De exitu animi ΟΜΙΛΙΑ Ι∆ʹ

 ἁμαρτήματα, ἀπὸ τῆς νεότητος, ἕως τῆς ἡμέρας τοῦ τέλους, ἧς κατελήφθην, ἐξερευνῶν λοιπόν.

 δεσμοῖς ἀλύτοις, εἰς γῆν σκοτεινὴν καὶ ζοφερὰν, εἰς τὰ κατώτερα μέρη, ἐν τοῖς καταχθονίοις δεσμωτηρίοις, καὶ φυλακαῖς τοῦ ᾅδου· ἔνθα τυγχάνουσιν ἀποκε

 κόλασιν, ὅταν εἰσάγωνται εἰς τὸ βῆμα τὸ φοβερὸν, οἴα αἰσχύνη αὐτοὺς λήψεται ἐνώπιον τοῦ δικαίου κριτοῦ, μὴ ἔχοντας λόγον ἀπολογίας! Οἵα ἐντροπὴ λήψετα

 νυμφῶνι, οἱ ἁμαρτωλοὶ εἰς χάος ἀπέραντον. Οἱ δίκαιοι ἐν φωτοφανείαις, οἱ ἁμαρτωλοὶ ἐν ζόφῳ θυέλλης. Οἱ δίκαιοι μετὰ ἀγγέλων, οἱ ἁμαρτωλοὶ μετὰ δαιμόνω

 Πῶς ἠλλοιώθησαν τὴν καρδίαν αὐτῶν τῇ πωρώσει, εἰς νοῦν μὴ λαβόντες τὴν σύνταξιν τοῦ Χριστοῦ, καὶ τὴν ἀπόταξιν τοῦ διαβόλου!

 κολάζονται. Οἱ περιεργαζόμενοι κάλλος ἀλλότριον, τῆς καλλονῆς τοῦ παραδείσου στερίσκονται. Οἱ ἐπιχαίροντες ἐπὶ πτώσει ἑτέρων, ἑαυτοὺς πτωματίζουσιν. Ο

 θυμὸν ἀποκτείνωμεν, τὴν λύπην μαράνωμεν, τὴν φιλαργυρίαν ξηράνωμεν. Μὴ φοβηθῶμεν τὸν κοινὸν θάνατον, τὸν τοῦ γένους τῶν ἀνθρώπων θεριστὴν, ἀλλὰ τὸν ὀλ

κολάζονται. Οἱ περιεργαζόμενοι κάλλος ἀλλότριον, τῆς καλλονῆς τοῦ παραδείσου στερίσκονται. Οἱ ἐπιχαίροντες ἐπὶ πτώσει ἑτέρων, ἑαυτοὺς πτωματίζουσιν. Οἱ ἐπιθυμοῦντες τὰ ἀλλότρια, τὰ ἴδια προδιδοῦσι καὶ ἀπόλονται. Οἱ κενόδοξοι, καὶ ὑπερήφανοι καὶ ἀνθρωπάρεσκοι, μετὰ τοῦ διαβόλου καταδικάζονται. Οἱ ὑποκριταὶ, 77.1088 μετὰ τοῦ Σατανᾶ τιμωροῦνται. Οἱ τὸ σῶμα παρὰ τὸ δέον τρέφοντες, λιμοκτονοῦσι τὴν ψυχήν· οἱ ἐν γνώσει καὶ ἄνευ ἀνάγκης ἁμαρτάνοντες, καὶ μὴ μετανοοῦντες, μετὰ ἀπίστων κολάζονται· οἱ λέγοντες, Ἐν νεότητι ἁμαρτήσωμεν, καὶ ἐν γήρᾳ μετανοήσωμεν, ὑπὸ δαιμόνων ἐμπαίζονται, καὶ χλευάζονται, καὶ ὡς ἑκουσίως ἁμαρτάνοντες, τῆς μετανοίας οὐκ ἀξιοῦνται, ἀλλ' ἐν νεότητι ὑπὸ τῆς τοῦ θανάτου δρεπάνης θερίζονται· ὡς Ἀμμὼν ὁ τοῦ Ἰσραὴλ βασιλεὺς, ὁ καὶ τὸν Θεὸν παροργίσας διὰ τοὺς πονηροὺς αὐτοῦ λογισμοὺς, καὶ τὰς βεβήλους αὐτοῦ ἐννοίας. Οἱ γὰρ λέγοντες, Σήμερον ἁμαρτήσωμεν, καὶ αὔριον μετανοήσωμεν, οἱ τοιοῦτοι ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν· καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία, καὶ τὴν σήμερον ἀπώλεσαν, τὸ σῶμα φθείραντες καὶ μιάναντες, καὶ τὴν ψυχὴν μολύναντες, καὶ τὸν νοῦν ζοφώσαντες, καὶ τὴν διάνοιαν θολώσαντες, καὶ τὴν συνείδησιν βορβορώσαντες· τὴν δὲ αὔριον ἐκλάπησαν· Οἱ γὰρ μὴ κλαίοντες διὰ τὸ πτῶμα τῆς πορνείας, καὶ μὴ πενθοῦντες διὰ τὸν βόρβορον τῆς μοιχείας, καὶ μὴ θρηνοῦντες διὰ τὸ πέταυρον τῆς ἀῤῥενοκοιτίας, καὶ μὴ ὀλολύζοντες διὰ τὴν μαλακίαν, οὐ δύνανται ὁλοψύχως μετανοῆσαι περὶ τὰ ἀπελθόντα ἁμαρτήματα, οὔτε διορθώσασθαι τὰ μέλλοντα. Οἱ γὰρ μὴ ζητοῦντες ἅπερ ἀπώλεσαν, καὶ τὰ σωζόμενα οὐκ ἐκτήσαντο. Οἱ μὴ ψηφίζοντες τὴν φυρασίαν τῆς ἐνθήκης, καὶ τὰ κεφάλαια ζημιοῦνται. Οἱ μὴ κοπιῶντες νουνεχῶς, καὶ νήφοντες ἐν εὐχαῖς, αἰχμαλωτίζονται ὑπὸ αἰσχρῶν λογισμῶν· οἱ δὲ αἰχμαλωτισθέντες, δουλεύουσι τῇ κακῇ συνηθείᾳ, ἄκοντες καὶ μὴ βουλόμενοι. Οἱ μὴ ἀγρυπνοῦντες νηφόντως ἐν τῇ ψαλμωδ[ε]ίᾳ, κλέπτονται. Οἱ μὴ γρηγοροῦντες ἐν τῇ ἀκροάσει τῶν θείων Γραφῶν, ἀλλ' ὕπνῳ τῆς ῥᾳθυμίας ἑαυτοὺς ἐκδόντες, μετὰ τῶν πέντε μωρῶν παρθένων ἀποκλεισθήσονται. Οἱ τὰ ὅπλα τῆς νηστείας ῥίπτοντες, ὑπὸ τῆς γαστριμαργίας σκελίζονται, καὶ ὑπὸ τῆς πορνομοιχοῦς ἀναιροῦνται ἁμαρτίας· οἱ τὰς τοῦ Θεοῦ ἐντολὰς μὴ φυλάξαντες, ὑπὸ δαιμόνων τιτρώσκονται, καὶ ἐν γεέννῃ πυρὸς καταδικάζονται.

Οἱ τῆς Ἐκκλησίας καὶ τῆς κοινωνίας ἑαυτοὺς μακρύνοντες, ἐχθροὶ τοῦ Θεοῦ γίνονται, καὶ δαιμόνων φίλοι. Αἰσχυνέσθω πᾶσα αἵρεσις τῶν ἀθέων αἱρετικῶν, καλυπτέσθω τὸ γένος τῶν ἀπίστων, ἀπολέσθω ἡ συναγωγὴ τῶν Ἰουδαίων, ἐμφραττέσθω τὰ ἀκάθαρτα στόματα τῶν ἀρνησιθέων Ἑβραίων, ὅταν ὁ δοκιμάζων τὰς καρδίας, καὶ τοὺς νεφροὺς ἐτάζων, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, διικνούμενος μέχρι μερισμοῦ σαρκὸς, καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων, καὶ ἐννοιῶν, κάθηται δικάζων. Τότε δὴ, τότε οὐκ ὀλίγους τινὰς ἐκ πολλῶν, ἀλλὰ πάντας ἐκκαλυπτομένους ὄψει, καὶ οὔτε δορὰ τοῦ προβάτου τὸν λύκον δύναται καλύψαι, οὔτε κονίασις τῶν ἔργων τὸν ἔνδον ἀποκρύψαι λογισμόν· οὐκ ἔστι γὰρ κτίσις ἀφανὴς τῷ κρίνοντι, ἀλλὰ πάντα γυμνὰ, καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ. Οὐκ οὖν πρὸς τὰς τοῦ Θεοῦ ἐντολὰς, σαρκικοῖς ἀντιταξώμεθα πάθεσι· ταπεινώσωμεν λογισμοὺς κενοδόξους, ἐπαναστῶμεν τῷ διαβόλῳ πρὸς μάχην, ὀμματώσωμεν εἰς νῆψιν τὴν διάνοιαν, κοιμήσωμεν λογισμοὺς ἁμαρτίας· κτησώμεθα προσευχὴν ἀρέμβαστον, νοῦν νήφοντα, διάνοιαν διεγηγερμένην, συνείδησιν ἀθόλωτον, ἐγκράτειαν ἀτελεύτητον, νηστείαν ἀνυπόκριτον, ἀγάπην ἀπροσωπόληπτον, ἁγνείαν ἀνόθευτον, σωφροσύνην ἀμίαντον, ταπείνωσιν ἀνύπουλον, ψαλμῳδίαν ἄπαυστον, ἀνάγνωσιν ἀκενόδοξον, γουνυκλισίαν ἀνυπερήφανον, δέησιν διηνεκῆ, βίον καθαρὸν, λόγον ἀληθῆ, ξενοδοχίαν ἀγόγγυστον, ὑπομονὴν εὐχάριστον, ἐλεημοσύνην ἀνεξέταστον· τὴν ὀξυχολίαν ἐξοστρακίσωμεν, τὴν ὀργὴν ἐκδιώξωμεν, τὴν ἀκηδίαν ἐξεπώσωμεν, τὸν