1

 2

 3

 4

 5

1

In parabolam de ficu

Εἰς τὴν παραβολὴν περὶ συκῆς, ὁμιλία.

59.585 αʹ. Ὀφθαλμὸς μὲν ὁρῶν ἢ δένδρον ἀνθοφόρον, ἢ πηγὴν ὑδροτόκον, ὑπ'

αὐτῆς τῆς θέας ἕλκεται, καὶ τὸν τῆς καρδίας νοῦν μεταστρέφει ἐκεῖ. Ὁμοίως δὲ καὶ ὁ ἀκούων διὰ λόγων πράξεις καὶ ἱστορίας, πρὸς ἐκείνας τὴν διάνοιαν ἀνατείνει, ὡς εἶναι τὸν τοιοῦτον τῷ μὲν σώματι ἐν τῷδε τῷ τόπῳ, τῇ δὲ διανοίᾳ ἐν ἐκείνῳ τῷ τόπῳ, ἔνθα ὁ λόγος τῆς ἱστορίας διαστρέφει τὸ πρᾶγμα. Τοιοῦτόν τι καὶ ἐμοὶ συμβέβηκεν, ἀγαπητοί. Ἀκούσας γὰρ τοῦ εὐαγγελιστοῦ διηγουμένου τὰ ἐν Βηθανίᾳ κατὰ τὴν συκῆν γεγονότα πράγματα, ὧδε μέν εἰμι τῷ σώματι· τῇ δὲ διανοίᾳ ἐμαυτὸν εἶναι ἐκεῖ φαντάζομαι· καὶ οἴομαι νῦν ἀκολουθεῖν τῷ ∆εσπότῃ Ἰησοῦ, καὶ ὁρᾷν τὴν συκῆν πρὸ μὲν τοῦ ∆εσποτικοῦ προστάγματος ἀνθηρὰν καὶ κατάκομον, μετὰ δὲ τὸ Κυριακὸν πρόσταγμα στυγερὰν καὶ κατάξηρον. Πρωΐας γὰρ, φησὶν, ἐπανάγων ὁ Ἰησοῦς εἰς τὴν πόλιν, ἐπείνασε. Καὶ ἰδὼν συκῆν, ἦλθεν ἐπ' αὐτὴν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον· καὶ λέγει αὐτῇ· Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα· καὶ εὐθέως 59.586 ἐξηράνθη. Τοῦτο γὰρ ἀρτίως ἡμῖν ὑπανεγνώσθη. Ἐκπλήττει με τὸ θαῦμα· μεμέρισταί μου ἡ διάνοια.

Ὅταν γὰρ βουληθῶ τὸ πρᾶγμα τῆς ἱστορίας διηγήσασθαι, εὐθέως μετὰ τῆς ἱστορίας τὰ θαύματα πρὸς αὐτὰ ἐπισπᾶται. Καὶ ὥσπερ ὁπόταν ἴδῃ τις στάμνον χρυσῆν ἔχουσαν ἔνδοθεν λίθους τιμίους, φέροντας ἐν ἑαυτοῖς γεγραμμένα μυστήρια, θέλει μὲν ὁρᾷν τὴν στάμνον διὰ τὴν τοῦ εἴδους στιλβότητα, ἀνθέλκεται δὲ ὑπὸ τῶν ἔνδοθεν λίθων· σπεύδει γὰρ καὶ τὸ τῶν λίθων περιαθρῆσαι κάλλος, καὶ τὰ ἐν αὐτῇ γεγραμμένα μυστήρια γνῶναι· ὡσαύτως κἀγὼ ὁρῶν μὲν τὴν τοῦ γράμματος ἱστορίαν λαμπρὰν καὶ περικαλλῆ τυγχάνουσαν, ἐκεῖ κατέχομαι τὸν νοῦν· ἀνθέλκομαι δὲ πάλιν ὑπὸ τῆς τοῦ πνεύματος θεωρίας, μείζονά μοι τῆς ἱστορίας ἐπαγγελλομένης δεικνύειν τὰ θαύματα. Πρωΐας γὰρ, φησὶν, ἐπανάγων ὁ Ἰησοῦς εἰς τὴν πόλιν, ἐπείνασεν. Ὢ ἀνεκφράστου καὶ ἀνεκδιηγήτου μυστηρίου! Ἐπείνασεν ὁ τρέφων πᾶσαν τὴν οἰκουμένην· ἐπείνασεν ὁ ἐκ πέντε ἄρτων πεντάκις χιλίους εἰς κόρον ἐκθρέψας· ἐπείνασεν ὁ ἐκ πηλοῦ 59.587 ζῶντας ὀφθαλμοὺς ἐργασάμενος· ἐπείνασεν ὁ ἐπὶ τῶν κυμάτων τῆς θαλάσσης περιπατήσας, καὶ τοὺς πόδας εἰς τὸ ὕδωρ μὴ βάψας· ἐπείνασεν ὁ ἐννοίᾳ μόνῃ τὸ ὕδωρ εἰς οἶνον μετατρέψας· ἐπείνασεν ὁ ψυχὰς ἐκ τῶν σκηνωμάτων ἐκσπάσας, καὶ πάλιν αὐτὰς εἰσοικίσας λόγῳ. Καὶ πῶς λέγει ὁ Ἡσαΐας, Ὁ Θεὸς ὁ αἰώνιος οὐ πεινάσει, οὐδὲ κοπιάσει; Χριστὸς δὲ ὅτι Θεὸς παντί που δῆλον τῷ πιστεύοντι τῇ Γραφῇ λεγούσῃ· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Πῶς οὖν ἐπείνασεν ὁ Θεός; Ἐπείνασεν ἡ τοῦ δούλου μορφή· διέθρεψε δὲ πεντακισχιλίους ἡ ἐν αὐτῷ τοῦ ∆εσπότου βουλή. Ἦλθεν ἐπὶ τὴν συκῆν ὁ ὁρώμενος ἄνθρωπος· ἦν δὲ πανταχοῦ ἡ ἐν αὐτῷ νοουμένη θεότης. Εἶδε τὴν συκῆν ἄκαρπον ὡς ἄνθρωπος, ἐξήρανε ταύτην λόγῳ ὡς Θεός. Εἶπε, Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα· καὶ τὸ ἔργον ἠκολούθησε τῷ ῥήματι· καὶ εὐθὺς ἡ συκῆ ἐξηράνθη. Τὸ ῥῆμα ἀνθρώπινον, τὸ δὲ ἔργον θεϊκόν. Ἀλλὰ πολυζήτητος ἡμῖν, ἀγαπητοὶ, ἡ θεωρία ἡ κατὰ τὴν συκῆν, παρὰ πολλοῖς μὲν ἑρμηνευθεῖσα, ὡς ἔμοιγε δοκεῖ, οὐκ ἠκριβωμένως· πλὴν τὰς τῶν προλαβόντων ὑμῖν λέξω λύσεις, καὶ τὰς ἡμῖν πεπονημένας προσκομίσομεν ἀριστείας. ∆ύσληπτος γὰρ ὁ ἐν τῇ ἱστορίᾳ τοῦ γράμματος κείμενος νοῦς, πολλῷ τῷ βάθει κεκρυμμένην ἔχων τὴν τοῦ μυστηρίου στιλβότητα.