1
De mensuribus et ponderibus (excerptum Graecum 4)
82.1 Ἕως ἐνταῦθα, φιλοκαλώτατε, ἀρκεσθέντες τοῖς προειρημένοις ἅπασι τὴν τῶν ἑρμηνευτῶν ὑπόθεσιν ἐδηλώσαμεν· εἶθ' ἑξῆς εἰς τὰ ἐπίλοιπα, καθὼς ὑπευχόμεθα, σαῖς εὐχαῖς, ἄνθρωπε τοῦ θεοῦ, τὸν νοῦν ἐπιδῶμεν περὶ τῶν ἐν ταῖς θείαις γραφαῖς σταθμῶν τε καὶ μέτρων καὶ ἀριθμῶν δηλώσοντες, πόθεν ἕκαστον ὠνόμασται καὶ τίνος ἕνεκα οὕτως κέκληται καὶ πόθεν τὴν πρόφασιν τῆς ὀνομασίας εἴληφε καὶ τίς ἑκάστου τούτων ἡ ποιότης καὶ ἡ ὁλκὴ καὶ ἡ δύναμις. 82.2 Μέτρον οὖν ἐστι κόρος, κεῖται δὲ ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ, ὅθεν ὁ Σωτὴρ ἐπαινεῖ τὸν φρόνιμον οἰκονόμον τοῖς χρεωφειλέταις ἀντὶ κόρων τοσούτων ἐν τοῖς σφῶν αὐτῶν χειρογράφοις τοσούτους μεταγραψάμενον, ἀντὶ δὲ τοσούτων βάθων ἐλαίου τοσαῦτα ποιήσαντα. 82.3 Ὀνόματα γάρ εἰσι μέτρων τάδε· λεθέκ, γόμορ, βάθος, σάτον, μόδιος, κάβος, χοῖνιξ, ὑφή [σεμιδάλεως], δρὰξ ἀλεύρου, ἀρτάβη, τρία μέτρα σεμιδάλεως, τρία κανᾶ χονδριτῶν, νέβελ οἴνου, κόλλαθον, ἀλάβαστρον μύρου, καμψάκης ὕδατος, κοτύλη ἐλαίου, κύαθος, μετρητὴς οἴνου, μετρητὴς ἐλαίου, τρυβλίον, ξέστης, ἀμφορεύς, ἀπόρρυμα, σαβιθά, ἴν, χοῦς, στάμνος χρυσῆ ἐν ᾗ ἀπέκειτο τὸ μάννα, μάρης, κύπρος, κογγιάριον. 82.4 Εἴληπται τοίνυν ὁ κόρος ἐκ τῆς Ἑβραϊκῆς διαλέκτου, ὃς καλεῖται χόρ. εἰσὶ δὲ μόδιοι λʹ. χὸρ δὲ λέγεται ἀπὸ τοῦ βουνοῦ ὑποθέσεως. χορία γὰρ καλεῖται βουνός. βουνισθέντες δὲ καὶ οἱ τριάκοντα μόδιοι ποιοῦσι φορτίον καμήλου. 82.5 Λεθὲκ δὲ ὡς ἐν τῷ Ὠσηὲ τῷ προφήτῃ εἴρηται, ὅτι ἐμισθωσάμην ἐμαυτῷ λεθὲκ κριθῶν. ἐν ἀντιγράφοις δὲ γόμορ κριθῶν τὸ αὐτό ἐστι. δέκα γὰρ καὶ πέντε μόδιοι σημαίνονται οὗτοι. λεθὲκ δὲ κατὰ τὴν τῶν Ἑβραίων φωνὴν κέκληται, ὅ ἐστιν ἔπαρμα, ἀπὸ τοῦ δύνασθαι τῷ νεανίᾳ ἐπαρθῆναι τοὺς δέκα πέντε μοδίους καὶ ἐπιτεθῆναι τῷ ὄνῳ. 82.6 Τὸ δὲ αὐτὸ καὶ τὸ γόμορ καλεῖται. δύο δέ εἰσι γόμορ, μέγα καὶ μικρόν· ὧν τὸ μέγα ἰσόμετρόν ἐστι τῷ λεθὲκ δέκα πέντε καὶ αὐτὸ ὂν μοδίων, τὸ δὲ μικρὸν δώδεκα. Βάθος. καὶ τοῦτο ἀπὸ τῆς Ἑβραϊκῆς διαλέκτου παρῆκται συνωνύμως τῷ ἐλαιοτριβείῳ κα λούμενον βίθ. βάθος γὰρ ἑρμηνεύεται ἐλαιοτριβεῖον, ἔστι δὲ ξεστῶν πεντήκοντα. τὸ δὲ μέτρον ἐστὶ τῆς τοῦ ἐλαιοτριβείου ἐργασίας. 82.7 Μνασὶς ἢ μέδιμνος οἶμαι ἐκ τῆς Ῥωμαϊκῆς γλώσσης παρήχθησαν. τὸ γὰρ μεδιοὺμ μέσον ἑρμηνεύεται ἐν αὐτῇ τῇ γλώσσῃ. μανασὴς τοίνυν παρὰ Κυπρίοις μετρεῖται καὶ παρ' ἄλλοις ἔθνεσιν. εἰσὶ δὲ δέκα μόδιοι σίτου ἢ κριθῶν εἰς τὸν τῶν δέκα καὶ ἑπτὰ ξεστῶν παρὰ Κυπρίοις μόδιον. μέδιμνος δὲ παρ' αὐτοῖς τοῖς Κυπρίοις διάφορος. τὸν γὰρ μέδιμνον Σαλαμίνιοι εἴτουν Κωνστάντιοι ἐκ πέντε μοδίων ἔχουσι, Πάφιοι δὲ καὶ Σικελοὶ τεσσάρων ἡμίσεος μοδίων αὐτὸν μετροῦσιν. 82.8 Σάτον καλεῖται ἐξ αὐτῆς τῆς Ἑβραΐδος διαληφθέν, θηλυκῶς δὲ ἐκφωνούμενον. ἐν δὲ τῇ Ἑλληνίδι οὐδετέρως· σάτον γὰρ λέγεται καὶ οὐχὶ σάτος. ἔστι δὲ μόδιος ὑπέργομος ὥστε πληροῦσθαι μὲν τὸν μόδιον, δεῖν δὲ ἔτι ὑπεργίνεσθαι τὸ τέταρτον τοῦ μοδίου. κέκληται δὲ σάτα κατὰ τὴν αὐτὴν διάλεκτον ἐκφωνούμενον λῆψις καὶ ἄρσις, ἀπὸ τοῦ τὸν μετροῦντα ἕξει τινὶ τὸ μέτρον λαμβάνειν τε καὶ κουφίζειν.82.9 Τοῦ δὲ μοδίου τὸ ὄνομα διὰ πολλῆς ἀκριβείας ὑπὸ τῶν Ἑβραίων εὑρέθη εἴκοσι δύο ξεστῶν ὑπάρχον· οὐχ ἁπλῶς δὲ οὐδ' ὡς ἔτυχεν, ἀλλὰ διὰ πολλὴν ἀκρίβειαν. ὁ γὰρ δίκαιος μόδιος, καθὼς εἴωθεν ὁ νόμος λέγειν, κατὰ τὸ μέτρον τὸ ἅγιον ἐμετρήθη. τὸ δὲ ἅγιον μέτρον οὐδὲν ἄλλο ἐστὶν ἢ τὰ κβʹ ἔργα, ἃ ἐποίησεν ὁ Θεὸς ἐν ταῖς ἓξ ἡμέραις τῆς ἑβδομάδος. 82.10 Οὗτοι οἱ εἴκοσι δύο ἀριθμοὶ πανταχοῦ εὑρισκόμενοι καὶ ἐν διαφόροις εἴδεσιν ἀριθμούμενοι, ἔν τε τοῖς εἴκοσι δύο ἔργοις οἷς ἐποίησεν ὁ Θεὸς ἐν ταῖς ἓξ ἡμέραις τῆς κοσμοποιίας, καὶ ἐν εἴκοσι δύο γενεαῖς ἀπὸ Ἀδὰμ ἄχρι τοῦ Ἰσραήλ, καὶ ἐν τοῖς εἴκοσι δύο στοιχείοις τῶν γραμμάτων ἀπὸ τοῦ ἄλεφ ἄχρι τοῦ θαῦ, καὶ ἐν τοῖς κβʹ βιβλίοις ἀπὸ τῆς Γενέσεως ἄχρι τῆς Ἐσθήρ, μέτρον ἡμῖν * ἐγεννήθησαν κβʹ ξεστῶν, ὃ καλεῖται παρ' Ἑβραίοις μόδη, παρ' Ἕλλησι δὲ μόδια διὰ