1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

6

ἡμῶν θεὶς, ὥσπερ καὶ Μωϋσῆς πάλαι τὸ κάλυμμα ἑαυτοῦ τε καὶ τῆς πωρώσεως Ἰσραὴλ, ἵνα μὴ ῥᾳδίως ἴδῃ σκοτεινὴ φύσις τὸ ἀπόθετον κάλλος, καὶ ὀλίγων ἄξιον, μηδὲ ῥᾳδίως ἐπιτυχὸν, ῥᾳδίως καὶ ἀπο βάλῃ διὰ τὴν εὐκολίαν τῆς κτήσεως· φῶς δὲ ὁμιλήσῃ φωτὶ, ἀεὶ πρὸς τὸ ὕψος ἕλκοντι διὰ τῆς ἐφέ σεως, καὶ νοῦς πλησιάσῃ τῷ καθαρωτάτῳ κεκαθαρ μένος, καὶ τὸ μὲν ἄρτι φανῇ, τὸ δὲ ὕστερον, ἆθλον ἀρετῆς καὶ τῆς ἐντεῦθεν πρὸς αὐτὸ νεύσεως, εἴ τουν ἐξομοιώσεως. Βλέπομεν γὰρ ἄρτι, φησὶ, δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. Καὶ τὸ ταπεινὸν ἡμῶν ὅσον! καὶ ἡ ἐπαγγελία πηλίκη! γνῶ ναι Θεὸν τοσοῦτον, ὅσον ἐγνώσμεθα. Ταῦτα Παῦλος ὁ μέγας κῆρυξ τῆς ἀληθείας, ὁ τῶν ἐθνῶν ἐν πίστει διδάσκαλος, ὁ τὸν πολὺν κύκλον τοῦ Εὐαγγελίου πλη ρώσας, ὁ μὴ ἄλλῳ τινὶ ζῶν, ἢ Χριστῷ, ὁ μέχρι οὐ ρανοῦ τρίτου φθάσας, ὁ τοῦ παραδείσου θεατὴς, ὁ ποθῶν διὰ τὴν τελειότητα τὴν ἀνάλυσιν.

Ι ςʹ. Καὶ Μωϋσῆς μὲν μόλις εἶδε Θεοῦ τὰ ὀπίσθια διὰ τῆς πέτρας (ἅτινα ταῦτά ἐστι, καὶ ἥτις ἡ πέτρα), καὶ ταῦτα πολλὰ δεηθεὶς, καὶ τυχὼν ὑποσχέσεως· πλὴν ὅτι μὴ, ὅσον ἐπόθησεν, εἶδεν, ἀλλὰ πλόεν τοῦ φαντασθέντος ἦν ὃ διέφυγεν· Μωϋσῆς, ὁ τοῦ Φαραὼ Θεὸς, ὁ τοσοῦτον ἄγων λαὸν, ὁ τηλικαύτην σημείων ἐπιδειξάμενος δύναμιν. Σὺ δὲ, τίνας ἔθρεψας ἐξ οὐρανοῦ; Ποῖον ὕδωρ ἐκ πέτρας δέδωκας; Ποίαν ἔῤῥηξας θάλασσαν ῥάβδῳ; Τίνα λαὸν διήγαγες ὡς διὰ ξηρᾶς τῆς ὑγρᾶς; Τίνας ἐχ θροὺς κατεπόντισας; Τίνας στύλῳ πυρὸς καὶ νεφέ λης ὡδήγησας; Τίνα κατεπολέμησας Ἀμαλὴκ εὐχῇ, καὶ χειρῶν ἐκτάσει, καὶ τῷ σταυρῷ προτυπουμένῳ πόῤῥωθεν μυστικῶς, ἵν' ᾖ σοι συμφορὰ τὸ μὴ τε λείως καταλαβεῖν Θεὸν, καὶ διὰ τοῦτο πάντα δονῆται, καὶ ἄνω καὶ κάτω φέρηται; Ἐπεὶ δὲ Μωϋσέως ἐμνήσθην, οὐκ ἔμαθες ἐντεῦθεν χαρίσμα τος ἀκολουθίαν καὶ νόμον τάξεως; Εἰ μὲν εἶ Μωϋσῆς, καὶ τῆς νεφέλης εἴσω χώρησον, καὶ λάλει Θεῷ, καὶ φωνῆς ἄκουε, καὶ δέξαι νόμον, καὶ νομοθέ 36.193 τησον. Εἰ δὲ Ἀαρὼν, συνανάβηθι μὲν, ἀλλὰ τῆς νεφέλης ἔξω στῆθι πλησίον. Εἰ δὲ Ἰθάμαρ τις, ἢ Ἐλεάζαρ, καὶ τρίτος ἀπὸ Μωϋσέως, ἢ τῆς γερουσίας τις καὶ τῶν Ἑβδομήκοντα, ἔτι πόῤῥωθεν στῆθι, κἂν τῇ στάσει τὸ τρίτον ἔχων. Εἰ δὲ τοῦ λαοῦ καὶ τῶν πολλῶν εἷς, οὐ προσίεταί σε τὸ ὄρος, οὗ κἂν θηρίον θίγῃ, λιθοβοληθήσεται. Κάτω μεῖνον, καὶ μόνης ἄκουε τῆς φωνῆς, καὶ ταύτης, ἁγνίσας σεαυ τὸν καὶ καθάρας, ὡς διατέταξαι.

ΙΖʹ. Καὶ ἵνα σε παιδεύσω διὰ πλειόνων, τίς τῶν ἱερέων ἐτελείου τὰς χεῖρας; Μωϋσῆς. Τίς τῶν τε λειουμένων ὁ πρῶτος; Ἀαρών. Καὶ ἔτι πρὸ τούτων, τίς τὰ πρὸς Θεὸν ἦν; Καὶ τίς ἀντὶ φωνῆς τῷ λαῷ; Εἰς δὲ τὰ Ἅγια τῶν ἁγίων εἰσῄει τίς, πλὴν ἑνός; Ἀεὶ δὲ οὗτος; Οὐδαμῶς· ἀλλ' ἅπαξ τοῦ ἐνιαυτοῦ, καὶ ἦν ὅτε. Ἔφερον δὲ τὴν σκηνὴν τίνες, πλὴν τῶν Λευϊτῶν; Καὶ οὗτοι, καθὼς διετέτακτο, οἱ μὲν τὰ τιμιώτερα ταύτης, οἱ δὲ τὰ δεύτερα, καθὼς ἡ τῶν φερόντων ἀξία; Ἐπεὶ δὲ καὶ φυλάσσεσθαι ταύτην ἔδει, ἐφύλασσον τίνες, καὶ πῶς, Οἱ μὲν τόδε τὸ κλίτος, οἱ δὲ τόδε· καὶ οὐδὲ ἀόριστον, οὐδὲ ἄτακτον, οὐδὲ τῶν ἐλαχίστων. Ἡμεῖς δὲ ἂν μικροῦ δοξαρίου τύχω μεν, ἢ οὐδὲ τούτου πολλάκις, ἀλλ' ὡς ἔτυχεν, ἢ δύο, ἢ τρία ῥήματα τῆς Γραφῆς ἐκμελετήσω μεν, καὶ ταῦτα περικεκομμένως καὶ ἀνοήτως (τοῦτο ἐκεῖνο, ἡ αὐθημερινὴ σοφία, καὶ ὁ ἐν Χαλάνῃ πύργος, ὃς καλῶς τὰς γλώσσας ἐμέρισεν)· καὶ ἀπο νοηθῆναι δεῖ κατὰ Μωϋσέως, καὶ γενέσθαι ∆αθὰν καὶ Ἀβειρὼν τοὺς ὑβριστὰς καὶ ἀθέους. Ὧν φύγωμεν τὴν αὐθάδειαν, καὶ μηδὲ τὴν ἀπόνοιαν μιμησώ μεθα, μηδὲ τὸ τέλος δεξώμεθα.

ΙΗʹ. Βούλει δὲ καὶ ἄλλην σοι παραστήσω τάξιν, καὶ ταύτην ἐπαινετὴν, καὶ ταύτην ἀξίαν τῆς εἰς τὸ παρὸν μνήμης, καὶ νουθεσίας; Ὁρᾷς τῶν Χριστοῦ μαθητῶν, πάντων ὄντων ὑψηλῶν, καὶ τῆς ἐκλογῆς ἀξίων, ὁ μὲν Πέτρα καλεῖται, καὶ τοὺς θεμελίους τῆς Ἐκκλησίας πιστεύεται, ὁ δὲ ἀγαπᾶται πλέον, καὶ ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ ἀναπαύεται, καὶ φέ ρουσιν οἱ λοιποὶ τὴν προτίμησιν. Ἀναβῆναι δὲ εἰς τὸ ὄρος