1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

1

Epigrammata

ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ

Εἰς τὸν αὐτόν Τέτρατον ἦμαρ ἔην, καὶ Λάζαρος ἔγρετο τύμβου.

1.92 ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ

Ἐν Καισαρείᾳ εἰς τὸν ναὸν τοῦ ἁγίου Βασιλείου Ἦν ὅτε Χριστὸς ἴαυεν ἐφ'

ὁλκάδος ἔμφυτον ὕπνον, τετρήχει δὲ θάλασσα κυδοιμοτόκοισιν ἀήταις, δείματί τε πλωτῆρες ἀνίαχον· «Ἔγρεο, σῶτερ· ὀλλυμένοις ἐπάμυνον.» ἄναξ δὲ κέλευεν ἀναστὰς ἀτρεμέειν ἀνέμους καὶ κύματα, καὶ πέλεν οὕτως· θαύματι δὲ φράζοντο Θεοῦ φύσιν οἱ παρεόντες.

8. p ΕΚ ΤΩΝ ΕΠΩΝ ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ

8.1 Ἐνθάδε τύμβος ἔχει θεοειδέας ἀνέρας ἐσθλούς, θεῖον Ἰωάννην, τὸν πάνυ

Θευδόσιον, ὧν ἀρετὴ πολύολβος ἐς οὐρανοῦ ἄντυγας ἦλθε καὶ φωτὸς μετόχους δεῖξεν ἀκηρασίου. 8.2 Σῶμα δίχα ψυχῆς ζώειν πάρος ἢ ἐμὲ σεῖο, Βασίλιε, Χριστοῦ λάτρι φίλ', ὠιόμην· ἀλλ' ἔτλην καὶ ἔμεινα. τί μέλλομεν; οὔ μ' ἀναείρας θήσεις ἐς μακάρων σήν τε χοροστασίην; μή με λίπῃς, μή, τύμβον ἐπόμνυμι· οὔποτε σεῖο λήσομαι, οὐδ' ἐθέλων. Γρηγορίοιο λόγος. 8.3 Ἡνίκα Βασιλίοιο θεόφρονος ἥρπασε πνεῦμα ἡ Τριὰς ἀσπασίως ἔνθεν ἐπειγομένου, πᾶσα μὲν οὐρανίη στρατιὴ γήθησεν ἰόντι, πᾶσα δὲ Καππαδοκῶν ἐστονάχησε πόλις· οὐκ οἶον, κόσμος δὲ μέγ' ἴαχεν· «Ὤλετο κῆρυξ, ὤλετο εἰρήνης δεσμὸς ἀριπρεπέος.» 8.4 Κόσμος ὅλος μύθοισιν ὑπ' ἀντιπάλοισιν ἀεικῶς σείεται, ὁ Τριάδος κλῆρος ὁμοσθενέος· αἰαῖ, Βασιλίου δὲ μεμυκότα χείλεα σιγᾷ. ἔγρεο· καὶ στήτω σοῖσι λόγοισι σάλος σαῖς τε θυηπολίῃσι· σὺ γὰρ μόνος ἶσον ἔφηνας καὶ βίοτον μύθῳ καὶ βιότητι λόγον. 8.5 Εἷς θεὸς ὑψιμέδων· ἕνα δ' ἄξιον ἀρχιερῆα ἡμετέρη γενεὴ εἶδέ σε, Βασίλιε, ἄγγελον ἀτρεκίης ἐριηχέα, ὄμμα φαεινὸν Χριστιανοῖς, ψυχῆς κάλλεσι λαμπόμενον, Πόντου Καππαδοκῶν τε μέγα κλέος· εἰσέτι καὶ νῦν, λίσσομ', ὑπὲρ κόσμου ἵστασο δῶρ' ἀνάγων. 8.6 Ἐνθάδε Βασιλίοιο Βασίλιον ἀρχιερῆα θέντο με Καισαρέες, Γρηγορίοιο φίλον, ὃν περὶ κῆρι φίλησα· Θεὸς δέ οἱ ὄλβια δοίη ἄλλα τε καὶ ζωῆς ὡς τάχος ἀντιάσαι ἡμετέρης. τί δ' ὄνειαρ ἐπὶ χθονὶ δηθύνοντα τήκεσθ' οὐρανίης μνωόμενον φιλίης; 8.7 Τυτθὸν ἔτι πνείεσκες ἐπὶ χθονί, πάντα δὲ Χριστῷ δῶκας ἄγων, ψυχήν, σῶμα, λόγον, παλάμας, Βασίλιε, Χριστοῖο μέγα κλέος, ἕρμ' ἱερήων, ἕρμα πολυσχίστου νῦν πλέον ἀτρεκίης. 8.8 Ὦ μύθοι, ὦ ξυνὸς φιλίης δόμος, ὦ φίλ' Ἀθῆναι, ὦ θείου βιότου τηλόθε συνθεσίαι, ἴστε τόδ', ὡς Βασίλειος ἐς οὐρανόν, ὡς ποθέεσκεν, Γρηγόριος δ' ἐπὶ γῆς χείλεσι δεσμὰ φέρων. 8.9 Καισαρέων μέγ' ἄεισμα, φαάντατε ὦ Βασίλειε, βροντὴ σεῖο λόγος, ἀστεροπὴ δὲ βίος· ἀλλὰ καὶ ὣς ἕδρην ἱερὴν λίπες· ἤθελεν οὕτω Χριστός, ὅπως μίξῃ ὡς τάχος οὐρανίοις. 8.10 Βένθε' ἅπαντ' ἐδάης τὰ πνεύματος, ὅσσα τ' ἔασιν τῆς χθονίης σοφίης· ἔμπνοον ἱρὸν ἔης. ὀκτάετες λαοῖο θεόφρονος ἡνία τείνας, τοῦτο πόνων τῶν σῶν, ὦ Βασίλει', ὀλίγον. 8.11 Χαίροις, ὦ Βασίλειε, καὶ εἰ λίπες ἡμέας, ἔμπης· Γρηγορίου τόδε σοι γράμμ' ἐπιτυμβίδιον, μῦθος ὅδ', ὃν φιλέεσκες· ἔχεις χρέος, ὦ Βασίλειε, τῆς φιλίης καίτοι δῶρον ἀπευκτότατον. Γρηγόριος, Βασίλειε, τεῇ κόνι