1

 2

 3

 4

 5

 6

 7

 8

1

De creatione hominis sermo primus

ΟΜΙΛΙΑ Α ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΑΝΘΡΩΠΟΥ ΓΕΝΕΣΕΩΣ ΚΑΙ ΕΙΣ ΤΟ ΚΑΤ' ΕΙΚΟΝΑ ΚΑΙ

ΚΑΘ' ΟΜΟΙΩΣΙΝ Παλαιοῦ χρέους ἔκτισιν ἀποπληρώσων ἥκω, οὗ τὴν ἀπόδοσιν ἀνεβαλόμην οὐκ ἀγνωμοσύνῃ προαιρέσεως ἀλλ' ἀσθενείᾳ σώματος, χρέος ἀναγκαιότατον καὶ ὀφειλόμενον ὑμῶν τῇ ἀκροάσει. καὶ γὰρ ἂν εἴη ἄδικον τὰ περὶ θηρίων καὶ νηκτῶν καὶ πτηνῶν καὶ κτηνῶν, οὐρανοῦ τε καὶ τῶν κατ' οὐρανόν, περί τε γῆς καὶ τῶν ἐν τῇ γῇ διδαχθέντας ἡμᾶς μὴ καὶ τὰ περὶ τῆς ἡμετέρας γενέσεως ἐκ τῆς θεοπνεύστου 3 γραφῆς φωτισθῆναι. ὥσπερ γὰρ οἱ ὀφθαλμοὶ ἡμῶν τὰ ἔξω βλέποντες ἑαυτοὺς οὐχ ὁρῶσιν, ἐὰν μή που λείου τινὸς ἅψωνται καὶ στερεοῦ κἀκεῖθεν ἀνακλασθεῖσα ἡ ὄψις ὥσπερ ἀπὸ παλιρροίας ὁρᾶν αὐτοὺς ποιήσῃ τὰ ἑαυτῶν κατόπιν, οὕτω καὶ ὁ νοῦς ὁ ἡμέτερος ἄλλως ἑαυτὸν οὐ βλέπει, ἐὰν μὴ ταῖς γραφαῖς ἐγκύψῃ. τὸ γὰρ ἐνταῦθα φῶς ἀνακλώμενον τοῦ καθορᾶσθαι ἑκάστῳ ἡμῶν αἴτιον γίνεται, ἐπεὶ ἀσύνετοί ἐσμεν ἑαυτῶν καὶ ἀπερίοπτοι τῆς κατασκευῆς ὅπερ ἐσμὲν καὶ τί ἐσμεν ἀγνοοῦντες. ἀμελέστατα γὰρ ἑαυτῶν διακείμεθα οἱ τῶν προχείρων τῆς γνώσεως καὶ τῶν μικροτάτων τῶν ἐν ἡμῖν γνῶσιν οὐκ ἔχοντες. πολλαὶ πραγματεῖαι περὶ τὸ σῶμα τὸ ἡμέτερον τὸ ἀνθρώπινον τὴν πᾶσαν ἑαυτῶν σπουδὴν 4 κατηνάλωσαν, κἂν ἰατρικὴν ἐπέλθῃς, εὑρήσεις πόσα περὶ τῆς χρείας τῶν ἡμετέρων <μορίων> ἡμῖν διηγεῖται, πόσας περὶ τῆς ἔνδοθεν ἡμῶν κατασκευῆς ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἐξεῦρε κεκρυμμένας ὁδοὺς συντετρημένας ἐν τῷ ἀφανεῖ εἰς μίαν σύμπνοιαν ἀπὸ τοῦ σώματος· ὀχετοὺς πνεύματος, ὑδραγωγίας αἵματος, ἀναπνοῆς ὁλκήν, οἴκησιν ἑστίας τοῦ θερμοῦ ἐπὶ τῆς καρδίας, κίνησιν διαρκῆ τοῦ περικαρδίου πνεύματος. μυρία παρ' ἐκείνοις πεφιλοσόφηται, ὧν οὐδεὶς ἡμῶν ἐστιν ἔμπειρος τῷ μηδεμίαν σχολὴν ἀπονεῖμαι τῷ μέρει τούτῳ τῆς ἐξετάσεως μηδὲ γνῶναι ἑαυτὸν ἕκαστος ὅστις ἐστίν. εὔκολοί ἐσμεν γνῶναι οὐρανὸν μᾶλλον ἢ ἑαυτούς. ὥστε μὴ καταφρόνει τοῦ ἐν σοὶ θαύματος· μικρὸς γὰρ εἶ, 5 ὡς νομίζεις, μέγαν δὲ ἐπερχόμενος ὁ λόγος εὑρήσει σε. διὰ τοῦτο ὁ σοφὸς ∆αβὶδ εἰδὼς ἑαυτὸν ἀκριβῶς ἐξετάσαι Ἐθαυμαστώθη, φησίν, ἡ γνῶσίς σου ἐξ ἐμοῦ. τὴν γνῶσιν τὴν περὶ σοῦ θαυμαστῶς ἐξεῦρον. πόθεν; Ἐξ ἐμοῦ. Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· καὶ τὴν τέχνην τὴν ἐν ἐμοί, ὅσῃ σοφίᾳ κατεσκευάσθη μου τὸ σῶμα, κατανοήσας ἐκ τοῦ μικροῦ τούτου κατασκευάσματος τὸν μέγαν δημιουργὸν ἐνενόησα. Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν. ἐδείχθη πρώην ἐν παραδρομῇ καὶ ἀρκούντως ἐδείχθη τίνος ὁ λόγος καὶ πρὸς τίνα ὁ λόγος. ἔχει ἡ ἐκκλησία τὰς περὶ τούτων ἀποδείξεις, μᾶλλον δὲ ἔχει πίστιν ἀποδείξεως βεβαιοτέραν.

Ποιήσωμεν ἄνθρωπον. κατάμαθε σεαυτὸν ἐντεῦθεν ἀρξάμενος. οὔπω περὶ ἄλλου τῶν κατασκευασμάτων αὕτη ἡ φωνὴ ἀνάγραπτος. φῶς ἐγένετο, καὶ ἁπλοῦν πρόσταγμα 6. Εἶπεν ὁ θεός Γενηθήτω φῶς. οὐρανός, καὶ ἄνευ βουλῆς οὐρανός· φωστῆρες, καὶ οὐδὲν προεβουλεύσατο περὶ τῶν φωστήρων· θάλασσα καὶ πελάγη ἄπειρα, καὶ προσταγῇ παρήχθη εἰς τὸ εἶναι. ἰχθύων γένη παντοδαπὰ κελευσθέντα ἐγένετο, θηρία καὶ κτήνη, νηκτὰ καὶ πτηνά· Εἶπε καὶ ἐγένετο. ἐνταῦθα οὔπω ἄνθρωπος, καὶ βουλὴ περὶ ἀνθρώπου. οὐκ εἶπεν ὡς περὶ τῶν ἄλλων· γενηθήτω ἄνθρωπος. κατά μαθε σεαυτοῦ τὸ τίμιον. οὐ προσέρριψέ σου τὴν γένεσιν προστάγματι, ἀλλὰ βουλευτήριον ἐν τῷ θεῷ πῶς μέλλει τὸ τίμιον ζῷον εἰς τὸν βίον παράγεσθαι. Ποιήσωμεν· ὁ σοφὸς βουλεύεται, ὁ τεχνίτης ἐνθυμεῖται. ἆρά τι λείπει αὐτοῦ τῇ τέχνῃ καὶ ἐκ τῆς μερίμνης βούλεται ἀπηρτισμένον καὶ τέλειον καὶ