1

 2

 3

 4

 5

 6

 7

 8

 9

1

De sancta trinitate

ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΟΜΟΟΥΣΙΟΥ ΤΡΙΑ∆ΟΣ.

48.1087 αʹ. Οἱ κατὰ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος τὰς γλώσσας ἀκονῶντες, καὶ

λυττῶντες, καὶ τὸ τοῦ μονογενοῦς Υἱοῦ καὶ τὸ τοῦ ἁγίου Πνεύματος ἀξίωμα καθαιρεῖν ἐπιχειροῦντες, ἐλέγχονται μὲν ὑπ' αὐτοῦ τοῦ ἁγίου Πνεύματος τοῦ λαλήσαντος διὰ τῶν ἁγίων προφητῶν, καὶ ὑπὸ τοῦ Λόγου τοῦ κηρύξαντος τὴν ἑαυτοῦ ἔνσαρκον παρουσίαν, τὴν δι' ἡμᾶς ἐκ Παρθένου ἁγίας γενομένην, ἄφραστόν τε καὶ ἀναλλοίωτον, διὰ τῶν ἑαυτοῦ ἀξίων· ἐλεγχθήσονται δὲ ἐν ἡμέρᾳ τῆς δικαιοκρισίας αὐτοῦ τελειότατον, ὅταν πάλιν ἔρχηται ἐξ οὐρανοῦ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν τοῖς φυλάξασιν ἄτρεπτον αὐτοῦ τὴν πίστιν. Ἐτόλμησαν δὲ, ἀγαπητοὶ, Ἀρειανῶν παῖδες, καὶ Μακεδονιανῶν μανίαν κατεχόμενοι, λέγειν Θεὸν μέγαν καὶ μικρὸν, καὶ κτιστὸν Θεὸν, Ἑλληνισμὸν παρεισφέροντες ἡμῖν. Ἐκείνων γάρ ἐστι κτίσματι προσκυνεῖν, καὶ τὸν μὲν τῶν θεῶν αὐτῶν μεγαλύνειν, τὸν δὲ σμικρύνειν.

Εἰ γὰρ λείπεταί τι ἢ ὁ Υἱὸς, ἢ τὸ Πνεῦμα, οὐ Θεός. Παῦλος γὰρ μεμφόμενος αὐτοὺς ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, λέγει· Ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν ἐπὶ πάντων Θεὸς εὐλογητός. Εἰ δὲ κτίσματι προσκυνοῦσι, λέγοντες τὸν Υἱὸν καὶ τὸ Πνεῦμα κτίσμα, ἐπικατάρατοί εἰσι κατὰ τὸν Μωϋσῆν τὸν λέγοντα· Ἐπικατάρατος πᾶς ὁ προσκυνῶν κτίσματι καὶ ποιήματι. Ἡμεῖς δὲ οὐ κτίσματι προσκυνοῦμεν, ἀλλὰ Τριάδα ἄκτιστον, ἄτρεπτόν τε καὶ ἀναλλοίωτον καὶ ὁμοούσιον, μηδὲν ἐπείσακτον ἔχουσαν, ἢ δοῦλον, ἢ ἐκ προκοπῆς εἰς τὸ εἶναι ἐπανελθὸν, ὡς πρότερον μὲν οὐκ ὂν, ὕστερον δὲ ἐπιγενόμενον. Βλέπε γάρ μοι τὰς μαρτυρίας τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος, καὶ σέβου ταύτην ὀρθῶς, ἵνα μὴ ἀπόλῃ. Καὶ εἶπε, φησὶν, ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Εἰπέ μοι οὖν, μετὰ τίνος συμβουλεύεται ὁ Θεός; Μετὰ τῶν ἀγγέλων, φησίν. Ἀλλ' οὐκ ἔχουσιν οἱ ἄγγελοι τὴν εἰκόνα τοῦ Θεοῦ· λέγει δὲ πρὸς τὸν συνδημιουργὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα. Καὶ ἵνα πεισθῇς τοῦτο ἀληθὲς εἶναι, ἄκουσον τοῦ ψαλμῳδοῦ λέγοντος· Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Οὐκ ἀγνοεῖς δὲ τὸν Λόγον εἶναι τὸν Υἱόν. Φησὶ γὰρ ὁ θεολόγος Ἰωάννης· Καὶ Θεὸς ἦν ὁ Λόγος· καὶ περὶ τοῦ Πνεύματος, Πνεῦμα ὁ Θεός. Λέγει οὖν ὁ Θεὸς καὶ Πατὴρ πρὸς τὸν Θεὸν τὸν Υἱὸν, καὶ Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν. Καὶ οὐκ εἶπεν, Ἐμὴν καὶ ὑμῶν, οὔτε Ἐμὴν καὶ σήν. Σημαίνουσα δὲ ἡ Γραφὴ μίαν εἰκόνα τῆς ἁγίας Τριάδος εἶναι, λέγει· Καὶ ἐποίησεν ὁ Θεὸς 48.1088 τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν.

Καθὼς καὶ Παῦλος βοᾷ περὶ τοῦ Υἱοῦ· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως. Καὶ πάλιν ἀλλαχοῦ ἡ Γραφή· ∆εῦτε, καὶ καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας. Τῷ εἰπεῖν, ∆εῦτε, τοὺς ὁμοτίμους καλεῖ. Οὔτε γὰρ εἰ ἀγγέλοις ἐπέταξεν, εἶχεν εἰπεῖν, ∆εῦτε, ἀλλ' ἐπιτακτικῶς, Πορεύεσθε. Βλέπε δέ μοι Πατρὸς φωνὴν, Υἱὸν καὶ Πνεῦμα καλοῦσαν. Εἰ γὰρ πρὸς ἕνα μόνον τοῦτο ἐῤῥέθη, εἶχεν εἰπεῖν, ∆εῦρο, καὶ καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας· τὸ δὲ εἰπεῖν, ∆εῦτε, ἑνός ἐστι φωνὴ πρὸς δύο τινὰς ὁμοτίμους. Ἄκουε δὲ καὶ τοῦ μακαρίου Ἰὼβ σαφῶς δηλοῦντος τὴν ἀχώριστον Τριάδα· φησὶ γάρ· Ζῇ Κύριος, ὃς οὕτω με ἔκρινε, καὶ ὁ παντοκράτωρ, ὁ πικράνας μου τὴν ψυχὴν, καὶ πνεῦμα θεῖον τὸ περιὸν ἐν ῥισί μου. Κύριον καὶ παντοκράτορα καὶ θεῖον Πνεῦμα εἰπὼν, τὴν ὁμοούσιον Τριάδα