1

 2

 3

 4

 5

 6

5

Ὁ κόρος εἴληπται ἐκ τῆς Ἑβραΐδος διαλέκτου, ὃς καλεῖται χόρ· εἰσὶ δὲ μόδιοι

λʹ. χὸρ δὲ λέγεται ἀπὸ τῆς τοῦ βουνοῦ ὑποθέσεως· χορίον γὰρ λέγεται βουνός· βουνισθέντες γὰρ οἱ λʹ μόδιοι φορτίον ποιοῦσι καμήλου. 85.2 Περὶ τοῦ λεκὲθ ἢ θεκέλ. Λεκέθ, ὡς ἐν τῷ Ὡσηὲ τῷ προφήτῃ εἴρηται ὅτι ἐμισθωσάμην ἐμαυτῷ λεκὲθ κριθῆς. ἐν ἀντιστροφῇ δὲ γομὸρ κριθῶν τὸ αὐτὸ μέν ἐστι, πεντεκαίδεκα δὲ μόδιοι σημαίνονται. λεκὲθ δὲ ἀπὸ τῆς τῶν Ἑβραίων φωνῆς εἴρηται, ὅ ἐστιν ἔπαρμα ἀπὸ τοῦ δύνασθαι νεανίαν ἐπάραντα ιεʹ μοδίους σίτου ἢ κριθῆς καὶ ἐπιτιθέναι τῷ ὄνῳ. τὸ δ' αὐτὸ καὶ γομὸρ καλεῖται· ἔστι γὰρ τὸ μέγα, ὅπερ ἐκ τῆς Ἑβραΐδος διαλέκτου γομὸρ καλεῖται. ἔστι δὲ καὶ μικρὸν γομὸρ μοδίων δώδεκα. 85.3 Περὶ βάδου ἢ βάτου. Βάδον καλεῖται ὑγρὸν ξεστῶν πεντήκοντα, καὶ αὐτὸ ἀπὸ τῆς Ἑβραΐδος διαλέκτου παρηγμένον, συνωνύμως τῷ ἐλαιοτριβίῳ καλουμένῳ βήθ· βάδα γὰρ ἑρμηνεύεται ἐλαιοτριβίον· ἔστι δὲ ξεστῶν πεντήκοντα· τὸ δὲ μέτρον ἐστὶ τοῦ ἐλαίου ἐργασίου. 85.4 Περὶ μνασίδος ἢ μεδίμνου. Μνασὶς καὶ μέδιμνος, οἶμαι, ἐκ Ῥωμαϊκῆς γλώσσης παρήχθησαν· τὸ γὰρ μεδιοὺμ μέσον ἑρμηνεύεται ἐν αὐτῇ τῇ γλώσσῃ. μνασὶς τοίνυν παρὰ Κυπρίοις μετρηταῖον καὶ παρ' ἄλλοις ἔθνεσι. εἰσὶ δὲ δέκα μόδιοι σίτου ἢ κριθῆς. 85.5 Περὶ μέτρων καὶ σταθμῶν. Σάτον δέ ἐστι μόδιος κουμουλάτος· καὶ διὰ τὸ ὑπέρχυμα καλεῖται σάτον. 85.6 Τάλαντον λίτρα λεπτὴ ἐλέγετο. λεπτὰ δὲ ἐκαλοῦντο τὰ ἀσσάρια, ἤγουν τὰ δέκα νουμμία· ἑξήκοντα δὲ ἀσσαρίων ὑπῆρχε τότε τὸ δηνάριον, τουτέστι τὸ κεράτιον. ἑκατὸν δὲ δηναρίων ὑπῆρχεν ὁ ἄργυρος. †ἀργύρου δὲ ἀπ' ἀρχῆς ἐτυπώθη τὸ νόμισμα. τάλαντον δὲ κατὰ λιτρισμὸν ρκεʹ λίτραι εἰσί. τάλαντον δὲ πάλιν ἐστὶ τὸ ὑπερβάλλον πᾶν σταθμιζόμενον μέτρον. 85.7 Ἀλάβαστρόν ἐστι βισσίον ὑελοῦν, χωροῦν ἐλαίου λίτραν μίαν. ἀλάβαστρον δὲ λέγεται ἀλιπαρεὶ κομιζόμενον διὰ τὸ εὔθρυπτον. 85.8 ∆ραχμὴ δὲ οὐγγίας ηʹ· καλεῖται δὲ καὶ ὁλκή· ἔχει δὲ γράμματα τρία. ὁ ὀβολὸς ἔχει γράμματα αʹ #25. καὶ τὸ ἥμισυ τῆς δραχμῆς ὁ κύαθος ὀγγίαι βʹ.

86.t Τοῦ ἁγίου Ἐπιφανίου Κύπρου.

86.1 Τάλαντόν ἐστι ρκεʹ λιτρῶν. 86.2 Κοδράντης ἐστὶ νομίσματος γʹ. 86.3 Τὸ

ἀσσάριον, ὥς φασί τινες, δεκάνουμμον εἶναι καὶ λεπτὸν τὸ αὐτό. 86.4 Τὸ δίδραχμον τὸ τέταρτον τῆς οὐγγίας ἐστίν. 86.5 Ὁ στατὴρ ἥμισυ τῆς οὐγγίας ἐστίν, ὡς παραδίδωσιν Ἐπιφάνιος ὁ Κύπρου. 86.6 ∆ηνάριον τὸ ηʹ οὐγγίας. 86.7 Ἀλάβαστρόν ἐστιν ἀγγεῖον στενόμηκες πρὸς πολυποσίαν ἐπιτήδειον τερπνὸν εἰς πόσιν. 86.8 Τρυβλίον τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον δισκάριον. 86.9 Κορβανῶν ἑρμηνεύεται δωροδοχεῖον. 86.10 Γολγοθᾶ, ἔνθα φασὶν Ἑβραῖοι τὸν Ἀδὰμ ταφῆναι, ὅθεν καὶ τὸ ἐπώνυμον ἔχει· ἢ ὅσον ὁ τόπος ὑψηλότερος πάσης τῆς οἰκουμένης. 86.11 Τὸν Βεελζεβοὺλ ἄρχοντα τῶν νεκρῶν οἱ περὶ Ἀκύλαν τὸν ἑρμηνευτὴν ἐκδεδώκασιν, ὡς ἐν βʹ εὕρομεν. 86.12 Τὸ μίλιον ἔχει στάδια ἑπτά, πόδας δὲ δςʹ Φιλεταιρείους καλουμένους παρ' ἡμῖν. 86.13 Ὁ πῆχυς ἕνα ἥμισυν πόδα ἔχει. τὸ καλούμενον παρ' ἡμῖν στερεόν.

87.t Περὶ τῶν ὑποκειμένων σταθμῶν Ἑβραίων.

87.1 Νέβελ ξέσται κδʹ. 87.2 Ἲν ξέσται ιʹ. 87.3 Γόμορ ξέσται ιγʹ ἤγουν τὸ

δέκατον τῶν τριῶν σάτων. 87.4 Σάτον δέ ἐστι μέτρον ἔχον σίκλους ιʹ. 87.5 Σίκλος δέ ἐστι σταθμὸς εἷς, πρὸς δὲ τὸ ἀργύριον δύο. καὶ γίνονται ὀβολοὶ κʹ. ὁ γὰρ σίκλος ὁ βασιλικὸς κʹ ὀβολοί εἰσι καὶ παρ' ἄλλοις τὸ τέταρτον τῆς οὐγκίας. 87.6 Ἀσσάριον χάλκεον ἦν νόμισμα βάρος ἕλκον τριλιτραῖον. 87.7 Τάλαντόν ἐστιν αἱ ξʹ μναῖ. 87.8