1

 2

 3

 4

 5

 6

4

καλεῖται. 83.13 Ἔστι δὲ ηʹ τῆς ἡ δράχμη. 83.14 Μνᾶ ἀντὶ τοῦ μανή· τῇ γὰρ Ἑβραΐδι μανὴ ὁ ἄργυρος καλεῖται. ἡ μὲν Ἰταλικὴ μʹ στατήρων ἐστί, τουτέστιν κʹ αʹ καὶ διμοίρου. ἡ δὲ Θηβαϊκὴ στατήρων ξʹ, τουτέστι λιτρῶν βʹ Σ. 83.15 Πολλοὶ δὲ τύποι ἀργυρίων τοπάλαι, οὓς νουμμοὶ ἐκάλουν ἀπὸ Νούμμα, ἐξ οὗ καὶ τὸ νόμισμα. 83.16 Μιλιαρίσιον δὲ τὸ ἀργυροῦν, ὅ ἐστι [καὶ ἀ]στρατιωτικὸν δόμα· μιλίτια γὰρ ἡ στρατεία. 83.17 Ὁ φόλλις ρκεʹ ἀργύρια πληροῖ· καλεῖται δὲ παρὰ Ῥωμαίοις θύλακος. 83.18 Μάρις μέτρον ἐστὶ Ποντικὸν βʹ ὑδριῶν. ἡ δὲ ὑδρία παρ' αὐτοῖς ιʹ ξεστῶν ἐστιν, ὡς εἶναι τὸν κύπρον κʹ ξεστῶν Ἀλεξανδρινῶν. 83.19 Ὁ κύπρος μέτρον ἐστὶ μοδίων βʹ, λέγεται δὲ εἶναι παρὰ τοῖς Ποντικοῖς χοινίκων εʹ. ἡ δὲ χοῖνίξ ἐστι ξεστῶν βʹ· ὡς εἶναι τὸν κύπρον κʹ. ὁ γὰρ μέγας παρ' αὐτοῖς μόδιος ξεστῶν ἐστι κδʹ. 83.20 Λίτρα παρὰ Ῥωμαίοις ἑρμηνεύεται λίβρα, ἥτις ἐτυμολογεῖται παρ' αὐτοῖς ἰσότης ἤγουν ἰσοκανονία. ἔχει δὲ οὐγκίας ιβʹ. παρήχθη δὲ τὸ τῆς ὄνομα ἐξ Ἑλληνίδος ἀπὸ τοῦ ὄγκου. 83.21 Ἡ δὲ λίτρα ἐστὶ σπηʹ γραμμάτων. ἕκαστον δὲ γράμμα κερατίων ἐστὶν ʹ· ταῦτα δέ ἐστιν ὀστᾶ ἀπὸ κεραταίας καρποῦ. ὁ δὲ ὀστῶν οὗτος ἂν ᾖ τέλειος, ὁλκὴν ποιεῖ κριθῆς εὐκάρπου ˉβ· ὡς εἶναι τὴν μὲν λίτραν κριθῆς κόκκων γυνʹ, κερατίων αψκηʹ, γραμμάτων σπηʹ, οὐγκιῶν βʹ. ἡ δὲ οὐγκία ἐστὶ γραμμάτων κδʹ. 83.22 Ἄλλως δὲ πάλιν μερίζεται ἡ οὐγκία παρὰ Ἑβραίοις εἰς στατῆρας βʹ. ὁ δὲ στατὴρ ἔχει σίκλους βʹ· τὸ δὲ σίκλον ἔχει λεπτὰ δύο. τὸ δὲ λεπτὸν ὁλκὴ αʹ ἐστί, ηʹ τῆς . 83.23 Παρά τισι δὲ καὶ ὀβολὸς νόμισμα ἀπὸ τοῦ παρὰ τῶν βασιλέων ἐν τούτῳ τῷ νομίσματι τὸν κόσμον διοικεῖσθαι. ἀργύριον καλοῦμεν διὰ τὸ ἐξ ἀργύρου τετύφθαι. μέγα δέ ἐστιν, ὃς ἐκλήθη ἀργυροῦς, δηναρίων ρʹ. ἕκαστον δὲ δηνάριον ἀσσαρίων ἐστὶν ξʹ. 83.24 Ὁ δὲ ἀργυροῦς μανὴ παρ' Ἑβραίοις λέγεται. 83.25 Ξέστης Ἑλληνικὸς ἀπὸ τοῦ ξέεσθαι τὰ μεγάλα μέτρα εἰς λεπτότητα.

84.t Περὶ μέτρων.

84.1 Κόρος μόδιοι λʹ· παρ' Ἑβραίοις δὲ χὸρ λέγεται. 84.2 Λεθὲκ μόδιοι ιεʹ. 84.3

Γόμορ ὁμοίως μόδιοι ιεʹ. 84.4 Βάτον μέτρον ξεστῶν νʹ. 84.5 Μνασὶς δέκα μόδιοι σίτου ἢ κριθῆς εἴληπται ἐκ τοῦ μεδιοὺμ Ῥωμαίου, ὅ ἐστι μέσον. 84.6 Μέδιμνος· Σαλαμινοὶ μοδίους εʹ, Σικελοὶ δὲ δʹΣ. 84.7 Σάτον μόδιον κουμουλάτον· παρ' Ἑβραίοις θηλυκῶς, παρ' Ἕλλησι δὲ οὐδετέρως. ἔστι δὲ μόδιος κουμουλάτος παρ' Ἑβραίοις, καὶ διὰ τοῦ κουμουλάτου τὸ δʹ τοῦ μοδίου τὸ ὑπέρχυμα εἴρηται σαώ, ἤγουν λῆψις ἢ ἄρσις· μόδιον παρ' Ἑβραίοις ξεστῶν κβʹ. 84.8 Κάβος πῇ μὲν τὸ δʹ τοῦ μοδίου, πῇ δὲ τὸ εʹ, πῇ δὲ τὸ ʹ· καβὰ δέ ἐστιν ἑβραϊστὶ τὸ ἔτεμεν, ὡς διὰ τὸ τέμνεσθαι εἰς μικρὰ τὸ μόδιον οὕτως ὠνομάσθη. παρὰ δὲ Ἕλλησιν ἐλέχθη κάβος διὰ τὴν τρανότητα. 84.9 Χοῖνιξ καὶ ὑφεὶ ἓν μέν ἐστι μέτρον, διττὸν δὲ ὄνομα κέκληται, ἐν μὲν τῇ Ἑβραΐδι ἀρσενικῶς, ἐν δὲ τῇ Ἑλληνίδι θηλυκῶς. ἔστι δ ηʹ τοῦ παρὰ Κυπρίοις μοδίου, ὅς ἐστι μόδιος παρ' αὐτῶν ξεστῶν ιζʹ καὶ †ποτηρίου. τὸ δὲ ὑφεὶ ἐξ αὐτῆς τῆς Ἑβραΐδος λέγεται ὀφεί, ὅ ἐστι τῶν βʹ δρακῶν τῆς χειρὸς τὸ μέτρον. 84.10 ∆ρὰξ τὸ χειρόπληθες τῆς μιᾶς χειρός. 84.11 Ἀρτάβη παρ' Ἑβραίοις ξεστῶν οβʹ. ὁμοίως δὲ καὶ ὁ μετρητὴς οβʹ ἐστὶ ξεστῶν· καὶ τὸ μέτρον τὸ ἅγιον, ὅ τε ὑγρὸς μετρητὴς καὶ ἡ ἀρτάβη τοῦ γεννήματος· ἀρτάβη δὲ ἐκλήθη ἀπὸ τοῦ παρ' Αἰγυπτίοις ὀρτόβ, ὅ ἐστι καλῶς συγκείμενον. 84.12 Μέτρα γʹ τὸ μικρὸν γομόρ, ὅ ἐστι ξεστῶν ʹ· ὥστε εἶναι τὸ ιʹ τῆς ἀρτάβης. 84.13 Τρία μέτρα σεμιδάλεως. ταῦτα τὰ τρία μέτρα ἕκαστον γομὸρ ἐχώρει. τὸ δὲ γομὸρ δέκατον ἦν τοῦ μεγάλου μέτρου, τουτέστι τῆς ἀρτάβης· ὃ γίνεται ζʹ ξέσται καὶ εʹ· ὥστε εἶναι τὸ αὐτὸ μέτρον τοῦ γομόρ. τρία μέτρα πάλιν ὑπῆρχεν, ἃ ἐγίνοντο ἀπὸ ξεστῶν βʹ· καὶ γίνονται ιεʹ. καὶ τὸ μὲν μέτρον τοῦτον ἔχει τὸν τρόπον.

85.1 Περὶ κόρου, ὃς καὶ χὸρ λέγεται.