De exitu animi ΟΜΙΛΙΑ Ι∆ʹ

 ἁμαρτήματα, ἀπὸ τῆς νεότητος, ἕως τῆς ἡμέρας τοῦ τέλους, ἧς κατελήφθην, ἐξερευνῶν λοιπόν.

 δεσμοῖς ἀλύτοις, εἰς γῆν σκοτεινὴν καὶ ζοφερὰν, εἰς τὰ κατώτερα μέρη, ἐν τοῖς καταχθονίοις δεσμωτηρίοις, καὶ φυλακαῖς τοῦ ᾅδου· ἔνθα τυγχάνουσιν ἀποκε

 κόλασιν, ὅταν εἰσάγωνται εἰς τὸ βῆμα τὸ φοβερὸν, οἴα αἰσχύνη αὐτοὺς λήψεται ἐνώπιον τοῦ δικαίου κριτοῦ, μὴ ἔχοντας λόγον ἀπολογίας! Οἵα ἐντροπὴ λήψετα

 νυμφῶνι, οἱ ἁμαρτωλοὶ εἰς χάος ἀπέραντον. Οἱ δίκαιοι ἐν φωτοφανείαις, οἱ ἁμαρτωλοὶ ἐν ζόφῳ θυέλλης. Οἱ δίκαιοι μετὰ ἀγγέλων, οἱ ἁμαρτωλοὶ μετὰ δαιμόνω

 Πῶς ἠλλοιώθησαν τὴν καρδίαν αὐτῶν τῇ πωρώσει, εἰς νοῦν μὴ λαβόντες τὴν σύνταξιν τοῦ Χριστοῦ, καὶ τὴν ἀπόταξιν τοῦ διαβόλου!

 κολάζονται. Οἱ περιεργαζόμενοι κάλλος ἀλλότριον, τῆς καλλονῆς τοῦ παραδείσου στερίσκονται. Οἱ ἐπιχαίροντες ἐπὶ πτώσει ἑτέρων, ἑαυτοὺς πτωματίζουσιν. Ο

 θυμὸν ἀποκτείνωμεν, τὴν λύπην μαράνωμεν, τὴν φιλαργυρίαν ξηράνωμεν. Μὴ φοβηθῶμεν τὸν κοινὸν θάνατον, τὸν τοῦ γένους τῶν ἀνθρώπων θεριστὴν, ἀλλὰ τὸν ὀλ

ἁμαρτήματα, ἀπὸ τῆς νεότητος, ἕως τῆς ἡμέρας τοῦ τέλους, ἧς κατελήφθην, ἐξερευνῶν λοιπόν.

Ὁποῖον φόβον καὶ τρόμον δοκεῖς τὴν ψυχὴν ἔχειν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, θεωροῦσαν τοὺς φοβεροὺς, καὶ ἀγρίους, καὶ ἀπηνεῖς, καὶ ἀνηλεεῖς καὶ ἀτιθάσσους δαίμονας, ὡς Αἰθίοπας ζοφώδεις παρισταμένους, ὧν καὶ αὐτὴ ἡ ἰδέα μόνη χαλεπωτέρα ὑπάρχει πάσης κολάσεως, οὕστινας ὁρῶσα ἡ ψυχὴ θορυβεῖται, θροεῖται, ὀδυνᾶται, ταράσσεται, καὶ συστέλλεται, πρὸς τοὺς τοῦ Θεοῦ ἀγγέλους προσφεύγουσα; Κατέχεται οὖν ἡ ψυχὴ ὑπὸ τῶν ἁγίων ἀγγέλων, διὰ τοῦ ἀέρος παρερχομένη, καὶ ὑψουμένη, εὑρίσκει τε τελώνια φυλάττοντα τὴν ἄνοδον, καὶ κρατοῦντα, καὶ διακωλύοντα τὰς ἀναβαινούσας ψυχάς. Ἕκαστον τὸ τελώνιον τὰς οἰκείας ἁμαρτίας προσφέρει αὐτῶν· τὸ μὲν τῆς καταλαλιᾶς, ὅσα διὰ στόματος καὶ γλώττης ἀπὸ ψεύδους, καὶ ὅρκου, καὶ ἐπιορκίας, ἀργολογίας τε καὶ φλυαρίας, καὶ ματαιολογίας καὶ γαστριμαργικὰς παραχρήσεις, ἀσωτοποσίας τε οἴνου, καὶ ἀμέτρους γέλωτας, καὶ ἀπρεπεῖς, καὶ φιλημάτων ἀσέμνων καὶ ἀπρεπῶν, καὶ ᾀσμάτων πορνικῶν· οἱ δὲ ἅγιοι ἄγγελοι οἱ τὴν ψυχὴν ὁδηγοῦντες, προσφέρουσι καὶ αὐτοὶ, ὅσα διὰ στόματος καὶ γλώσσης ἐλαλήσαμεν ἀγαθὰ, προσευχὰς, εὐχαριστίας, ψαλμοὺς, ᾠδὰς, ὕμνους, καὶ ᾄσματα πνευματικὰ, ἀναγνώσεις τῶν Γραφῶν, καὶ ὅσα διὰ στόματος καὶ γλώσσης ἀγαθὰ τῷ Θεῷ προεπέμψαμεν. ∆εύτερον τελώνιον, ὅρασις ὀμμάτων, καὶ ὅσα ἀπὸ ἀπρεποῦς θέας, καὶ περιέργου, καὶ ἀχαλινώτου ὁράσεως, καὶ νευμάτων δολίων. Τρίτον τελώνιον, τῆς ἀκοῆς, καὶ ὅσα διὰ τῆς τοιαύτης αἰσθήσεως, τὰ ἀκάθαρτα πνεύματα δέχονται. Τέταρτον τελώνιον, ἡ 77.1076 ὄσφρησις ὀσμῆς τε εὐώδους ἀλειμμάτων, καὶ ἡδονικῆς ὀσφρήσεως, ἅπερ γυναιξὶ θυμελικαῖς, καὶ ἑταίραις πρέπουσι. Πέμπτον τελώνιον, ὅσα δι' ἁφῆς χειρῶν πονηρὰ καὶ χαλεπὰ ἐπράχθησαν· καὶ τὰ λοιπὰ τῆς κακίας τελώνια, φθόνου τε καὶ ζήλου, κενοδοξίας τε καὶ ὑπερηφανίας, πικρίας καὶ ὀργῆς, ὀξυχολίας τε καὶ θυμοῦ, πορνείας, καὶ μοιχείας, καὶ μαλακίας, φόνου τε καὶ φαρμακείας, καὶ τῶν λοιπῶν θεοστυγῶν καὶ μιαρῶν πράξεων· ὧν ἐν τῇ παρούσῃ ὥρᾳ οὐκ ἔνι λεπτομερῶς διηγήσασθαι· ἀλλ' ἐν ἑτέρῳ καιρῷ ταμιευέσθω· καὶ ἁπλῶς οὕτως καθεξῆς ἕκαστον πάθος ψυχῆς, καὶ πᾶν ἁμάρτημα ἰδίους τελώνας ἔχει, καὶ φορολόγους.

Ψυχὴ οὖν ἡ ταῦτα καὶ μείζονα, καὶ πλείονα τούτων θεωροῦσα, ὁποῖον φόβον, καὶ τρόμον, καὶ κλόνον δοκεῖς ἔχειν, ἕως ὅτου ἡ ἀπόφασις ἔλθῃ, καὶ ἡ ἐλευθερία αὐτῆς γένηται; Ἐκείνη ἐστὶν ἡ ὥρα ἐπόδυνος, καὶ ἐπικίνδυνος, καὶ πολυστένακτος, καὶ ἀπαραμύθητος, ἕως ἂν ἴδῃ τί τὸ ἀποβησόμενον. Αἱ γὰρ θεῖαι δυνάμεις ἵστανται, καὶ πρόσωπον τῶν ἀκαθάρτων πνευμάτων· καὶ αὗται τὰς καλὰς αὐτῆς ἐπιφέρουσι πράξεις, διά τε λόγων. καὶ ἔργων, καὶ λογισμῶν, καὶ ἐννοιῶν· κατανοεῖ ἡ ψυχὴ μέσον ἱσταμένη ἐν φόβῳ καὶ τρόμῳ, ἕως οὗ ἐκ τῶν πράξεων, καὶ τῶν ἔργων, καὶ λόγων αὐτῆς, ἡ κατακριθεῖσα δεσμευθῇ, ἢ δικαιωθεῖσα ἐλευθερωθῇ (τῶν ἰδίων γὰρ ἁμαρτημάτων ἕκαστος ταῖς σειραῖς σφίγγεται)· καὶ ἐὰν ᾖ ἀξία, εὐσεβῶς ζήσασα, καὶ θεαρέστως βιώσασα, παραλαμβάνουσιν αὐτὴν ἄγγελοι· καὶ λοιπὸν ἀμέριμνος οὖσα, πορεύεται ἔχουσα συνοδοιπόρους τὰς ἁγίας δυνάμεις, κατὰ τὸ γεγραμμένον· Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί. Τότε πληροῦται τὸ εἰρημένον· Ἀπέδρα ὀδύνη, λύπη, καὶ στεναγμός. Τότε ἀπαλλαγεῖσα τῶν πονηρῶν καὶ σαπρῶν καὶ φοβερῶν πνευμάτων ἐκείνων, πορεύεται εἰς ἐκείνην τὴν ἀνεκλάλητον χαράν. Ἐὰν δὲ εὑρεθῇ ἐν ἀμελείᾳ καὶ ἀσωτίᾳ ζήσασα, ἀκούει τὴν δεινοτάτην ἐκείνην φωνήν· Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου.

Τότε αὐτὴν καταλαμβάνουσιν ἡμέραι ὀργῆς, καὶ θλίψεως, καὶ ἀνάγκης, καὶ στενοχωρίας, ἡμέρα σκότους καὶ γνόφου· τότε ἀφέντες αὐτὴν οἱ ἅγιοι τοῦ Θεοῦ ἄγγελοι, παραλαμβάνουσιν αὐτὴν οἱ Αἰθίοπες ἐκεῖνοι δαίμονες, καὶ τύπτοντες αὐτὴν ἀνηλεῶς κατάγουσιν εἰς τὴν γῆν· καὶ διχάσαντες αὐτὴν, ῥίπτουσιν αὐτὴν δεδεμένην