Apophthegmata Περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ Αἰγυπτίου. ∆ιηγήσατο περὶ ἑαυτοῦ ὁ ἀββᾶς Μακάριος, λέγων· ὅτε ἤμην νεώτερος καὶ ἐκαθήμην εἰς κελ λίον εἰς Αἴγ

 οὐ δύνασαι ὡς ἡμεῖς, κάθου εἰς τὸ κελλίον σου, καὶ κλαῦσον τὰς ἁμαρτίας σου· καὶ ἠρώτησα αὐτούς· ὅταν γίνηται χειμών, οὐ ῥιγᾶτε; καὶ ὅταν γίνηται καῦμ

 ἀπὸ καμάτου πολλοῦ. ὀψίας δὲ γενομένης ἔβρεξεν ἑαυτῷ ὁ ἀββᾶς Ἀντώνιος θαλλία· καὶ λέγει 34.244 αὐτῷ ὁ ἀββᾶς Μακάριος· κέλευσον, ἵνα κἀγὼ βρέξω ἐμαυτῷ.

 ἐδίδουν αὐτῷ· ὁ δὲ γέρων μετὰ χαρᾶς ἐλάμβανεν, ἵνα ἑαυτὸν βασανίσῃ· ὁ δὲ μαθητὴς, εἰδὼς τὸ πρᾶγμα, ἔλεγε τοῖς ἀδελφοῖς· διὰ τὸν κύριον, μὴ δῶτε αὐτῷ·

 ὁ ἀββᾶς Μακάριος· εἰ γέγονεν ἐν σοὶ ἡ ἐξουδένωσις ὡς ὁ ἔπαινος, καὶ ἡ πενία ὡς ὁ πλοῦ τος, καὶ ἡ ἔνδεια ὡς ἡ δαψίλεια, οὐκ ἀποθνήσκεις· ἀμήχανον γάρ ἐ

 πράγματος ὠφελοῦντος αὐτούς, ἀναγκάζουσιν ἑαυτοὺς εἰπεῖν ἀρχὴν τοῦ λόγου· ἐὰν δὲ μὴ ἀναγκα σθῶσι παρὰ τῶν ἀδελφῶν, οὐκ ἔτι λαλοῦσι τὸν λόγον· ἵνα μὴ ε

 αὐτῶν. ἀναστὰς δὲ μετὰ τὴν ἑβδομάδα, ἀπῆλθον πρὸς αὐτοὺς ἰδεῖν, πῶς κάθηνται· καὶ κρού σαντός μου ἀνέῳξαν, καὶ ἠσπάσαντό με σιωπῶντες· καὶ ποιήσας εὐχ

 συκίδια· καὶ ὡς τρέχουσιν, ἔπεσεν ἓν ἐξ αὐτῶν, καὶ λαβὼν ἔφαγον αὐτό· καὶ ὅτε μνημονεύω αὐτοῦ, κάθημαι κλαίων. Εἶπεν ὁ ἀββᾶς Μακάριος, ὅτι περιπατῶν π

 Μακάριος· φεῦγε τοὺς ἀνθρώπους· κάθισον εἰς τὸ κελλίον σου, καὶ κλαῦσον τὰς ἁμαρτίας σου, καὶ μὴ ἀγαπήσῃς λαλιὰν ἀνθρώπων· καὶ σώζῃ.

Apophthegmata Περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ Αἰγυπτίου. ∆ιηγήσατο περὶ ἑαυτοῦ ὁ ἀββᾶς Μακάριος, λέγων· ὅτε ἤμην νεώτερος καὶ ἐκαθήμην εἰς κελ λίον εἰς Αἴγυπτον, ἐκράτησάν με καὶ ἐποίησαν κληρικὸν εἰς τὴν κώμην· καὶ μὴ θέλων κατα δέξασθαι, ἔφυγον εἰς ἕτερον τόπον. καὶ ἦλθε πρός με εὐλαβὴς κοσμικὸς, καὶ ἐλάμβανε τὸ ἐργόχειρόν μου, καὶ διηκόνει μοι· συνέβη δὲ ἀπὸ πειρασμοῦ παρθέ νον τινὰ εἰς τὴν κώμην ἐκπεσεῖν· καὶ λαβοῦσα κατὰ γαστρὸς ἠρωτᾶτο τίς εἴη ὁ τοῦτο πεποιηκώς; ἡ δὲ ἔλεγεν· ὁ ἀναχωρητής. καὶ ἐξελθόντες συνέλαβόν με εἰς τὴν κώμην, καὶ ἐκρέμασαν ἐν τῷ τραχήλῳ μου ἠσβολωμένας χύτρας καὶ ὠτία κούφων, καὶ περι 34.237 επόμπευσάν με ἐν τῇ κώμῃ κατὰ ἄμφοδον, τύπτον τές με καὶ λέγοντες· οὗτος ὁ μοναχὸς ἔφθειρεν ἡμῶν τὴν παρθένον, λάβετε αὐτὸν, λάβετε. καὶ ἔτυψάν με παρὰ μικρὸν τοῦ ἀποθανεῖν. ἐλθὼν δέ τις τῶν γερόν των εἶπεν· ἕως πότε τύπτετε τὸν ξένον μοναχόν; ὁ δὲ διακονῶν μοι ἠκολούθει ὀπίσω μου αἰδούμενος· ἦσαν γὰρ ὑβρίζοντες αὐτὸν πολλὰ καὶ λέγοντες· ἰδοὺ ὁ ἀναχωρητὴς, ὃν σὺ ἐμαρτύρεις, τί ἐποίησε; καὶ λέ γουσιν οἱ γονεῖς αὐτῆς· οὐκ ἀπολύομεν αὐτόν, ἕως δῷ ἐγγυητὴν τοῦ τρέφειν αὐτήν. καὶ εἶπον τῷ διακονητῇ μου· καὶ ἐνηγγυήσατό με. καὶ ἀπελθὼν εἰς τὸ κελλίον μου, ἔδωκα αὐτῷ ὅσα εἶχον σπυρίδια, λέγων· πώλησον καὶ δὸς τῇ γυναικί μου φαγεῖν. καὶ ἔλεγον τῷ λογισμῷ μου· Μακάριε, ἰδοὺ εὗρες ἑαυτῷ γυναῖκα· χρὴ ἐργάζεσθαι μικρὸν περισσὸν, ἵνα τρέ φῃς αὐτήν· καὶ εἰργαζόμην νύκτα καὶ ἡμέραν, καὶ ἔπεμπον αὐτῇ. καὶ ὅτε ἦλθεν ὁ καιρὸς τῇ ἀθλίᾳ τε κεῖν, ἔμεινεν ἐπὶ πολλὰς ἡμέρας βασανιζομένη, καὶ οὐκ ἔτικτε. καὶ λέγουσιν αὐτῇ· τί ἐστι τοῦτο; ἡ δὲ εἶπεν· ἐγὼ οἶδα· ὅτι τὸν ἀναχωρητὴν ἐσυκοφάντησα, καὶ ψευσαμένη ᾐτιασάμην· καὶ οὗτος οὐκ ἔχει πρᾶ γμα, ἀλλ' ὁ δεῖνα ὁ νεώτερος. καὶ ἐλθὼν ὁ διακονῶν μοι χαίρων ἔλεγεν, ὅτι οὐκ ἠδυνήθη τεκεῖν ἡ παρθέ νος ἐκείνη, ἕως οὗ ὡμολόγησε λέγουσα, ὅτι οὐκ ἔχει πρᾶγμα ὁ ἀναχωρητής, ἀλλ' ἐψευσάμην κατ' αὐτοῦ· καὶ ἰδοὺ πᾶσα ἡ κώμη θέλει ἐλθεῖν ὧδε μετὰ δόξης, καὶ μετανοῆσαί σοι. ἐγὼ δὲ ἀκούσας ταῦτα, ἵνα μὴ θλίψωσί με οἱ ἄνθρωποι, ἀνέστην καὶ ἔφυγον ὧδε εἰς Σκῆτιν. αὕτη ἐστὶν ἡ ἀρχὴ τῆς αἰτίας, δι' ἣν ἦλθον ὧδε. Ἦλθέ ποτε Μακάριος ὁ Αἰγύπτιος ἀπὸ Σκήτεως εἰς τὸ ὄρος τῆς Νιτρίας, εἰς τὴν προσφορὰν τοῦ ἀββᾶ Παμβῶ· καὶ λέγουσιν αὐτῷ οἱ γέροντες· εἰπὲ ῥῆμα τοῖς ἀδελφοῖς, πάτερ. ὁ δὲ εἶπεν· ἐγὼ οὔπω γέγονα μοναχός, ἀλλ' εἶδον μοναχούς· καθημένῳ γάρ μοί ποτε ἐν τῷ κελλίῳ εἰς Σκῆτιν, ὤχλησάν μοι οἱ λογισμοὶ λέγοντες· ἄπελθε εἰς τὴν ἔρημον, καὶ ἰδὲ τί βλέπεις ἐκεῖ· ἔμεινα δὲ πολεμῶν τῷ λογισμῷ πέντε ἔτη, λέ γων, μήπως ἀπὸ δαιμόνων ἐστίν. καὶ ὡς ἐπέμενεν ὁ λογισμὸς, ἀπῆλθον εἰς τὴν ἔρημον· καὶ εὗρον ἐκεῖ λίμνην ὑδάτων, καὶ νῆσον ἐν μέσῳ αὐτῆς· καὶ ἦλθον τὰ κτήνη τῆς ἐρήμου πιεῖν ἐξ αὐτῆς· καὶ εἶδον ἐν μέσῳ αὐτῶν δύο ἀνθρώπους γυμνούς· καὶ ἐδειλίασε τὸ σῶμά μου· ἐνόμισα γὰρ ὅτι πνεύματά εἰσιν. αὐτοὶ δέ με ὡς εἶδον δειλιῶντα, ἐλάλησαν πρός με· μὴ φο βοῦ· καὶ ἡμεῖς ἄνθρωποί ἐσμεν. καὶ εἶπον αὐτοῖς· πόθεν ἐστέ, καὶ πῶς ἤλθετε εἰς τὴν ἔρημον ταύτην; καὶ εἶπον· ἀπὸ κοινοβίου ἐσμέν· καὶ γέγονεν ἡμῖν συμφωνία, καὶ ἐξήλθομεν ὧδε· ἰδοὺ τεσσαράκοντα ἔτη. καὶ ὁ μὲν εἷς Αἰγύπτιος, ὁ δὲ ἕτερος Λιβυκὸς 34.240 ὑπάρχει. καὶ ἐπηρώτησάν με καὶ αὐτοὶ λέγοντες· πῶς ὁ κόσμος; καὶ εἰ ἔρχεται τὸ ὕδωρ κατὰ καιρὸν αὐτοῦ, καὶ εἰ ἔχει ὁ κόσμος τὴν εὐθηνίαν αὐτοῦ, καὶ εἶπον αὐτοῖς· ναί. κἀγὼ αὐτοὺς ἠρώτησα· πῶς δύναμαι γενέσθαι μοναχός; καὶ λέγουσί μοι· ἐὰν μὴ ἀποτά ξηταί τις πᾶσι τοῖς τοῦ κόσμου, οὐ δύναται γενέσθαι μοναχός. καὶ εἶπον αὐτοῖς· ἐγὼ ἀσθενής εἰμι καὶ οὐ δύναμαι ὡς ὑμεῖς· καὶ εἶπόν μοι καὶ αὐτοί· καὶ ἐὰν