1

 2

 3

 4

1

Oratio secunda

ΕΥΧΗ ∆ΕΥΤΕΡΑ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ.

63.923 Κύριε ὁ Θεός μου, ὁ μέγας καὶ φοβερὸς καὶ ἔνδοξος, ὁ πάσης ὁρωμένης καὶ

νοουμένης κτίσεως δημιουργὸς, ὁ φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἕλεός σου τοῖς ἀγαπῶσί σε καὶ φυλάσσουσι τὰ προστάγματά σου· καὶ νῦν καὶ πάντοτε εὐχαριστῶ σοι πασῶν ἕνεκα τῶν εἰς ἐμὲ γενομένων εὐεργεσιῶν σου φανερῶν καὶ ἀφανῶν. Καὶ μέχρι τοῦ νῦν αἰνῶ καὶ δοξάζω καὶ μεγαλύνω σε, ἀνθ' ὧν ἐθαυμάστωσας ἐπ' ἐμοὶ τὰ ἐλέη σου τὰ πλούσια καὶ τοὺς οἰκτιρμούς σου, ἀντιλαβόμενός μου ἐκ γαστρὸς μητρός μου, καὶ ἐπὶ πᾶσι προνοησάμενος, συντηρήσας τε καὶ διακυβερνήσας ὁσίως τὰ κατ' ἐμὲ διὰ μόνην χρηστότητα καὶ φιλανθρωπίαν σου. Οὐ γὰρ διὰ τὸ ἀνάξιόν μου καὶ ἐμπαθὲς ὑπερεῖδες τὴν ἐμὴν ταπείνωσιν, ἀλλὰ διὰ τὸ φιλάνθρωπόν σου καὶ συμπαθὲς εὐεργετῶν καὶ προνοούμενος οὐ διέλειπες· Καὶ ἕως γήρως καὶ πρεσβείου ὁ Θεός μου μὴ ἐγκαταλίπῃς με, Ἰησοῦ Χριστὲ, τὸ καλὸν ὄνομα, ὁ γλυκασμός μου, καὶ ἡ ἐπιθυμία μου, καὶ ἡ ἐλπίς μου· ὁ ἐνανθρωπήσας δι' ἡμᾶς, καὶ τὸν διὰ σταυροῦ θάνατον ὑπομείνας, καὶ πάντα ἐν σοφίᾳ οἰκονομήσας καὶ διαθέμενος τῆς ἡμῶν ἕνεκα σωτηρίας. Ἐξομολογοῦμαί σοι, Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου, κλίνω γόνυ σώματος καὶ ψυχῆς, ἐξαγορεύων σοὶ τῷ Θεῷ μου πάσας τὰς ἁμαρτίας μου. Κλῖνον καὶ αὐτὸς τὸ οὗς σου εἰς τὴν ἐμὴν δέησιν, καὶ ἄφες τὴν ἀσέβειαν τῆς καρδίας μου. Ἥμαρτον, ἠνόμησα, ἐπλημμέλησα, παρώξυνα, παρεπίκρανα τὸν ἐμὸν ἀγαθὸν ∆εσπότην καὶ τροφέα καὶ κηδεμόνα· οὐκ ἔστιν εἶδος κακίας ῥητὸν ἢ ἄῤῥητον, ὃ οὐκ ἐποίησα καὶ ἔργῳ καὶ λόγῳ, καὶ γνώσει καὶ ἀγνοίᾳ, καὶ ἐνθυμήμασι καὶ νοήμασι, καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν ἁμαρτήσας· καὶ πολλάκις μετανοεῖν ὑποσχόμενος, τοσαυτάκις τοῖς αὐτοῖς περιέπεσα.

Εὐκοπώτερον σταγόνες ὑετοῦ ἀριθμηθήσονται, ἢ τῶν ἐμῶν ἁμαρτημάτων ἡ πληθύς· ὑπερῆραν γὰρ τὴν κεφαλήν μου, καὶ ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν. Ἀπὸ γὰρ νεότητός μου καὶ μέχρι τοῦ νῦν ταῖς ἀτόποις ἐπιθυμίαις θύραν ἀνοίξας, ἀχαλινώτοις καὶ ἀτάκτοις ἐχρησάμην ὁρμαῖς, μολύνας τὸν χιτῶνα τὸν ἄνωθεν ὑφαντὸν τοῦ ἁγίου μου βαπτίσματος, τὸν ναόν μου τοῦ σώματος κηλιδώσας, τὴν ταλαίπωρόν μου ψυχὴν τοῖς πάθεσι τῆς ἀτιμίας 63.924 καταμιάνας, καὶ πᾶσαν ἄλλην παρανομίαν καὶ ἀδικίαν διαπραξάμενος· ὧν ἐὰν κατὰ μέρος ἐπιμνησθῆναι θελήσω, ἐπιλείψει με διηγούμενον ὁ χρόνος. Ἐπεὶ δὲ πάντα οἶδας αὐτὸς (οὐδὲ γάρ ἐστι κτίσις ἀφανὴς ἐνώπιόν σου, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς σου), τί δεῖ πρὸς εἰδότα λέγειν τὰ μὴ ἀγνοούμενα παρὰ σοῦ; Ἐμοῦ δὲ συντρίβεται ἡ καρδία καὶ τὰ ὀστᾶ τῆς ψυχῆς, καὶ ὅλος εἰς ἀπορίας καταδύομαι βάθος, ἐνθυμούμενος ὅτι τηλικαῦτα καὶ τοσαῦτα ἡμαρτηκὼς, οὐδὲ μικρόν τι μεταμελείας ἔργον ἐνεδειξάμην· καὶ ὁ καιρὸς τῆς τομῆς ἐγγὺς, καὶ ἡ προθεσμία τοῦ θανάτου παρέστηκεν, ὁ δὲ τῆς μετανοίας καιρὸς οὐδαμοῦ. ∆ιὰ τοῦτο τετάρακται ἡ ψυχή μου, καὶ κατώδυνός ἐστι καὶ κατηφείας πλήρης· ἀνέτοιμος γὰρ καὶ ἀπαράσκευος ὢν, διαλογιζόμενός τε καὶ ἀνακρίνων τὰ κατ' ἐμαυτὸν, οὐδὲν ἱκανὸν πρὸς ἀπολογίαν εὑρίσκω, οὐδέ τινα τρόπον καὶ μηχανὴν, δι' ὧν τοῦ αἰωνίου πυρὸς ῥυσθήσομαι. Εἰ γὰρ ὁ δίκαιος μόλις σώζεται, ὁ ἁμαρτωλὸς ἐγὼ ποῦ φανοῦμαι; Καὶ εἰ διὰ πολλῶν θλίψεων ἡ βασιλεία τῶν οὐρανῶν τοῖς ἀξίοις κατακληροῦται, καὶ στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς τῆς ζωῆς, πῶς ἐγὼ καθηδυπαθῶν καὶ ἀκολασταίνων διαπαντὸς τῆς σωτηρίας ἀξιωθήσομαι; Καὶ εἰ πᾶσα δικαιοσύνη ἀνθρώπου, ὡς ῥάκος ἀποκαθημένης, ὁ τοσοῦτος βόρβορος