1

 2

 3

 4

1

De paenitentia et in lectionem de Davide et de uxore Uriae

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ, Περὶ μετανοίας, καὶ εἰς

τὸ ἀνάγνωσμα τοῦ ∆αυῒδ περὶ τῆς τοῦ Οὐρίου.

64.11 Ἰδοὺ σήμερον ἡμῖν ὁ μακάριος ∆αυῒδ ἀνεγνώσθη, ὁ μουσουργὸς τῆς

σωφροσύνης καὶ διδάσκαλος. Ὅταν γὰρ τὴν πνευματικὴν αὑτοῦ λύραν κινήσῃ διὰ τῶν Ψαλμῶν, θέλγει μὲν τὴν ἀκοὴν, σωφρονίζει δὲ τὸν λογισμόν. ∆ιὰ τοῦτο τοῦ Πνεύματος ἡ χάρις ᾠκονόμησε καθ' ἑκάστην ἡμέραν παρὰ πάσης σχεδὸν ψυχῆς Χριστιανικῆς αὐτὸν μελῳδεῖσθαι, ἵνα καὶ τὴν ἀκοὴν εὐφραινώμεθα, καὶ τὴν ψυχὴν ὠφελώμεθα. Ἐμοὶ δὲ πολλάκις ἐπέρχεται θαυμάσαι, καὶ πολλάκις κατ' ἐμαυτὸν ἐξέστην τῇ διανοίᾳ, οἷα λογιζόμενος καὶ λέγων, Τίνος ἕνεκεν παρὰ πάσας τὰς γραφὰς τὰς ἐν τῇ Παλαιᾷ, τὰς ἐν τῇ Καινῇ ∆ιαθήκῃ, τὴν τοῦ ∆αυῒδ βίβλον οὕτως ἀγαπῶσι πάντες, καὶ τοῦτον μόνον ἐπὶ στόματος φέρειν πάντες ἐμελέτησαν; Μωϋσῆς ἦν μέγας νομοθέτης, πρόσωπον πρὸς πρόσωπον τὸν Θεὸν θεασάμενος· ὃς πᾶσαν τὴν κτίσιν ἐξ ἀρχῆς ἄνωθεν ἡμῖν γνωρίζων, καὶ τὸν κτίστην ἀνακηρύττων ἔλεγεν· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ τούτου βιβλίον ἐστὶ μέγιστον καὶ πάσης σοφίας πεπληρωμένον, καὶ μόλις αὐτὸ καθ' ἑκάστην ἐκκλησίαν ἅπαξ ἢ δεύτερον τῆς ἑβδομάδος ἀναπτύσσομεν. Ἀλλὰ λέγεις, Τῆς Παλαιᾶς ∆ιαθήκης ἐστί.

Καὶ τί πρὸς τὴν τῶν ἁγίων Εὐαγγελίων ἀνάγνωσιν; ὅπου τὰ θαύματα τῆς τοῦ Χριστοῦ παρουσίας ἀνακηρύττεται· ὅπου Θεὸς τοῖς ἀνθρώποις συναναμίγνυται, καὶ θάνατος λόγῳ καταλύεται· ὅπου δαίμονες ἐξ ἐπιτάγματος φυγαδεύονται, καὶ λεπροὶ λόγῳ καθαρίζονται· ὅπου τυφλοὶ τὸ λεῖπον τῆς φύσεως πηλῷ θεραπεύονται, καὶ πεντακισχίλιοι κατὰ τὴν ἔρημον ἐκ πέντε ἄρτων διατρέφονται· ὅπου λῃστὴς εἰς παράδεισον εἰσοικίζεται, καὶ πόρνη καθαρωτέρα τῶν ἄστρων εὑρίσκεται· ὅπου τὰ τοῦ Ἰορδάνου ῥεῖθρα πρὸς ἁγιασμὸν τῶν ἡμετέρων ψυχῶν ἁγιάζεται, καὶ μονογενὴς Υἱὸς παρὰ τοῦ Πατρὸς οὐρανόθεν ἀνακηρύττεται· ὅπου τὴν ζωὴν ἡμῶν Χριστὸς ἀνακαινίζει, καὶ ἀνακαινίζων πρὸς σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων ἀνακηρύττων λέγει· Μακάριοι οἱ 64.12 πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται; Ἀλλ' ὅρα, καὶ τούτους τοὺς νόμους ἅπαξ ἢ δεύτερον ἀναγινώσκομεν τῆς ἑβδομάδος. Ἀλλ' ἐρεῖς, ὅτι βασιλικοὺς στεφάνους οὐ χρὴ καθ' ἑκάστην ἡμέραν δημοσιεῦσαι. Καὶ τί πρὸς τὸν μακάριον ἀπόστολον Παῦλον, τὸν ῥήτορα τοῦ Χριστοῦ, τὸν τῆς οἰκουμένης ἁλιέα, τὸν διὰ δεκατεσσάρων ἐπιστολῶν ὥσπερ διὰ δικτύων πνευματικῶν πᾶσαν τὴν οἰκουμένην εἰς σωτηρίαν σαγηνεύσαντα· τὸν ἁρπαγέντα ἕως τοῦ τρίτου οὐρανοῦ, καὶ πάλιν εἰς τὸν παράδεισον· τὸν πιστευθέντα τὰ μυστήρια τῆς τοῦ Θεοῦ βασιλείας, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι; Ἐπεὶ καὶ τοῦτον δὶς τῆς ἑβδομάδος ἀναγινώσκομεν, καὶ τὴν ἐπιστολὴν αὐτοῦ διὰ στόματος φέρομεν· ἀλλὰ πρὸς τὴν ἀνάγνωσιν μόνον τὸν νοῦν ἀνατείναντες, ταύτῃ μόνῃ κατὰ τὸν καιρὸν ἐκεῖνον στοιχοῦμεν. Τί οὖν εἰπεῖν ἔχω πρὸς τὸν μακάριον ∆αυῒδ, ὅπως ἡ τοῦ Πνεύματος χάρις ᾠκονόμησε καθ' ἑκάστην ἡμέραν τε καὶ νύκτα αὐτὸν ἀνακηρύττεσθαι; πάντες γὰρ αὐτὸν ἀντὶ μύρου διὰ στόματος φέρομεν.

Ἐν ἐκκλησίᾳ παννυχίδες, καὶ πρῶτος καὶ μέσος καὶ τελευταῖος ὁ ∆αυΐδ· ἐν ὀρθριναῖς ὑμνολογίαις καὶ πρῶτος καὶ μέσος καὶ τελευταῖος ὁ ∆αυΐδ· ἐν τοῖς