1

 2

 3

 4

 5

 6

 7

 8

1

Liturgia praesanctificatorum

Λειτουργία κατηχουμένων

Ἐν δὲ τῷ λυχνικῷ μετὰ τὰ ἀναγνώσματα καὶ τὸ Κατευθυνθήτω καὶ τὸ Κύριε ἐλέησον γίνεται εὐχὴ κατηχουμένων ἐπὶ τῶν προηγιασμένων. ὁ Θεός, ὁ Θεὸς ἡμῶν, ὁ κτίστης καὶ δημιουργὸς τῶν ἁπάντων, ὁ πάντας θέλων σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ἐπίβλεψον ἐπὶ τοὺς δούλους σου τοὺς κατηχουμένους καὶ λύτρωσαι αὐτοὺς τῆς παλαιᾶς πλάνης καὶ τῆς μεθοδείας τοῦ ἀντικειμένου καὶ προσκάλεσαι αὐτοὺς εἰς τὴν ζωὴν τὴν αἰώνιον, φωτίζων αὐτῶν τὰς ψυχὰς καὶ τὰ σώματα καὶ συγκαταριθμῶν αὐτοὺς τῇ λογικῇ σου ποίμνῃ, ἐφ' ἣν τὸ ὄνομά σου τὸ ἅγιον ἐπικέκληται Ἐκφώνως· Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσιν τὸ Εὐχὴ εἰς τοὺς πρὸς τὸ ἅγιον φώτισμα εὐτρεπιζομένους. Ἐπίφανον, δέσποτα, τὸ πρόσωπόν σου ἐπὶ τοὺς πρὸς τὸ ἅγιον φώτισμα εὐτρεπιζομένους καὶ ἐπιποθοῦντας τὸν τῆς ἁμαρτίας μολυσμὸν ἀποτινάξασθαι.

Καταύγασον αὐτῶν τὴν διάνοιαν· βεβαίωσον αὐτοὺς ἐν τῇ πίστει· στήριξον ἐν ἐλπίδι· τελείωσον ἐν ἀγάπῃ· μέλη τίμια τοῦ Χριστοῦ σου ἀνάδειξον, τοῦ δόντος ἑαυτὸν ἀντίλυτρον ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Ἐκφώ· Ὅτι σὺ εἶ ὁ φωτισμὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν. Λειτουργία πιστῶν Εὐχὴ πιστῶν αʹ Ὁ Θεὸς ὁ μέγας καὶ αἰνετός, ὁ τῷ ζωοποιῷ τοῦ Χριστοῦ σου θανάτῳ εἰς ἀφθαρσίαν ἡμᾶς ἐκ φθορᾶς μεταστήσας· σὺ πάσας ἡμῶν τὰς αἰσθήσεις τῆς ἐμπαθοῦς νεκρώσεως ἐλευθέρωσον, ἀγαθὸν ταύταις ἡγεμόνα τὸν ἔνδοθεν λογισμὸν ἐπιστήσας. Καὶ ὀφθαλμὸς μὲν ἀμέτοχος ἔστω παντὸς πονηροῦ βλέμματος, ἀκοὴ δὲ λόγοις ἀργοῖς ἀνεπίβατος, ἡ δὲ γλῶσσα καθαρευέτω ῥημάτων ἀπρεπῶν. Ἅγνισον δὲ ἡμῶν καὶ τὰ χείλη τὰ αἰνοῦντά σε, Κύριε, τὰς δὲ χεῖρας ἡμῶν ποίησον τῶν μὲν φαύλων ἀπέχεσθαι πράξεων, ἐνεργεῖν δὲ μόνα τὰ σοὶ εὐάρεστα, πάντα ἡμῶν τὰ μέλη καὶ τὴν διάνοιαν τῇ σῇ κατασφαλιζόμενος χάριτι. Ἐκφώ· Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις. Εὐχὴ πιστῶν

βʹ ∆έσποτα ἅγιε, ὑπεράγαθε, δυσωποῦμέν σε τὸν ἐν ἐλέει πλούσιον, ἵλεων γενέσθαι ἡμῖν τοῖς ἁμαρτωλοῖς καὶ ἀξίους ἡμᾶς ποίησον τῆς ὑποδοχῆς τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν, τοῦ βασιλέως τῆς δόξης. Ἰδοὺ γὰρ τὸ ἄχραντον αὐτοῦ σῶμα καὶ τὸ ζωοποιὸν αἷμα κατὰ τὴν παροῦσαν ὥραν εἰσπορευόμενα, τῇ μυστικῇ ταύτῃ προτίθεσθαι μέλλει τραπέζῃ, ὑπὸ πλήθους στρατιᾶς οὐρανίου ἀοράτως δορυφορούμενα· ὧν τὴν μετάληψιν ἀκατάκριτον ἡμῖν δώρησαι· ἵνα δι' αὐτῶν τὸ τῆς διανοίας ὄμμα καταυγαζόμενοι υἱοὶ φωτὸς καὶ ἡμέρας γενώμεθα.

Ἐκφώ· Κατὰ τὴν δωρεὰν τοῦ Χριστοῦ σου, μεθ' οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ

Εἴσοδος Καὶ μετὰ τὸ πληρωθῆναι Αἱ δυνάμεις τῶν οὐρανῶν, ὁ ἱερεὺς ἐπεύχεται· Ὁ τῶν ἀρρήτων καὶ ἀθεάτων μυστηρίων Θεός, παρ' ᾧ οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι· ὁ τὴν διακονίαν τῆς λειτουργίας ταύτης ἀποκαλύψας ἡμῖν καὶ θέμενος ἡμᾶς τοὺς ἁμαρτωλοὺς διὰ πολλήν σου φιλανθρωπίαν εἰς τὸ προσφέρειν σοι δῶρά τε καὶ θυσίας ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων· αὐτός, ἀόρατε βασιλεῦ, ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός, ἔφιδε ἐφ' ἡμᾶς τοὺς ἀναξίους δούλους σου τοὺς τῷ ἁγίῳ τούτῳ θυσιαστηρίῳ ὡς τῷ χερουβικῷ σου παρισταμένους θρόνῳ, ἐφ' ᾧ ὁ μονογενής σου υἱὸς καὶ Θεὸς ἡμῶν διὰ τῶν προκειμένων φρικτῶν ἐπαναπαύεται μυστηρίων καὶ πάσης ἡμᾶς καὶ τὸν πιστόν σου λαὸν ἐλευθερεύσας ἀκαθαρσίας ἁγίασον πάντων ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα