιν· "Ὁ λαὸς ὁ βουλόμενος τὸν Ῥάασιν, ὃ ἦν βασιλεὺς ∆αμασκοῦ, καὶ τὸ υἱὸν Ῥωμελίου τῆς Σαμαρείας βασιλεύοντα. Ἡ γὰρ θεία Γραφὴ τῆς ἁπάντων ὠφελείας γινομένη, καὶ τοῖς ἁπλουστέροις, ἢ καὶ ῥᾳθυμοτέροις πρόχειρον προτείνει διάνοιαν, καὶ τοῖς σπουδαιοτέροις νοῦ γυμνασίαν διὰ τῶν ἐπικεκρυμμένων χαρίζεται. Καὶ πᾶσαν δὲ τὴν ἀνθρωπίνην ἔσθ' ὅτε διακόσμησιν οὕτω διέπει Θεός. Ἥ τε γὰρ τῶν ἀναγκαίων ἔνδεια γυμνάζει τὸν νοῦν, αἵ τε δὴ περιστάσεις καὶ πᾶσαι συμπτώσεις. Τοιαύτη δὲ καὶ τῶν Γραφῶν ἡ ἀσάφεια, ἵνα τούτοις ἐνασχολούμενος τῶν χειρόνων ἀφέλκηται. Καὶ