De exitu animi ΟΜΙΛΙΑ Ι∆ʹ

 ἁμαρτήματα, ἀπὸ τῆς νεότητος, ἕως τῆς ἡμέρας τοῦ τέλους, ἧς κατελήφθην, ἐξερευνῶν λοιπόν.

 δεσμοῖς ἀλύτοις, εἰς γῆν σκοτεινὴν καὶ ζοφερὰν, εἰς τὰ κατώτερα μέρη, ἐν τοῖς καταχθονίοις δεσμωτηρίοις, καὶ φυλακαῖς τοῦ ᾅδου· ἔνθα τυγχάνουσιν ἀποκε

 κόλασιν, ὅταν εἰσάγωνται εἰς τὸ βῆμα τὸ φοβερὸν, οἴα αἰσχύνη αὐτοὺς λήψεται ἐνώπιον τοῦ δικαίου κριτοῦ, μὴ ἔχοντας λόγον ἀπολογίας! Οἵα ἐντροπὴ λήψετα

 νυμφῶνι, οἱ ἁμαρτωλοὶ εἰς χάος ἀπέραντον. Οἱ δίκαιοι ἐν φωτοφανείαις, οἱ ἁμαρτωλοὶ ἐν ζόφῳ θυέλλης. Οἱ δίκαιοι μετὰ ἀγγέλων, οἱ ἁμαρτωλοὶ μετὰ δαιμόνω

 Πῶς ἠλλοιώθησαν τὴν καρδίαν αὐτῶν τῇ πωρώσει, εἰς νοῦν μὴ λαβόντες τὴν σύνταξιν τοῦ Χριστοῦ, καὶ τὴν ἀπόταξιν τοῦ διαβόλου!

 κολάζονται. Οἱ περιεργαζόμενοι κάλλος ἀλλότριον, τῆς καλλονῆς τοῦ παραδείσου στερίσκονται. Οἱ ἐπιχαίροντες ἐπὶ πτώσει ἑτέρων, ἑαυτοὺς πτωματίζουσιν. Ο

 θυμὸν ἀποκτείνωμεν, τὴν λύπην μαράνωμεν, τὴν φιλαργυρίαν ξηράνωμεν. Μὴ φοβηθῶμεν τὸν κοινὸν θάνατον, τὸν τοῦ γένους τῶν ἀνθρώπων θεριστὴν, ἀλλὰ τὸν ὀλ

κόλασιν, ὅταν εἰσάγωνται εἰς τὸ βῆμα τὸ φοβερὸν, οἴα αἰσχύνη αὐτοὺς λήψεται ἐνώπιον τοῦ δικαίου κριτοῦ, μὴ ἔχοντας λόγον ἀπολογίας! Οἵα ἐντροπὴ λήψεται αὐτοὺς ἀφοριζομένους ἐξ εὐωνύμων τοῦ βασιλέως! Οἷον σκότος ἐπιπέσει ἐπ' αὐτοὺς, ὅταν λαλήσῃ πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξῃ αὐτούς· ὅταν εἴπῃ πρὸς αὐτούς· Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Οἴμοι! οἴμοι! οἵαν θλῖψιν, καὶ ὀδύνην, καὶ στενοχωρίαν, καὶ φόβον, καὶ τρόμον δέξεται τὰ πνεύματα αὐτῶν, ὅταν γένηται κραυγὴ πασῶν τῶν ἐπουρανίων δυνάμεων, λεγόντων· Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην! οὐαὶ, οὐαί! οἷον μέλος ἀλαλάξουσι θρηνοῦντες, καὶ πενθοῦντες, καὶ ὀλολύζοντες, κοπτόμενοι, ἀπαγόμενοι κολασθῆναι πικρῶς εἰς ἀτελευτήτους αἰῶνας! Οἴμοι, οἴμοι! οἷός ἐστιν ὁ τόπος, ὅπου ἐστὶν ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὁ καλούμενος Τάρταρος, ὃν καὶ αὐτὸς ὁ διάβολος φρίττει! οὐαὶ, οὐαὶ! οἵα ἐστὶν ἡ γέεννα τοῦ πυρὸς τοῦ ἀσβέστου, καίοντος καὶ μὴ φωτίζοντος! οἴμοι, οἴμοι! οἷός ἐστιν ὁ ἀκοίμητος καὶ ἰοβόλος σκώληξ! οὐαὶ, οὐαί! οἷον δεινόν ἐστιν τὸ σκότος ἐκεῖνο τὸ ἐξώτερον, καὶ ἀεὶ μένον! οἴμοι, οἴμοι! οἶοί εἰσιν οἱ ἄγγελοι ἐκεῖνοι, οἱ ἐπὶ τῶν κολάσεων ἄσπλαγχνοι καὶ ἀνελεήμονες! ὀνειδίζουσι γὰρ, καὶ ἐπιπλήττουσι δεινῶς. Τότε οἱ κολαζόμενοι κράζουσιν ἐκτενῶς, καὶ ὁ σώζων οὐκ ἔστιν· κεκράξονται γὰρ πρὸς Κύριον, καὶ οὐκ εἰσακούσεται αὐτούς· τότε γνώσονται, ὅτι μάταια αὐτοῖς ἀπῄει πάντα τὰ βίου· καὶ ἂ ἐδόκουν ἐνταῦθα χρηστὰ εἶναι, καὶ χαρμονῆς πλήρη, χολῆς καὶ ἰοῦ πικροῦ πικρότερα εὑρεθήσονται. Οὐαὶ τοῖς ἁμαρτωλοῖς! ὅταν οἱ δίκαιοι ἐκ δεξιῶν ἵστανται, κἀκεῖνοι θλίβονται· ὅταν οἱ ἁμαρτωλοὶ πενθῶσι, καὶ οἱ δίκαιοι χαίρωσιν· ὅταν οἱ δίκαιοι ἑορτάζουσι, καὶ οἱ ἁμαρτωλοὶ ὀδύρονται· ὅταν οἱ δίκαιοι ἐν γαλήνῃ, καὶ οἱ ἁμαρτωλοὶ ἐν χειμῶνι καὶ συμφορᾷ. Οὐαὶ τοῖς ἁμαρτωλοῖς! ὅταν οἱ δίκαιοι δοξάζονται, κἀκεῖνοι καταδικάζονται· οὐαὶ τοῖς ἁμαρτωλοῖς! ὅταν οἱ δίκαιοι κορέννυνται παντὸς ἀγαθοῦ, καὶ οἱ ἁμαρτωλοὶ ὑστερούμενοι στενάζουσιν. Οὐαὶ τοῖς ἁμαρτωλοῖς! ὅταν οἱ δίκαιοι δοξάζονται, κἀκεῖνοι ὀνειδίζονται.

Οἱ δίκαιοι ἐν ἁγιασμῷ, οἱ δὲ ἁμαρτωλοὶ ἐν ἐμπρησμῷ· οἱ δίκαιοι ἐγκωμιάζονται, οἱ δὲ ἁμαρτωλοὶ ταλανίζονται· οἱ δίκαιοι ἐν μοναῖς ἁγίων, οἱ δὲ ἁμαρτωλοὶ ἐν ἐξορίᾳ αἰωνίᾳ· οἱ δίκαιοι ἀκούσονται τὸ, ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Οἱ δὲ ἁμαρτωλοὶ ἀκούσουσι τὸ, Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Οἱ δίκαιοι εἰς παράδεισον, οἱ ἁμαρτωλοὶ εἰς τὸ πῦρ τὸ ἄσβεστον· οἱ δίκαιοι τρυφῶσιν, οἱ ἁμαρτωλοὶ τρύχονται. Οἱ δίκαιοι χορεύουσιν, οἱ δὲ ἁμαρτωλοὶ δεσμοῦνται. Οἱ δίκαιοι ᾄδουσιν, οἱ ἁμαρτωλοὶ θρηνοῦσιν. Οἱ δίκαιοι τὸ τρισάγιον, οἱ ἁμαρτωλοὶ τὸ τρισάθλιον. Οἱ δίκαιοι τὸ ᾆσμα, οἱ ἁμαρτωλοὶ τὸ χάσμα. 77.1081 Οἱ δίκαιοι εἰς κόλπους Ἀβραὰμ, οἱ ἁμαρτωλοὶ εἰς βράσματα Βελιάρ. Οἱ δίκαιοι εἰς ἀνάπαυσιν, οἱ ἁμαρτωλοὶ εἰς κατάκρισιν. Οἱ δίκαιοι δροσίζονται, οἱ ἁμαρτωλοὶ φλογίζονται. Οἱ δίκαιοι εὐφραίνονται, οἱ ἁμαρτωλοὶ τῇ λύπῃ ξηραίνονται. Οἱ δίκαιοι μεγαλύνονται, οἱ δὲ ἁμαρτωλοὶ τήκονται. Οἱ δίκαιοι ὑψοῦνται, οἱ δὲ ἁμαρτωλοὶ ταπεινοῦνται. Οἱ δίκαιοι θάλπονται, οἱ δὲ ἁμαρτωλοὶ μελαίνονται. Οἱ δίκαιοι τῶν ἀγαθῶν κορέννυνται, οἱ δὲ ἁμαρτωλοὶ κλονίζονται. Τοὺς δικαίους θρέψει θέα Θεοῦ, τοὺς ἁμαρτωλοὺς λυπήσῃ θέα πυρός. Οἱ δίκαιοι σκεῦος ἐκλογῆς, οἱ ἁμαρτωλοὶ σκεῦος γεέννης. Οἱ δίκαιοι χρυσὸς πεπυρωμένος, καὶ ἄργυρος δόκιμος καὶ λίθοι τίμιοι· οἱ ἁμαρτωλοὶ ξύλα, καλάμη, χόρτος, πυρὸς ὑπέκκαυμα. Οἱ δίκαιοι σῖτος βασιλείας, οἱ ἁμαρτωλοὶ, ἄχυρα ἀπωλείας. Οἱ δίκαιοι σπόρος ἐκλεκτὸς, οἱ ἁμαρτωλοὶ ζιζάνια πυρός. Οἱ δίκαιοι ἅλας θεῖον, οἱ ἁμαρτωλοὶ βρῶμος καὶ δυσωδία. Οἱ δίκαιοι ναοὶ Θεοῦ ἀμίαντοι· οἱ ἁμαρτωλοὶ, ναοὶ δαιμόνων μεμιασμένοι. Οἱ δίκαιοι ἐν τῷ