De exitu animi ΟΜΙΛΙΑ Ι∆ʹ

 ἁμαρτήματα, ἀπὸ τῆς νεότητος, ἕως τῆς ἡμέρας τοῦ τέλους, ἧς κατελήφθην, ἐξερευνῶν λοιπόν.

 δεσμοῖς ἀλύτοις, εἰς γῆν σκοτεινὴν καὶ ζοφερὰν, εἰς τὰ κατώτερα μέρη, ἐν τοῖς καταχθονίοις δεσμωτηρίοις, καὶ φυλακαῖς τοῦ ᾅδου· ἔνθα τυγχάνουσιν ἀποκε

 κόλασιν, ὅταν εἰσάγωνται εἰς τὸ βῆμα τὸ φοβερὸν, οἴα αἰσχύνη αὐτοὺς λήψεται ἐνώπιον τοῦ δικαίου κριτοῦ, μὴ ἔχοντας λόγον ἀπολογίας! Οἵα ἐντροπὴ λήψετα

 νυμφῶνι, οἱ ἁμαρτωλοὶ εἰς χάος ἀπέραντον. Οἱ δίκαιοι ἐν φωτοφανείαις, οἱ ἁμαρτωλοὶ ἐν ζόφῳ θυέλλης. Οἱ δίκαιοι μετὰ ἀγγέλων, οἱ ἁμαρτωλοὶ μετὰ δαιμόνω

 Πῶς ἠλλοιώθησαν τὴν καρδίαν αὐτῶν τῇ πωρώσει, εἰς νοῦν μὴ λαβόντες τὴν σύνταξιν τοῦ Χριστοῦ, καὶ τὴν ἀπόταξιν τοῦ διαβόλου!

 κολάζονται. Οἱ περιεργαζόμενοι κάλλος ἀλλότριον, τῆς καλλονῆς τοῦ παραδείσου στερίσκονται. Οἱ ἐπιχαίροντες ἐπὶ πτώσει ἑτέρων, ἑαυτοὺς πτωματίζουσιν. Ο

 θυμὸν ἀποκτείνωμεν, τὴν λύπην μαράνωμεν, τὴν φιλαργυρίαν ξηράνωμεν. Μὴ φοβηθῶμεν τὸν κοινὸν θάνατον, τὸν τοῦ γένους τῶν ἀνθρώπων θεριστὴν, ἀλλὰ τὸν ὀλ

De exitu animi ΟΜΙΛΙΑ Ι∆ʹ

Περὶ ἐξόδου ψυχῆς, καὶ περὶ τῆς δευτέρας παρουσίας.

77.1072

Φοβοῦμαι τὸν θάνατον, ὅτι πικρός μοί ἐστι. Φοβοῦμαι τὴν γέενναν, ὅτι ἀτελεύτητός ἐστι. Φοβοῦμαι τὸν τάρταρον, ὅτι οὐ μετέχει θέρμης. Φοβοῦμαι τὸ σκότος, ὅτι οὐ μετέχει φωτός. Φοβοῦμαι τὸν σκώληκα τὸν ἰοβόλον, ὅτι ἀτελεύτητός ἐστι. Φοβοῦμαι τοὺς ἀγγέλους τοὺς ἐπὶ τῆς κρίσεως, ὅτι ἀνελεήμονές εἰσι. Φοβοῦμαι ἐννοῶν τῆς ἡμέρας ἐκείνης τὸ φοβερὸν καὶ ἀδέκαστον δικαστήριον, τὸ βῆμα τὸ φρικῶδες, τὸν δικαστὴν τὸν ἀδέκαστον. Φοβοῦμαι τὸν ποταμὸν τοῦ πυρὸς, τὸν πρὸ τοῦ βήματος ἐκείνου συρόμενον, καὶ σφοδροτάτῃ κατακλάζοντα τῇ φλογὶ, τὰς ἠκονημένας ῥομφαίας. Φοβοῦμαι τὰς ἀποτόμους τιμωρίας. Φοβοῦμαι τὴν κόλασιν τὴν οὐκ ἔχουσαν τέλος. Φοβοῦμαι τὸν ζόφον τὸν ἀφεγγῆ. Φοβοῦμαι τὸ σκότος τὸ ἐξώτερον. Φοβοῦμαι τὰ δεσμὰ τὰ ἄλυτα, τὸν βρυγμὸν τῶν ὀδόντων, τὸν κλαυθμὸν τὸν ἀπαραμύθητον. Φοβοῦμαι τοὺς ἀφύκτους ἐλέγχους· οὐδὲν γὰρ κατηγόρων δεῖται ὁ δικαστὴς ἐκεῖνος, οὔτε μαρτύρων, οὔτε ἀποδείξεων, οὔτε ἐλέγχων· ἀλλ' ὅσα ἐπράξαμεν, καὶ ἐλαλήσαμεν, καὶ ἐβουλευσάμεθα, φέρει εἰς μέσον πρὸ τῶν ὀφθαλμῶν τῶν πεπλημμεληκότων.

Τότε οὐδεὶς ὁ παριστάμενος, καὶ ἐξαρπάζων τῆς τιμωρίας, οὐ πατὴρ, οὐ μήτηρ, οὐχ υἱὸς, οὐχὶ θυγάτηρ, οὐκ ἄλλος τις τῶν συγγενῶν, οὐ γείτων, οὐ φίλος, οὐ συνήγορος, οὐ χρημάτων δόσις, οὐ πλούτου περιουσία, οὐ δυναστείας ὄγκος· ἀλλὰ ταῦτα πάντα ὥσπερ κόνις εἰς σποδὸν ἐλήλαται, καὶ μόνος κρινόμενος ἀπὸ τῶν αὐτῷ πεπραγμένων, τὴν ἐλευθεροῦσαν, ἢ τὴν καταδικάζουσαν ὑπομένει ψῆφον. Οἴμοι! οἴμοι! τῆς συνειδήσεως ἐλεγχούσης με, καὶ τῆς γραφῆς βοώσης, καὶ διδασκούσης με· ὦ ψυχὴ, τῶν μιασμάτων, καὶ παρὰ σοὶ ἐβδελυγμένων ἔργων! Οἴμοι, ὅτι τὸν ναὸν τοῦ σώματος ἔφθειρα, καὶ τὸ ἅγιόν σου Πνεῦμα ἐλύπησα! ὦ Θεὲ, ἀληθινά σου τὰ ἔργα, καὶ δικαία ἡ κρίσις σου, καὶ εὐθεῖαι αἱ ὁδοί 77.1073 σου, καὶ ἀνεξιχνίαστα τὰ κρίματά σου. ∆ιὰ πρόσκαιρον ἁμαρτίας ἀπόλαυσιν, ἀθάνατα βασανίζομαι· δι' ἡδονὴν σαρκὸς, τῷ πυρὶ παραδίδομαι. ∆ικαία ἡ κρίσις τοῦ Θεοῦ· ἐκαλούμην, καὶ οὐχ ὑπήκουον· ἐδιδασκόμην, καὶ οὐ προσεῖχον· διεμαρτύραντό μοι, ἐγὼ δὲ κατεγέλων· ἀναγινώσκων καὶ ἐπιγινώσκων, οὐκ ἀπιστεύων, ἀλλ' ἐν ἀμελείᾳ, καὶ ῥᾳθυμίᾳ, καὶ ἀκηδίᾳ, καὶ ἐν περισπασμοῖς, καὶ ταραχαῖς, καὶ ζάλαις τρυφῶν καὶ σπαταλῶν, καὶ σκιρτῶν ἀγαλλόμενος, καὶ εὐφραινόμενος ἐδαπάνησά μου τὰ ἔτη, καὶ τοὺς μῆνας, καὶ τὰς ἡμέρας εἰς τὰ πρόσκαιρα, καὶ φθαρτὰ, καὶ γήϊνα κοπιῶν, καὶ μοχθῶν, καὶ ἀγωνιζόμενος· μὴ εἰς νοῦν λαμβάνων, ἢ λογιζόμενος, οἷον φόβον καὶ τρόμον, καὶ ἀγῶνα, καὶ ἀνάγκην ἔχει ἰδεῖν ἡ ψυχὴ, ὅτε τοῦ σώματος χωρίζεται. Παραγίνονται γὰρ ἐφ' ἡμᾶς στρατιαὶ καὶ δυνάμεις οὐράνιοι· καὶ τῶν ἐναντίων δυνάμεων, οἱ τοῦ σκότους ἄρχοντες, οἱ κοσμοκράτορες τῆς πονηρίας, οἱ τελωνάρχαι, καὶ λογοθέται, καὶ πρακτοψηφισταὶ τοῦ ἀέρος· καὶ σὺν αὐτοῖς ὁ ἀνθρωποκτόνος διάβολος, ὁ ἐν κακίᾳ δυνάστης, οὗ ἡ γλῶσσα, ὡσεὶ ξυρὸν ἠκονημένον· περὶ οὗ φησιν ὁ προφήτης· Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς· καὶ ἐνεδρεύει ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ, ὁ δράκων ὁ μέγας, ὁ ἀποστάτης, ὁ ᾅδης, ὁ πλατύνων στόμα αὐτοῦ, ὁ ἄρχων τῆς ἐξουσίας τοῦ σκότους, ὁ ἔχων τοῦ θανάτου τὸ κράτος καὶ τρόπῳ τινὶ δίκην, κατέχων τὴν ψυχὴν, ἐπιφέρων καὶ ψηφίζων πάντα τὰ ἐμοὶ πεπραγμένα ἐν ἔργῳ καὶ λόγῳ, τὰ ἐν γνώσει, καὶ ἐν ἀγνοίᾳ, ἀνομήματα καὶ