1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

1

Contra fatum

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΚΑΤΑ ΕΙΜΑΡΜΕΝΗΣ

Μέμνησαι πάντως ὅ τί μοι γέγονεν, ὅτε πρώην διὰ πολλοῦ παρ' ὑμᾶς τὸ μέγα τῆς ἀπιστίας ὄρος, εὐαγγελικῶς εἰπεῖν, εἰς πίστιν μετεκινήθη, τοῦ σοφωτάτου Εὐσεβίου τῆς πολιᾶς ἀξίως ἐν γήρᾳ βουλευσαμένου, εἴπερ ἀνθρώπου βουλὴν εἶναι χρὴ ταύτην λογίσασθαι καὶ μὴ θείαν τινὰ συμμαχίαν τοῦ διοικοῦν τος ἐπ' ἀγαθῷ τὸ ἀνθρώπινον. τότε δή μοι πρὸς τὸ παράδοξον ἐκπεπληγμένῳ τοῦ θαύματος, πῶς ὁ τοσοῦτος ἐν ἀπιστίᾳ τὸ πρότερον πολλαπλασίονι τῷ μεγέθει τῆς πίστεως ὑπερέβαλε τῆς ἀπιστίας τὸ μέτρον, ἐπειδή τις προϊούσης ἡμῖν τῆς συνουσίας τῶν κατὰ τὴν εἱμαρμένην ζητουμένων λόγος 32 ἐνέπεσεν, ἐπέταξας, ὦ τιμία μοι καὶ ἱερὰ κεφαλή, τὴν γενομένην μοι πρός τινα τῶν φιλοσόφων διάλεξιν ἐν τῇ μεγάλῃ τοῦ Κωνσταντίνου πόλει περὶ τῆς ὑποθέσεως ταύτης ἐγγράφως σοι δι' ἐπιστολῆς διηγήσασθαι. μικρᾶς τοίνυν ἐπιτυχὼν σχολῆς, δι' ὀλίγων, ὡς οἶόν τε, συντεμὼν τὸν λόγον ἐκτίθεμαί σοι ἐν ἁπλῷ καὶ ἀκατασκεύῳ τῷ διηγήματι φυλασσόμενος ὅτι μάλιστα τοῦ μὴ πόρρω τῶν ἐπιστολιμαίων μέτρων ἐκπεσεῖν τὸν λόγον εἰς λογογραφικὸν μῆκος ἀποτεινόμενον.

Προσῆγον ἐγώ τινας περὶ τῆς καθ' ἡμᾶς εὐσεβείας λόγους ἀνδρί τινι πεπαιδευμένῳ τὴν ἔξω φιλοσοφίαν, ὡς ἐνῆν ἐκ τῶν λεγομένων στοχάσασθαι, καὶ πείθειν ἐπεχείρουν ἐκ τοῦ Ἑλληνισμοῦ πρὸς τὴν συγκατάθεσιν τοῦ καθ' ἡμᾶς δόγματος μετατάξασθαι. ἐπειδὴ δὲ πολὺς ἦν κατασκευάζων μὴ κατ' ἐξουσίαν προκεῖσθαι τοῖς βουλομένοις τῶν κατὰ γνώμην τὴν αἵρεσιν, ἀλλὰ διά τινος ἐξάπτων ἀνάγκης τὴν τῶν ἀνθρώπων ζωήν, ἧς ἄνευ μὴ ἄν τι γενέσθαι τῶν ἐν ἡμῖν γινομένων, καὶ τούτῳ τῷ λόγῳ τὸν ἐμὸν παρεκρούετο λόγον, ὡς εἰ μὲν εἵμαρται αὐτῷ γενέσθαι Χριστιανῷ, γενήσεται πάντως, κἂν ἡμεῖς μὴ βουλώμεθα, εἰ δὲ κωλύοιτο τῇ τῆς εἱμαρμένης ἀνάγκῃ, μὴ ἂν γενέσθαι δυνατὸν ἐξευρεῖν τινα μηχανὴν ἣ τὴν εἱμαρμένην βιάσεται· ταῦτα λέγοντος ἐγὼ μέν, ὅπερ εἰκὸς ἦν, φεύγειν ᾤμην αὐτὸν τὸ μαθεῖν τι περὶ τῆς πίστεως τῷ 33 Ἑλληνισμῷ διὰ βάθους ἐγκείμενον καὶ τούτῳ τῷ τρόπῳ τὴν ἀκολουθίαν τοῦ ἡμετέρου παρακρούεσθαι λόγου. ἐπεὶ δὲ οὐκ ἀνίει τοῖς αὐτοῖς ἐπιμένων, πάντα λέγων ὑπεζεῦχθαι τῇ τῆς εἱμαρμένης ἀνάγκῃ κἀκείνην ἐπιστατεῖν τῶν ὄντων καὶ τῇ ῥοπῇ ταύτης πάντα ὑποκύπτειν τὰ ὄντα, ζωῆς τε μέτρα καὶ ἠθῶν διαφορὰς καὶ βίων αἱρέσεις καὶ σωμάτων κατασκευὰς καὶ τὰς τῶν ἀξιωμάτων ἀνωμαλίας, ὡς ἄρχειν τε πάντως τὸν καθ' εἱμαρμένην ἐπὶ τὴν ἀρχὴν παριόντα, δουλεύειν τε κατὰ τὴν αὐτὴν αἰτίαν καὶ πλουτεῖν ὡσαύτως καὶ πένεσθαι, ἐρρῶσθαί τε πάλιν τῷ σώματι καὶ ἀσθενῶς ἔχειν, τό τε ὠκύμορον καὶ τὸ μακρόβιον τὴν αὐτὴν ἔχειν αἰτίαν (ὅ τε γὰρ ἐν ὀλίγῳ μετασχὼν τῆς ζωῆς καὶ ὁ ἐν μακρῷ τῷ χρόνῳ παρατείνας τὸν βίον οὐ κατ' οἰκείαν ὁρμὴν ἀλλ' ἐκ τῆς ἀνάγκης ἐκείνης ἐν ἑκατέρῳ ἑκάτερος γίνεται), τόν τε αὐτόματον καὶ τὸν ἠναγκασμένον θάνατον μὴ ἄλλως ἢ παρ' ἐκείνης ἀποκληροῦσθαι τοῦ τε βιαίου θανάτου τὰς πολυτρόπους διαφορὰς ἐν συμπτώμασιν ἢ ἀγχόναις ἢ ψήφῳ δικαστικῇ ἢ καὶ κατ' ἐπιβουλὴν ἐπαγομένας, καὶ τὰ ἔτι τούτων καθολικώτερα καὶ περιληπτικώτερα πάθη, σεισμοὺς καὶ ναυάγια καὶ ἐπικλύσεις ὑδάτων καὶ τὰς ἐκ πυρὸς συμ φορὰς καὶ ὅσα τοιαῦτα εἴδη κακῶν, πάντα τῆς αἰτίας ἐκείνης ἐξάπτων προσετίθει καὶ τῶν κατὰ τὸν βίον ἐπιτηδευμάτων μηδαμοῦ τὸν λογισμὸν τοῦ αἱρουμένου κύριον εἶναι, πάντας δὲ τῷ κράτει τῆς εἱμαρμένης ὑπηρετοῦντας ἢ φιλοσοφεῖν ἢ ῥητορεύειν ἢ γεωργεῖν ἢ ναυτίλλεσθαι ἢ ἐν γάμῳ ζῆν ἢ τὸν ἄγαμον αἱρεῖσθαι βίον, ἀρετῆς τε καὶ κακίας τὴν αὐτὴν ἀνάγκην εἶναι διισχυρίζετο· ὥστε