1
De moderatione in disputando
ΛΟΓΟΣ ΛΒʹ.
Περὶ τῆς ἐν διαλέξεσιν εὐταξίας, καὶ ὅτι οὐ παντὸς ἀνθρώπου, οὔτε παντὸς καιροῦ τὸ περὶ Θεοῦ διαλέγεσθαι.
Αʹ. Ἐπειδὴ συνεληλύθατε προθύμως, καὶ πολυάν θρωπος ἡ πανήγυρις, καὶ διὰ τοῦτο μάλιστα και ρὸς ἐργασίας, φέρε τι δῶμεν ὑμῖν ἐμπόρευμα, εἰ καὶ μὴ τῆς προθυμίας ἄξιον τῆς κοινῆς, ἀλλά γε τῆς δυνάμεως τῆς ἡμετέρας μὴ ἐνδεέστερον. Ἡ μὲν γὰρ ἀπαιτεῖ τὰ μείζω, ἡ δὲ εἰσφέρει τὰ μέτρια· καὶ κρεῖσσον τὸ κατὰ δύναμιν εἰσενεγκεῖν, ἢ τὸ πᾶν ἐλλείπειν. Οὐ γὰρ ὁ μὴ δυνηθεὶς τὰ τοιαῦτα ὑπεύ θυνος, ἀλλ' ὁ μὴ βουληθεὶς ὑπαίτιος, κἂν τοῖς θείοις ὁμοίως, κἂν τοῖς ἀνθρωπίνοις πράγμασιν. Εἰμὶ μὲν ποιμὴν ὀλίγος καὶ πένης, καὶ οὔπω τοῖς ἄλλοις ἀρέσκων ποιμέσιν· οὕτω γὰρ εἰπεῖν μέτριον, εἴτε τὴν εὐδοκίαν καὶ τὸν ὀρθὸν λόγον, εἴτε διὰ μι κροψυχίαν καὶ ἔριν, οὐκ οἶδα τοῦτο· Ὁ Θεὸς οἶδε, 36.176 φησὶν ὁ θεῖος Ἀπόστολος, καὶ δηλώσει σαφῶς ἡ τῆς ἀποκαλύψεως ἡμέρα, καὶ τὸ τελευταῖον πῦρ, ᾧ πάντα κρίνεται ἢ καθαίρεται τὰ ἡμέτερα. Πειράσομαι δ' ὅμως εἰς δύναμιν μὴ κατακρύπτειν τὸ χάρισμα, μηδ' ὑπὸ τὸν μόδιον τιθέναι τὸν λύχνον, μηδὲ κατα χωννύειν τὸ τάλαντον (ἃ πολλάκις ἤκουσα παρ' ὑμῶν τὴν ἀργίαν ὀνειδιζόντων, καὶ δυσχεραινόντων τὴν σιωπὴν), ἀλλὰ λόγοις ἀληθείας ἐκπαιδεύειν καὶ συναρμόζειν τῷ Πνεύματι.
Βʹ. Πόθεν οὖν ἄρξομαι καταρτίζειν ὑμᾶς, ἀδελ φοί; Καὶ τίσι λόγοις τιμήσω τοὺς ἀθλητὰς, ὧν ἡ παροῦσα πανήγυρις; Τί πρῶτον εἴπω, ἢ τί μέγιστον; Τί μάλιστα συμφέρον ταῖς ὑμετέραις ψυχαῖς; Ἢ τί τῷ παρόντι καιρῷ χρησιμώτατον; Γνοίημεν δ' ἂν οὕτω· Τί τοῦ ἡμετέρου λόγου τὸ κάλλιστον; Ἡ εἰρήνη· προσθήσω δ', ὅτι καὶ τὸ λυσιτελέστατον. Τί δαὶ τὸ αἴσχιστον καὶ τὸ βλαβε ρώτατον; Ἡ διχόνοια. Ἐπεὶ δὲ τοῦτο ἠρώτησα, καὶ ἀπεκρινάμην, προσερήσομαι καὶ τὸ δεύτερον· Τί τὸ μάλιστα λῦσαν ἐκείνην; Καὶ τί τὸ ταύτην εἰσ αγαγόν; Ἵν', ὥσπερ ἐν τοῖς νοσήμασι, τὰ αἴτια περι κόψαντες, καὶ τὰς πηγὰς τῶν παθῶν ἐμφράξαντες, ἢ ἀποξηράναντες, οὕτω καὶ τὰ ἐκεῖθεν ῥεύματα καὶ ἀποτελέσματα συνεκκόψωμεν. Οὐδὲ γὰρ οἷόν τε γνῶναί τι περὶ τῆς τελευτῆς καλῶς, μὴ περὶ τῆς ἀρχῆς ὀρθῶς σκεψαμένους. Βούλεσθε οὖν ὑμεῖς τὴν αἰτίαν εἰπεῖν καὶ γνωρίσαι; Ἢ ἐμοὶ τῷ θερα πευτῇ παραχωρεῖτε, καὶ δηλῶσαι ταύτην, καὶ διορ θώσασθαι; Καὶ γὰρ εἰπεῖν βουλομένων ἕτοιμος, καὶ ἀκούειν λεγόντων ἑτοιμότερος Παραχωρεῖτε μὲν, εὖ οἶδ' ὅτι· καὶ γὰρ οὐ φαύλους ἰατροὺς ἡμᾶς τῶν τοιούτων ἴσως ὑπολαμβάνετε, οὐδ' ἀμαθεῖς θε ραπείας ψυχῶν· εἴτε οὖν φαύλως, εἴτε ὀρθῶς τοῦτο ὑπολαμβάνοντες. Μὴ θαυμάσητε δὲ, εἰ παράδοξον ἐρῶ λόγον· καὶ γάρ ἐστι παράδοξος μὲν, ἀληθὴς δὲ, ὡς ἔγωγέ φημι, καὶ ὑμεῖς συμφήσετε, ἂν διὰ τέλους μαθεῖν ἀναμείνητε, ἀλλὰ μὴ, ὃ ἐγκαλῶ, πάθητε, καὶ προεξαναστῆτε τοῦ λόγου διὰ θερμότητα.
Γʹ. Φύσεις θερμαὶ καὶ μεγάλαι, τῆς ταραχῆς ταύ της αἴτιον· οὔτιγε ἁπλῶς διάπυροι καὶ μεγάλαι (μήπω γὰρ καταγινώσκομεν τῆς θερμότητος, ἧς δίχα μέγα τι κατορθωθῆναι πρὸς εὐσέβειαν ἢ ἀρετὴν ἄλλην ἀμήχανον), ἀλλὰ γενναῖαι σὺν ἀλογίᾳ, καὶ 36.177 ἀμαθίᾳ, καὶ, τῷ ταύτης ἐκγόνῳ κακῷ, θράσει· θρά σος γὰρ ἀμαθίας ἔκγονον. Αἱ μὲν γὰρ ἀσθενεῖς, καὶ πρὸς ἀρετὴν καὶ πρὸς κακίαν ὁμοίως νωθεῖς καὶ δυσκίνητοι, καὶ οὐδ' ἑτέρωσε μέγα νεύουσαι, οἷα τὰ τῶν ναρκώντων κινήματα. Αἱ γενναῖαι δὲ, λόγου μὲν αὐτὰς παιδαγωγοῦντος καὶ διευθύνοντος, μέγα τι χρῆμα πρὸς ἀρετήν· ἐπιλειπούσης δὲ ἐπιστήμης καὶ λόγου, τὸ ἴσον εἰς κακίαν