1

 2

 3

 4

 5

 6

3

Ἐκαλεῖτο δὲ ὁλκὴ ἡ δραγμὴ τοῦ αὐτοῦ σταθμοῦ τῷ σίκλῳ τῷ σταθμίζοντι κατὰ καιρὸν τὴν τρίχα τοῦ Ἀβεσαλώμ, ὅτε ἐκουρεύετο, ὁλκὴν ἔχουσα ρκεʹ σίκλων, ὅ ἐστιν οὐγγία σίκλου ἑνὸς προσγινομένου λίτραι δύο ἥμισυ. 82.42 Ὀβολὸς καὶ αὐτὸς ἐν ἀργυρίοις τετύπωτο. μέρος δὲ εἶχε καὶ οὗτος ηʹ τῆς οὐγγίας, οὐκ ἐξ ἀργύρου πεποιημένος, ἀλλὰ ἀπὸ σιδήρου. ἦν δὲ καὶ ἕτερος ὀβολὸς ἐξ ἀργύρου τυπούμενος, νόμισμα ὤν, ὃ ἦν λεπτότατον, ὀγδοηκοστὸν τῆς οὐγγίας. λέγει γὰρ ἐν τῷ Λευιτικῷ· τὸ δὲ δίδραχμον εἴκοσι ὀβολοί. ὅτι δὲ τέταρτόν ἐστι τῆς οὐγγίας τὸ δίδραγμον, ἤδη ἐδιδάξαμεν.82.43 Χαλκοῖ. τούτους οἱ Αἰγύπτιοι ἐφεύροντο. ἀργύρια δέ ἐστι τετυπωμένα δύο. καὶ παρὰ Ἀλεξανδρεῦσι τὰ ἀργύρια καλοῦνται χάλκινα. ἔστι δὲ ὁ χαλκοῦς τῷ σταθμῷ ὄγδοον οὐγγίας, ὡς ἡ δραγμή. 82.44 Μνᾶ, ἥτις τῇ Ἑβραΐδι μάνη καλεῖται. ἡ δὲ Ἰταλικὴ μνᾶ τεσσαράκοντα στατήρων ἐστίν, ὅπερ οὐγγιῶν κʹ, λίτρας μιᾶς καὶ διμοίρου. 82.45 Ἀργυρίων δὲ πολλοὶ τύποι κατὰ καιροὺς γεγόνασι. 82.46 Τὸ δὲ νουμίον τετύπωται ἀπὸ τοῦ Νουμᾶ τινος βασιλέως τῶν Ῥωμαίων. 82.47 ∆ίχρυσον δὲ ἐκάλουν οἱ παλαιοὶ τὸ ἥμισυ τοῦ ἀργυροῦ. τὸ δὲ ἀργυροῦν τοῦτό ἐστιν ὃ οἱ Ῥωμαῖοι μιλιαρίσιον καλοῦσιν, ὃ ἑρμηνεύεται στρατιωτικὸν δόμα. 82.48 Τὸ δὲ δίχρυσον καὶ τοῦτο ἀργύριον ἦν, ὅπερ ὕστερον κίβδηλον ἐκλήθη ἐξ αἰτίας τοῦ ἀναιρεθῆναι τὸν κατὰ καιρὸν βασιλέα καὶ ἐκβληθῆναι τὸν αὐτοῦ χαρακτῆρα ἐκ τοῦ διχρύσου, ὃς ἦν αὐτῷ ἐμφερόμε νος. ἔκτοτε γὰρ ἔνθα ἂν εὑρέθη τὴν τοῦ ἀναιρεθέντος βασιλέως φέρων εἰκόνα, κίβδηλος ὠνομάζετο ἤγουν ἀδόκιμος. 82.49 Φόλλις ὃ καὶ βαλάντιον καλεῖται. διπλοῦν δέ ἐστιν ὑπὸ δύο ἀργύρων συγκείμενον, οἳ γίνονται σηʹ δηνάρια. καὶ φόλλις δύο λεπτὰ κατὰ τὸν δηναρισμόν, ἀλλ' οὐ κατὰ τὸν ἀργυρισμόν.

83.t Περὶ ταλάντων.

83.1 Τάλαντον. τοῦτο ρκεʹ λιτρῶν ὑπάρχει, κατὰ δὲ τὰς λεπτότητας ἐν τῷ

νομίσματι εἰς λεπτὸν κοπείσας εἰς λεπτὰ διαιρεῖται· ἃ καλεῖται ἀσσάρια· ὃ ἑρμηνεύεται ἐκ τῆς Ἑβραΐδος ἠλαττωμένον. ξʹ δὲ ἀσσάρια ὑπῆρχεν ὁ ἀργυροῦς· δηνάρια δὲ ἦσαν ἐκεῖνα βʹ τὰ ὑπὸ τῆς χήρας εἰς τὸ γαζοφυλάκιον βεβλημένα. ἃ καὶ δύο λεπτὰ ἐκαλεῖτο· τὰ γὰρ ἀσσάρια λεπτεπίλεπτα ἦν. 83.2 Κεντινάριον ἀπὸ τοῦ παρὰ Ῥωμαίοις κεντούμ, ὅ ἐστιν ρʹ. 83.3 Λίτρα δὲ ἐξ Ἑβραΐδος· λὶ γὰρ λέγεται ἐμοί, τρὰ δὲ τὸ διαφέρει. 83.4 Ἡ οὐγκία ἔχει στατῆρας βʹ· ἑβραϊστὶ δὲ λέγεται χουτρά· ἔστι δὲ ὁ στατὴρ Σ μὲν , δύο δὲ δίδραγμα, ἃ καλεῖται ἐπικεφάλαια, κατὰ δὲ Ῥωμαϊκὴν διάλεκτον καπίτιον· καποὺτ γὰρ τὴν κεφαλὴν καλοῦσιν. ἔστι δὲ τὸ δίδραγμον δύο δράγμαι. 83.5 Σίκλον ἀπὸ τῆς σεκὲλ Ἑβραΐδος, ὅ ἐστι ῥοπή. ἔχει δὲ δύο τὰ λεπτὰ καλούμενα, ἅ εἰσι δράγμαι δύο. 83.6 ∆ύο δὲ δίδραγμά εἰσι δύο σίκλοι κατὰ τὸ σίκλον τὸ ἅγιον, οἳ ποιοῦσι στατῆρα ἕνα. 83.7 Ὁ στατὴρ ἢ ὁλκὴ βʹ διδράγμων ἀποτελεῖ μέτρον. 83.8 * καλεῖται δὲ κοδράντης [τὸ σίκλον γάρ, τουτέστιν αʹ Σ ἐξάγιον]· ἑρμηνεύεται δὲ ἐκ τῆς Ἑβραΐδος κοδράντης ἤγουν ἀπόδεσμος. 83.9 Αὐτὸ δὲ σίκλον δʹ μὲν τῆς ἐστίν, Σ δὲ τοῦ στατῆρος. δύο δὲ δράχμας ἔχει· ηʹ γὰρ τῆς ἐστὶν ἡ δράγμη. καλεῖται δὲ ἡ δράχμη καὶ ὁλκή. 83.10 Ἡ θρὶξ δὲ τοῦ κουρεύματος τοῦ Ἀβεσσαλὼμ ἦν ὁλκῆς σίκλων ρκεʹ· ὅ ἐστιν λαʹ καὶ σίκλου αʹ ἢ βʹ Σ λιτρῶν ... καὶ σίκλου ἑνός. 83.11 Ὀβολός. τοῦτο ὀγδοόν ἐστι τῆς ἀπὸ σιδήρου πεποιημένον. βέλος δὲ τοῦτο ἦν· πρὸ γὰρ τῆς Χριστοῦ παρουσίας διὰ τὸ ἐν πολέμῳ συγκεῖσθαι τὴν ζωὴν αὐτῶν χρείαν εἶχον πρὸς τοὺς ὑπεναντίους, καὶ διὰ τῶν τοιούτων τὰς διοικήσεις ἐποιοῦντο, ἑκάστου εʹ βέλη καὶ ιʹ καὶ ἄρτον ἀγοράζοντος ἤ τι ἄλλο. ἔστι δὲ τοῦτο κατὰ μὲν τὴν ὁλκὴν ηʹ τῆς . ἦν δὲ καὶ ἕτερος ὀβολὸς ἐξ ἀργύρου τυπτόμενον νόμισμα, ὃ ἦν λεπτότατον, ὀγδοηκοστὸν δὲ τῆς . τὸ δὲ δίδραγμον κʹ ὀβολοί, ὅ ἐστι δʹ τῆς . 83.12 Ὁ δὲ χαλκὸς ἀργύριόν ἐστι τετυμμένον, ὅθεν παρ' Ἀλεξανδρεῦσι τὰ ἀργύρια χαλκινὰ