De exitu animi ΟΜΙΛΙΑ Ι∆ʹ

 ἁμαρτήματα, ἀπὸ τῆς νεότητος, ἕως τῆς ἡμέρας τοῦ τέλους, ἧς κατελήφθην, ἐξερευνῶν λοιπόν.

 δεσμοῖς ἀλύτοις, εἰς γῆν σκοτεινὴν καὶ ζοφερὰν, εἰς τὰ κατώτερα μέρη, ἐν τοῖς καταχθονίοις δεσμωτηρίοις, καὶ φυλακαῖς τοῦ ᾅδου· ἔνθα τυγχάνουσιν ἀποκε

 κόλασιν, ὅταν εἰσάγωνται εἰς τὸ βῆμα τὸ φοβερὸν, οἴα αἰσχύνη αὐτοὺς λήψεται ἐνώπιον τοῦ δικαίου κριτοῦ, μὴ ἔχοντας λόγον ἀπολογίας! Οἵα ἐντροπὴ λήψετα

 νυμφῶνι, οἱ ἁμαρτωλοὶ εἰς χάος ἀπέραντον. Οἱ δίκαιοι ἐν φωτοφανείαις, οἱ ἁμαρτωλοὶ ἐν ζόφῳ θυέλλης. Οἱ δίκαιοι μετὰ ἀγγέλων, οἱ ἁμαρτωλοὶ μετὰ δαιμόνω

 Πῶς ἠλλοιώθησαν τὴν καρδίαν αὐτῶν τῇ πωρώσει, εἰς νοῦν μὴ λαβόντες τὴν σύνταξιν τοῦ Χριστοῦ, καὶ τὴν ἀπόταξιν τοῦ διαβόλου!

 κολάζονται. Οἱ περιεργαζόμενοι κάλλος ἀλλότριον, τῆς καλλονῆς τοῦ παραδείσου στερίσκονται. Οἱ ἐπιχαίροντες ἐπὶ πτώσει ἑτέρων, ἑαυτοὺς πτωματίζουσιν. Ο

 θυμὸν ἀποκτείνωμεν, τὴν λύπην μαράνωμεν, τὴν φιλαργυρίαν ξηράνωμεν. Μὴ φοβηθῶμεν τὸν κοινὸν θάνατον, τὸν τοῦ γένους τῶν ἀνθρώπων θεριστὴν, ἀλλὰ τὸν ὀλ

νυμφῶνι, οἱ ἁμαρτωλοὶ εἰς χάος ἀπέραντον. Οἱ δίκαιοι ἐν φωτοφανείαις, οἱ ἁμαρτωλοὶ ἐν ζόφῳ θυέλλης. Οἱ δίκαιοι μετὰ ἀγγέλων, οἱ ἁμαρτωλοὶ μετὰ δαιμόνων. Οἱ δίκαιοι σὺν ἀγγέλοις χορεύουσιν, οἱ ἁμαρτωλοὶ μετὰ δαιμόνων θρηνοῦσιν. Οἱ δίκαιοι μέσον τοῦ φωτὸς, οἱ ἁμαρτωλοὶ μέσον τοῦ σκότους. Οἱ δίκαιοι ὑπὸ τοῦ Παρακλήτου παρακαλοῦνται, οἱ ἁμαρτωλοὶ σὺν τοῖς δαίμοσι τιμωροῦνται. Οἱ δίκαιοι παρίστανται τῷ θρόνῳ τῷ ∆εσποτικῷ, οἱ ἁμαρτωλοὶ παρίστανται τῷ ζόφῳ τῷ τιμωρητικῷ. Οἱ δίκαιοι διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Χριστοῦ, οἱ ἁμαρτωλοὶ διαπαντὸς ἵστανται κατὰ πρόσωπον τοῦ διαβόλου. Οἱ δίκαιοι μυοῦνται ἀγγέλοις, οἱ ἁμαρτωλοὶ μυοῦνται δαιμονίοις. Οἱ δίκαιοι ἱκεσίαν προσφέρουσιν, οἱ ἁμαρτωλοὶ θρῆνον ἄπαυστον. Οἱ δίκαιοι ἄνω, οἱ δὲ ἁμαρτωλοὶ κάτω. Οἱ δίκαιοι ἐν οὐρανῷ, οἱ δὲ ἁμαρτωλοὶ ἐν τῇ ἀβύσσῳ. Οἱ δίκαιοι εἰς ζωὴν αἰώνιον, οἱ ἁμαρτωλοὶ εἰς θάνατον ἀπωλείας. Οἱ δίκαιοι ἐν χειρὶ Θεοῦ, οἱ ἁμαρτωλοὶ ἐν τόπῳ διαβόλου. Οἱ δίκαιοι μετὰ τοῦ Θεοῦ, οἱ ἁμαρτωλοὶ μετὰ τοῦ Σατανᾶ. Οὐαὶ τοῖς ἁμαρτωλοῖς! ὅτε ἀφορίζονται ἀπὸ τῶν δικαίων. Οὐαὶ τοῖς ἁμαρτωλοῖς! ὅτε γυμνοῦνται αἱ πράξεις αὐτῶν, καὶ αἱ βουλαὶ τῶν καρδιῶν φανεροῦνται. Οὐαὶ τοῖς ἁμαρτωλοῖς! ὅτε οἱ συδυασμοὶ τοῦ νοὸς ἐλέγχονται, καὶ αἱ συγκαταθέσεις τῶν πονηρῶν λογισμῶν ζυγοστατοῦνται, καὶ ταλαντεύεται ἡ διάνοια. Οὐαὶ τοῖς ἁμαρτωλοῖς! ὅτε μισοῦνται ὑπὸ τῶν ἁγίων ἀγγέλων, καὶ βδελύσσονται ὑπὸ τῶν ἁγίων μαρτύρων. Οὐαὶ τοῖς ἁμαρτωλοῖς! ὅτε ἐκβάλλονται ἐκ τοῦ νυμφῶνος· οὐαὶ τὴν τότε μεταμέλειαν! οὐαὶ τὴν τότε θλίψιν! οὐαὶ τὴν τότε ἀνάγκην! οὐαὶ τὴν τότε καταιγίδα! ∆εινὸν, τὸ χωρισθῆναι ἀπὸ τῶν ἁγίων· ἀργαλεώτερον, τὸ χωρισθῆναι ἀπὸ τοῦ Θεοῦ· ἄτιμον, τὸ δεθῆναι χεῖρας καὶ πόδας, καὶ εἰς τὸ πῦρ βληθῆναι· θλιβερὸν, τὸ ἐκπεμφθῆναι εἰς τὸ σκότος τὸ ἐξώτερον· γνοφερὸν, τὸ τρύζειν τοὺς ὀδόντας καὶ τήκεσθαι· βαρὺ, τὸ ἀπαύστως κολάζεσθαι.

Πονηρὸν, τὸ φλογίζεσθαι τὴν γλῶσσαν· ἀσυμπαθὲς, τὸ αἰτεῖν ῥανίδα ὕδατος, καὶ μὴ λαμβάνειν. Πικρὸν, τὸ ἐν πυρὶ εἶναι, καὶ βοᾷν, καὶ μὴ βοηθεῖσθαι. Ἀπαράβατος ὁ 77.1084 φάρυγξ, καὶ ἀμέτρητον τὸ χάος, ἄφυκτος ὁ ἀποκλεισθεὶς, ἀναπόδραστος ὁ κατεχόμενος, ἀνυπέρβατον τὸ τεῖχος τῆς φυλακῆς, ἄσπλαγχνοι οἱ τηρηταὶ, σκοτεινὸν τὸ δεσμωτήριον, ἄλυτα τὰ δεσμὰ, ἀνάσπαστοι αἱ ἁλύσεις, ἄγριοι, καὶ ἀτίθασσοι οἱ ὑπηρέται τῆς φλογὸς ἐκείνης, βαρεῖαι αἱ κασίδες αἱ τιμωρητικαὶ ἐκεῖναι, στεῤῥοὶ οἱ ὄνυχες καὶ ἄθραυστοι, σκληρὰ τὰ βούνευρα, θολώδεις καὶ καχλάζουσαι αἱ πίσσαι, δυσῶδες τὸ θεάφιον, ἀνθρακώδεις αἱ κλίναι αἱ ἐκεῖναι, ἄσβεστος ἡ πυρὰ, κνισσώδης καὶ βρωμώδης ὁ σκώληξ· ἀσυγχώρητον τὸ κριτήριον, ἀπροσωπόληπτος ὁ δικαστὴς, ἀπροφάσιστος ἡ ἀπολογία· κατεστιγμένα τὰ πρόσωπα τὰ τῶν δυναστῶν, πενιχροὶ οἱ δυνάσται, πτωχοὶ οἱ βασιλεῖς· ἰδιῶται οἱ σοφοὶ, μωροὶ καὶ ἄδεκτοι οἱ ῥήτορες· ἄφρονες οἱ πλούσιοι, ἀνήκοα τὰ κολακεύματα τῶν πλαστογράφων· φανεραὶ αἱ καμπύλαι τῶν ῥᾳδιούργων, τηλαυγεῖς αἱ τροχιαὶ τῶν πλεονεκτῶν· βρωμώδης τῶν φιλαργύρων ἡ ὀσμὴ, φανερὰ τῶν ὑποκριτῶν ἡ ὑπουλότης, λινόπληγοι, οἱ ἐπιθέται· πάντα γυμνὰ καὶ τετραχηλισμένα ἐνώπιον αὐτῶν. Οὐαὶ τοῖς ἁμαρτωλοῖς! βέβηλοι, καὶ ἐναγεῖς, καὶ ἀκάθαρτοί εἰσιν ἐνώπιον τοῦ Θεοῦ. Πῶς μεμίανται αὐτῶν αἱ ψυχαί! Πῶς βρωμοῦσιν αὐτῶν τὰ σώματα ἐκ τῆς λαγνείας καὶ ἀκολασίας! Πῶς ἐμόλυναν τὰ σώματα, καὶ ἐμίαναν τὴν ψυχὴν, μὴ φυλάξαντες τὴν στολὴν τοῦ ἁγίου βαπτίσματος! Πῶς ἀναισχύντως καὶ ἀνερυθριάστως τῇ κραιπάλῃ καὶ τῇ μέθῃ, τῆς ἀσωτίας τὴν ὀζοθήκην τῆς κοιλίας, τὸν ἀσκὸν τῆς γαστρὸς, τῇ αὐταρκείᾳ καὶ ἐγκρατείᾳ μὴ στοιχήσαντες, ἀλλὰ τὸν πλοῦτον αὐτῶν αὐτὴν ἐμπιστεύσαντες, τρυφηλῶς εἰς τὰς ἡδονὰς ὡς χοῖροι τῷ βορβόρῳ ἐγκυλινδούμενοι, τὰς ἡμέρας καὶ τὰ ἔτη αὐτῶν ἐδαπάνησαν· μετεωριζόμενοι ἐν λογισμοῖς ῥυπαροῖς, καὶ φαύλαις ἐννοίαις, καὶ ἀργολογίαις, καὶ θυμελικοῖς ᾄσμασι!