1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

2

εὑρίσκονται. Ἐπεὶ καὶ ἵππον θυμοειδῆ μὲν εἶναι χρὴ καὶ γενναῖον, τὸν ἐσό μενον νικηφόρον, εἴτε πολεμιστήριον, εἴτε ἁμιλ λητήριον· εἴη δ' ἂν ὁ αὐτὸς οὐδὲν ἀγαθοῦ, μὴ χαλινῷ παιδευθεὶς, καὶ γυμνασίᾳ φιλοπονωτέρᾳ μα θὼν ἡμερότητα.

∆ʹ. Καὶ τοῦτό ἐστιν, ὡς ἐπὶ τὸ πλεῖστον, ὃ διέσπασε μέλη, διέστησεν ἀδελφοὺς, πόλεις ἐτάραξε, δήμους ἐξέμηνεν, ὥπλισεν ἔθνη, βασιλεῖς ἐπανέστησεν, ἱερεῖς λαῷ καὶ ἀλλήλοις, λαὸν ἑαυτῷ καὶ ἱερεῦσι, γονεῖς τέκνοις, τέκνα γονεῦσιν, ἄνδρας γυναιξὶ, γυναῖκας ἀνδράσι. Πάντα τὰ τῆς εὐνοίας ὀνόματα, δούλους καὶ δεσπότας ἀλλήλους, ἀλλήλους διδασκάλους καὶ μαθητὰς, πρεσβύτας καὶ νέους, καὶ τὸν τῆς αἰδοῦς ἀτιμάσαν νόμον, τοῦ μεγίστου πρὸς ἀρετὴν βοηθή ματος, τὸν τῆς αὐθαδείας εἰσήνεγκεν· καὶ γεγόνα μεν οὐ φυλὴ, καὶ φυλὴ καθ' ἑαυτὴν, ὃ πάλαι ὁ Ἰσραὴλ ὠνειδίζετο· οὐδὲ Ἰσραὴλ καὶ Ἰούδας, τὰ δύο καὶ ἑνὸς ἔθνους καὶ μικροῦ τούτου τμήματα, κατ' οἴκους δὲ καὶ συζυγίας τὰς ἀναγκαίας, καὶ οἷον πρὸς ἑαυτὸν ἕκαστος, ἐμερίσθημεν, ἡ οἰκουμένη πᾶσα, καὶ γένος ἅπαν ἀνθρώπων, ὅσον ὁ θεῖος λόγος ἐπέδραμεν· καὶ γέγονεν ἀναρχία, ἡ πολυαρχία, καὶ διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην· καὶ ἐχρῆν, ἐπειδὴ τῶν ἐκτὸς ἐχθρῶν ἐκρατήσαμεν, ὑπ' ἀλλήλων ἡμᾶς καταλυθῆναι, καὶ, καθάπερ τοὺς μαινομένους, τῶν ἰδίων σαρκῶν ἁπτομένους, μηδὲ αἰσθάνεσθαι, ἀλλὰ καὶ χαίρειν τῷ κακῷ πλέον, ἢ εἰρηνεύοντες ἕτεροι, καὶ κέρδος ποιεῖσθαι τὴν συμφορὰν, καὶ ἡγεῖσθαι λατρείαν εἰσφέρειν τῷ Θεῷ τὴν κατά λυσιν, καὶ διαιρεθῆναι, καὶ ἐμπρησθῆναι, οὐ τὴν ἐπαινετὴν διαίρεσιν, ἀλλὰ τὴν ψεκτὴν, οὐδὲ τὸν κα θάρσιον ἐμπρησμὸν, ἀλλὰ τὸν ὀλέθριον. Οὐ γὰρ ὁ το μὸς διαιρεῖ λόγος, ἡ Χριστοῦ μάχαιρα, τοὺς πισ τεύοντας ἀπὸ τῶν ἀπίστων, οὐδὲ πῦρ βάλλεται, καὶ ἀνάπτεται, ἡ δαπανῶσα τὴν ὕλην καὶ ἐσθίουσα πίστις, καὶ ἡ ζέσις τοῦ Πνεύματος· ἀλλ' ἐναν τίως ἢ πρότερον, δαπανώμεθα καὶ τεμνόμεθα. 36.180

Εʹ. Τοῦτό ἐστιν ὃ πολλὰ εἶναι μέρη τὴν μίαν Ἐκ κλησίαν πεποίηκε, καὶ διέστησεν, οὐκ εἰς ἕνα Παῦ λον, ἢ Κηφᾶν, ἢ Ἀπολλὼ, ἢ τὸν δεῖνα φυτευτὴν, ἢ τὸν δεῖνα ποτιστήν· πολλοὺς δὲ ἀνέδειξε Παύ λους, καὶ Ἀπολλὼς, καὶ Κηφὰς, ἀφ' ὧν ἀντὶ Χρι στοῦ καλούμεθα, τὸ μέγα καὶ καινὸν ὄνομα, καὶ ὧν εἶναι λεγόμεθα· καὶ εἴθε τοσοῦτον εἶχον εἰ πεῖν· ἀλλὰ καὶ πολλοὺς (ὃ φρίττω λέγων) Χριστοὺς ἀνθ' ἑνὸς, τὸν γεννώμενον, τὸν κτιζόμενον, καὶ τὸν ἀπὸ Μαρίας ἀρχόμενον, καὶ τὸν ἀναλύοντα ὅθεν εἰς τὸ εἶναι προῆλθε, καὶ τὸν ἄνουν ἄνθρωπον, καὶ τὸν ὄντα, καὶ τὸν φαινόμενον. Ὡς δὲ καὶ πολλὰ Πνεύ ματα, τὸ ἄκτιστον, καὶ τὸ κτίσμα, καὶ τὸ ὁμό τιμον, καὶ τὸ ἐνέργημα, καὶ τὸ ψιλὸν ὄνομα. ∆έον ἕνα Θεὸν Πατέρα γινώσκειν, ἄναρχον, καὶ ἀγέννητον, καὶ Υἱὸν ἕνα γεγεννημένον ἐκ τοῦ Πατρὸς, καὶ Πνεῦμα ἓν ἐκ Θεοῦ τὴν ὕπαρξιν ἔχον, παραχωροῦν Πατρὶ μὲν ἀγεννησίας, Υἱῷ δὲ γεννήσεως· τὰ δὲ ἄλλα συμφυὲς, καὶ σύνθρονον, καὶ ὁμόδοξον, καὶ ὁμότιμον· ταῦτα εἰδέναι, ταῦτα ὁμολογεῖν, μέχρι τούτων ἵστασθαι, τὴν δὲ πολλὴν φλυαρίαν, καὶ τὰς βεβήλους κενοφωνίας τῶν λόγων, τοῖς σχολὴν ἄγου σιν ἀποπέμπεσθαι. Τί τὸ ταῦτα πάντα κεκινη κός; Θερμότης χωρὶς λόγου καὶ ἐπιστήμης ἄσχετος, καὶ πίστεως πλοῦς ἀκυβέρνητος.

ςʹ. Τοῦτο οὖν εἰδότες, ἀδελφοὶ, μήτε νωθεῖς ὦμεν πρὸς τὸ καλὸν, ἀλλὰ τῷ Πνεύματι ζέωμεν, μήποτε ὑπνώσωμεν κατ' ὀλίγον εἰς θάνατον, ἢ, καθεύδουσιν ἡμῖν, ἐπισπείρῃ τὰ πονηρὰ σπέρματα ὁ ἐχθρός· νω θεῖα γὰρ ὕπνῳ σύζυγος· μήτε διάπυροι σὺν ἀλογίᾳ καὶ φιλαυτίᾳ, ἵνα μὴ ἐκφερώμεθα, μηδὲ τῆς ὁδοῦ τῆς βασιλικῆς ἔξω πίπτωμεν· ἕν γέ τι πταίον τες πάντως, ἢ κέντρων δεόμενοι διὰ τὴν νωθείαν, ἢ κρημνιζόμενοι διὰ τὴν θερμότητα. Ἀμφοτέρων δὲ ὅσον χρήσιμόν ἐστι λαβόντες, τῆς μὲν τὸ πρᾶον, τῆς δὲ τὸν ζῆλον· ἀμφοτέρων ὅσον ἐστὶ βλαβερὸν διαφύ γωμεν, τῆς μὲν τὸν ὄκνον, τῆς δὲ τὸ θράσος· ἵνα μήτε τῷ ἐλλείποντι ὦμεν ἅκαρποι, μήτε τῷ περιτ τεύοντι κινδυνεύωμεν. Ὁμοίως γὰρ ἄχρηστα, καὶ νωθρότης ἄπρακτος, καὶ