1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

3

θερμότης ἀπαίδευτος· ἡ μὲν οὐκ ἐγγίζουσα τῷ καλῷ, ἡ δὲ ὑπερπίπτουσα, καὶ τοῦ δεξιοῦ ποιουμένη τι δεξιώτερον. Ὅπερ καὶ ὁ θεῖος Σολομὼν καλῶς ἐπιστάμενος, Μὴ ἐκκλί νῃς, φησὶν, εἰς τὰ δεξιὰ, μηδ' εἰς τὰ ἀριστερά· μηδὲ διὰ τῶν ἐναντίων εἰς κακὸν ἴσον ἐμπέσῃς, τὴν ἁμαρτίαν. Καίτοιγε τὸ φύσει δεξιὸν ἐπαινῶν, Ὁδοὺς γὰρ, φησὶ, τὰς ἐκ δεξιῶν οἶδεν ὁ Θεός· 36.181 διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν. Πῶς οὖν ἐπαινεῖ τὸ δεξιὸν, καὶ ἀπάγει πάλιν τοῦ δεξιοῦ; Τούτου δηλαδὴ τοῦ φαινομένου δεξιοῦ, καὶ οὐκ ὄντος. Πρὸς ὃ βλέπων ἑτέρωθι, Μὴ γίνου δίκαιος πολὺ, φησὶ, μηδὲ σοφίζου περισσά. Τὸ γὰρ αὐτὸ καὶ περὶ δικαιοσύνην, καὶ περὶ σοφίαν πάθος, θερμότης περὶ πρᾶξιν καὶ λόγον, ἔξω τοῦ καλοῦ καὶ τῆς ἀρετῆς δι' ὑπερβολὴν πίπτουσα. Ἧ καὶ τὸ ἐνδέον καὶ τὸ ὑπερβάλλον ὁμοίως λυμαίνεται, ὥσπερ καὶ τῷ κανόνι πρόσθεσις ἢ ὑφαίρεσις.

Ζʹ. Μηδεὶς οὖν ἔστω πλέον ἢ καλῶς ἔχει σοφὸς, μηδὲ τοῦ νόμου νομιμώτερος, μηδὲ λαμπρότερος τοῦ φωτὸς, μηδὲ τοῦ κανόνος εὐθύτερος, μηδὲ τῆς ἐντολῆς ὑψηλότερος. Ἔσται δὲ τοῦτο πῶς; Ἐὰν εἰδῶμεν κόσμον, καὶ ἐπαινῶμεν φύσεως νόμον, καὶ ἑπώμεθα λόγῳ, καὶ μὴ ἀτιμάζωμεν εὐταξίαν. Ἐμβλέψατε εἰς τὸν οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω, καὶ ἐννοήσατε, πῶς συνέστη τὸ πᾶν, καὶ ὅθεν, καὶ τί πρὸ τῆς διακοσμήσεως ἦν, καὶ τί νῦν ὄνομα τῷ παντί. Τάξει τὰ πάντα διεκοσμήθη, καὶ, ὁ δια κοσμήσας Λόγος· καίτοιγε ὡς ἓν τὰ πάντα καὶ ἀθρόως ὑποστῆναι δυνατὸν ἦν (ὁ γὰρ τοῖς οὐκ οὖσι τὸ εἶναι δοὺς, καὶ τοῖς γενομένοις τὰς ἰδέας καὶ τὰ σχήματα, οὐδ' ὁμοῦ τὸ πᾶν ἀναδεῖξαι καὶ διακοσ μῆσαι ἀσθενὴς ἦν) ἀλλὰ διὰ τοῦτο πρῶτόν τι καὶ δεύτερον ἀριθμεῖται, καὶ τρίτον, καὶ τὰ ἑξῆς, ἵνα τάξις εὐθὺς συνεισέλθῃ τοῖς κτίσμασι.

Ηʹ. Τάξις οὖν τὸ πᾶν συνεστήσατο. Τάξις συν έχει καὶ τὰ ἐπουράνια καὶ τὰ ἐπίγεια· τάξις ἐν νοητοῖς· τάξις ἐν αἰσθητοῖς· τάξις ἐν ἀγγέλοις· τά ξις ἐν ἄστροις, καὶ κινήσει, καὶ μεγέθει, καὶ σχέσει τῇ πρὸς ἄλληλα, καὶ λαμπρότητι. Ἄλλη δόξα ἠλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ· τάξις ἐν ὥραις καὶ καιροῖς, ἐν κόσμῳ προϊοῦσί τε καὶ ὑπαπιοῦσι, καὶ διὰ τῆς μεσότητος τὸ αὐστη ρὸν τιθασσεύουσι· τάξις ἐν ἡμέρας καὶ νυκτὸς μέ τροις, καὶ διαστήμασι. Τάξις ἐν στοιχείοις, ἐξ ὧν τὰ σώματα· τάξις περιήγαγεν οὐρανὸν, ἥπλωσεν ἀέρα, γῆν ὑπέθηκεν, ἢ καὶ ὑπερέθηκε, φύσιν ὑγρὰν ἔχεε καὶ συνήγαγεν, ἀνέμους ἀφῆκε, καὶ οὐκ ἐπ αφῆκεν, ὕδωρ ἔδησεν ἐν νεφέλαις, καὶ οὐ κατ έσχεν, ἀλλ' ἔσπειρεν ἐπὶ πρόσωπον πάσης τῆς 36.184 γῆς, εὐτάκτως καὶ ὁμοτίμως· καὶ ταῦτα οὐκ ἐπ' ὀλί γον, οὐδὲ εἰς ἕνα καιρὸν ἢ χρόνον, ἀλλ' ἀπ' ἀρχῆς εἰς τέλος, τὴν αὐτὴν ὁδὸν εὐθυνόμενα καὶ περιπο ρευόμενα, πεπηγότα τε καὶ κινούμενα, τὸ μὲν τῷ Λόγῳ, τὸ δὲ τῇ ῥεύσει· Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Τοῦτο τῆς πήξεως· καὶ εἴ τι γέγονεν, ἢ γεννήσεται, τοῦτο τοῦ ῥεύ ματος. Καὶ τάξεως μὲν ἐπικρατούσης, κόσμος, τὸ Πᾶν, καὶ τὸ κάλλος ἀκίνητον. Ἀταξία δὲ καὶ ἀκοσμία, ἐν μὲν ἀέρι τοὺς σκηπτοὺς, ἐν δὲ γῇ τοὺς σεισμοὺς, ἐν δὲ θαλάσσῃ τὰς ἐπικλύσεις, ἐν δὲ πόλεσι καὶ οἴκοις πολέμους, ἐν δὲ τοῖς σώμασι τὰς ἀῤῥωστίας, ἐν δὲ ταῖς ψυχαῖς τὰς ἁμαρτίας, ἐκαινο τόμησεν. Ταῦτα πάντα οὐ τάξεως, οὐδὲ εἰρήνης, ἀλλὰ ταραχῆς καὶ ἀταξίας ὀνόματα. Καὶ τὴν θρυλ λουμένην δὲ φθορὰν καὶ προσδοκωμένην, μὴ ἄλλο τι, ἀδελφοὶ, ἢ πλεονασμὸν ἀταξίας εἶναι νο μίζωμεν. Συνδεῖ μὲν γὰρ τάξις, λύει δὲ ἀταξία, ὅταν λύσαι τὸ πᾶν ἢ μεταποιῆσαι παραστῇ τῷ συνδή σαντι.

Θʹ. Τάξις καὶ τοῖς ζώοις ἅπασι γένεσιν, καὶ τρο φὴν, καὶ τὰς καταλλήλους ἑκάστῳ χώρας ἐνο μοθέτησε. Καὶ οὔτε δελφῖνά τις εἶδεν αὔλακα τέ μνοντα, οὔτε βοῦν δι' ὕδατος ὀλισθαίνοντα· ὥσπερ οὐδ' ἥλιον ἐν νυκτὶ μειούμενον, ἢ πληρούμενον οὔτε σελήνην ἐν ἡμέρᾳ πυρσεύουσαν· ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις,