1

 2

 3

 4

 5

 6

 7

 8

 9

1

In dictum Pauli: Nolo vos ignorare

ΕΙΣ ΤΟ ΑΠΟΣΤΟΛΙΚΟΝ ΡΗΤΟΝ Οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς

θαλάσσης διῆλθον.

51.241 αʹ. Οἱ ναῦται τοῦτο μάλιστα φιλοῦσι τοῦ πελάγους τὸ μέρος, ὅπερ ἂν λιμέσι πυκνοῖς καὶ νήσοις διειλημμένον ᾖ. Τὸ μὲν γὰρ ἀλίμενον πέλαγος, κἂν γαλήνην ἔχῃ, πολὺν παρέχει τοῖς πλέουσι τὸν τρόμον· ἔνθα δὲ ἂν ὦσιν ὅρμοι, καὶ ἀκταὶ, καὶ αἰγιαλοὶ πανταχόθεν ἐκτεταμένοι, μετὰ πολλῆς πλέουσι τῆς ἀσφαλείας. Κἂν γὰρ βραχὺ διεγερθεῖσαν τὴν θάλασσαν ἴδωσι, δι' ὀλίγου τὴν καταφυγὴν ἔχοντες, ταχίστην καὶ εὔκολον τῶν ἐπικειμένων κακῶν ἀπαλλαγὴν εὕρασθαι δύναιντ' ἄν. ∆ιὰ δὴ ταῦτα, οὐχ ὅταν πλησίον λιμένος ἐλαύνωσι μόνον, ἀλλὰ κἂν πόῤῥωθεν ὦσι, πολλὴν καὶ ἀπὸ τῆς ὄψεως ταύτης παράκλησιν δέχονται. Οὐ γὰρ ὡς ἔτυχεν αὐτῶν τὰς ψυχὰς ἀνακτᾶσθαι πέφυκε καὶ ὄρους κορυφὴ φαινομένη πόῤῥωθεν, καὶ καπνὸς ἀναθρώσκων, καὶ προβάτων ποίμνια παρὰ τὴν ὑπώρειαν νεμόμενα.

Ἐπειδὰν δὲ καὶ εἰς αὐτὸ τοῦ λιμένος τὸ στόμα ἔλθωσιν, ὁλόκληρον καρποῦνται τὴν εὐφροσύνην. Τότε γὰρ καὶ κώπην ἀποτίθενται, καὶ τὰ σώματα ὑπὸ τῆς ἅλμης τεταριχευμένα ποτίμοις περικλύζουσιν ὕδασι, καὶ εἰς τὸν αἰγιαλὸν ἐξελθόντες, καὶ τῇ γῇ μικρὸν ὁμιλήσαντες γυμνοῖς τοῖς σώμασι, πᾶσαν τὴν ἀπὸ τῆς ναυτιλίας ἀποτίθενται ταλαιπωρίαν. Ὥσπερ οὖν ἐκεῖνοι τοῦτο μάλιστα τῆς θαλάσσης ἀσπάζονται τὸ μέρος διὰ τὰς πυκνὰς ταύτας καὶ συνεχεῖς ἀναπαύσεις· οὕτω δὴ καὶ ἐγὼ ταύτην μάλιστα φιλῶ τὴν ὥραν, οὐκ ἐπειδὴ χειμῶνος ἀπηλλάγμεθα, οὐδὲ ἐπειδὴ θέρους ἀπολαύομεν, ζεφύρου λιγυρὰ πνέοντος, ἀλλ' ἐπειδὴ τοὺς πνευματικοὺς λιμένας ἔχομεν συνεχῶς διαδεχομένους ἡμᾶς, τῶν ἁγίων μαρτύρων λέγω τὰς πανηγύρεις. Οὐ γὰρ οὕτως οἱ λιμένες πλωτῆρας, ὡς αἱ τῶν ἁγίων τούτων ἑορταὶ τοὺς πιστοὺς ἀνακτᾶσθαι πεφύκασιν. Ἐκείνους μὲν γὰρ θαλαττίων κυμάτων ἐμβολῆς καὶ ἐρεσίας μακρᾶς ἀπαλλάττουσι λιμένες· τοὺς δ' εἰς πανήγυριν μαρτύρων ἀπαντῶντας πνευμάτων πονηρῶν καὶ 51.242 ἀκαθάρτων, λογισμῶν ἀτόπων, πολλῆς τῆς ἐν ψυχῇ γινομένης ζάλης, ἡ τῶν ἁγίων μνήμη τούτων ἐξαρπάζειν εἴωθε. Κἂν ἐκ τῶν πολιτικῶν, κἂν ἐκ τῶν οἰκιακῶν πραγμάτων ἀθυμίαν τινὰ ἐπισυρόμενος εἰσέλθῃ, πᾶσαν αὐτὴν ἀποθέμενος, οὕτως ἄπεισι, καὶ ῥᾴων γίνεται καὶ κουφότερος, οὐχὶ κώπην ἀποτιθέμενος, οὐδὲ οἰάκων ἐξανιστάμενος, ἀλλὰ τὸ δυσβάστακτον καὶ ποικίλον τῆς βιωτικῆς λύπης φορτίον διαλύων, καὶ πολλὴν τῇ ψυχῇ δεχόμενος τὴν εὐφροσύνην. Καὶ τούτων ἁπάντων μάρτυρες ὑμεῖς, οἱ τοῖς ἄθλοις τοῦ μακαρίου Βαρλαὰμ χθὲς ἐντρυφήσαντες, καὶ μετὰ πολλῆς τῆς ἀδείας εἰς τὸν ἐκείνου σκιρτήσαντες λιμένα, καὶ τὴν ἅλμην τῶν βιωτικῶν φροντίδων ἀπολουσάμενοι, καὶ κοῦφοι οἴκαδε ἀπὸ τῶν ἐκείνου διηγημάτων ἀναχωρήσαντες.

Ἀλλ' ἰδοὺ καὶ ἑτέρων μαρτύρων προσελαύνει πάλιν πανήγυρις. Ἕως ἂν οὖν εἰς τὸν ἐκείνων λιμένα φθάσωμεν, φέρε δὴ μιμησώμεθα τοὺς πλωτῆρας· καὶ καθάπερ ἐκεῖνοι τὸ πέλαγος πλέοντες ᾄδουσι, τῇ ᾠδῇ τὸν πόνον παραμυθούμενοι· οὕτω δὴ καὶ ἡμεῖς, ἕως εἰς τὸν ἐκείνων φθάσωμεν λιμένα, λόγους τινὰς πνευματικοὺς πρὸς ἀλλήλους κινήσωμεν, τὸν μακάριον Παῦλον τῆς καλῆς ταύτης ὁμιλίας ἡγεμόνα ποιησάμενοι, καὶ ἥνπερ ἂν αὐτὸς κελεύῃ, ταύτην ἑπόμενοι. Ποίαν οὖν ἕπεσθαι κελεύει; Τὴν διὰ τῆς ἐρήμου, καὶ τῶν ἐκεῖ συμβάντων θαυμάτων ὁδόν. Καὶ γὰρ ἠκούσατε σήμερον αὐτοῦ βοῶντος, καὶ λέγοντος· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν,