1
De sanctis Bernice et Prosdoce
ΕΙΣ ΤΑΣ ΑΓΙΑΣ ΜΑΡΤΥΡΑΣ Βερνίκην καὶ Προσδόκην παρθένους, καὶ ∆ομνίναν τὴν μητέρα αὐτῶν, ὁμιλία ἐγκωμιαστική.
50.629 αʹ. Οὔπω εἴκοσιν ἡμέρας ἔχομεν σταυροῦ μνείαν ἐπιτελέσαντες, καὶ ἰδοὺ
μαρτύρων μνείαν ἐπιτελοῦμεν. Εἶδες πῶς ταχὺς ὁ καρπὸς τοῦ θανάτου τοῦ Χριστοῦ; δι' ἐκεῖνο τὸ πρόβατον αὗται αἱ δαμάλεις ἐσφάγησαν· δι' ἐκεῖνον τὸν ἀμνὸν ταῦτα τὰ θύματα, δι' ἐκείνην τὴν θυσίαν αὗται αἱ προσφοραί· οὔπω εἴκοσιν ἡμέρας ἔχομεν, καὶ εὐθέως τὸ ξύλον ἐβλάστησε τοῦ σταυροῦ τὰ καλὰ τῶν μαρτύρων βλαστήματα· ταῦτα γὰρ ἐκείνου τοῦ θανάτου τὰ κατορθώματα. Ἴδε τοίνυν τὴν ἀπόδειξιν τῶν τότε εἰρημένων δι' αὐτῶν σήμερον ἐκβεβηκυῖαν τῶν ἔργων. Τότε ἔλεγον, Συνέκλασε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέθλασε· σήμερον ταῦτα δείκνυται διὰ τῶν ἔργων. Εἰ γὰρ μὴ συνέκλασε τὰς πύλας τὰς χαλκᾶς, οὐκ ἂν κεκλεισμένων αὐτῶν ἐτόλμησαν αἱ γυναῖκες οὕτω ῥᾳδίως εἰσελθεῖν· εἰ μὴ συνέθλασε τὸν μοχλὸν τὸν σιδηροῦν, οὐκ ἂν αἱ παρθένοι ἴσχυσαν αὐτὸν ἀφελέσθαι· εἰ μὴ τὸ δεσμωτήριον ἄχρηστον ἐποίησεν, οὐκ ἂν μετὰ τοσαύτης ἀδείας εἰσῆλθον αἱ μάρτυρες.
Εὐλογητὸς ὁ Θεὸς, γυνὴ θανάτου κατατολμᾷ, γυνὴ ἡ θάνατον εἰς τὴν ζωὴν εἰσαγαγοῦσα τὴν ἡμετέραν, τὸ παλαιὸν ὅπλον τοῦ διαβόλου, τοῦτο τοῦ διαβόλου κατήνεγκε τὴν ἰσχύν· τὸ σκεῦος τὸ ἀσθενὲς καὶ εὐεπηρέαστον τοῦτο γέγονεν ὅπλον ἀκαταγώνιστον· γυναῖκες θανάτου κατατολμῶσι· τίς οὐκ ἂν ἐκπλαγείη; Αἰσχυνέσθωσαν Ἕλληνες, ἐγκαλυπτέσθωσαν Ἰουδαῖοι οἱ διαπιστοῦντες τῇ ἀναστάσει τοῦ Χριστοῦ. Τί γὰρ μεῖζον, εἰπέ μοι, ζητεῖς σημεῖον τῆς ἀναστάσεως ἐκείνης, ὅταν ἴδῃς τοσαύτην μετάστασιν πραγμάτων γεγενημένην; Γυναῖκες θανάτου κατατολμῶσι, πράγματος τοῦ καὶ ἀνδράσιν ἁγίοις πρὸ τούτου φοβεροῦ καὶ φρικώδους ὄντος. Μάθε τοίνυν αὐτοῦ τὸν ἔμπροσθεν φόβον, ἵνα ἰδὼν αὐτοῦ τὴν νῦν καταφρόνησιν, θαυμάσῃς τὸν τῆς μεταβολῆς αἴτιον Θεόν· μάθε αὐτοῦ τὴν προτέραν ἰσχὺν, ἵνα μαθὼν αὐτοῦ τὴν νῦν ἀσθένειαν, εὐχαριστήσῃς τῷ τέλεον αὐτὸν ἐκνευρίσαντι Χριστῷ. Οὐδὲν ἰσχυρότερον ἐκείνου τὸ πρότερον, ἀγαπητὲ, καὶ οὐδὲν ἀσθενέστερον ἡμῶν· ἀλλὰ νῦν οὐδέν ἐστιν ἀσθενέστερον ἐκείνου, καὶ οὐδὲν ἰσχυρότερον ἡμῶν. Εἶδες πῶς ἀρίστη ἡ μετάστασις γέγονε; πῶς τὰ ἰσχυρὰ ἀσθενῆ 50.630 ἐποίησε, καὶ τὰ ἀσθενῆ ἰσχυρὰ κατεσκεύασεν ὁ Θεὸς, ἑκατέρωθεν ἡμῖν δεικνὺς αὐτοῦ τὴν δύναμιν; Ἀλλ' ἵνα μὴ μόνον ἀπόφασις ᾖ τὰ λεγόμενα, καὶ τὴν ἀπόδειξιν ἐπάγω Καὶ, εἰ δοκεῖ, πρῶτον ἐκεῖνο δείξωμεν, πῶς ἐφοβοῦντο αὐτὸν ἔμπροσθεν οὐχ ἁμαρτωλοὶ μόνον, ἀλλὰ καὶ ἅγιοι ἄνθρωποι πολλὴν παῤῥησίαν πρὸς τὸν Θεὸν ἔχοντες, ἀπὸ κατορθωμάτων κομῶντες, καὶ πᾶσαν ἐπελθόντες ἀρετήν. Ταῦτα δὲ δείκνυμι, οὐχ ἵνα καταγνῶμεν τῶν ἁγίων, ἀλλ' ἵνα θαυμάσωμεν τοῦ Θεοῦ τὴν δύναμιν.
Πόθεν οὖν δῆλον, ὅτι φοβερὸν τοῦ θανάτου τὸ προσωπεῖον ἦν πρὸ τούτου, καὶ πάντες αὐτὸν ἐπεφρίκεισαν, καὶ ἔτρεμον; Ἀπὸ τοῦ πατριάρχου πρώτου. Ὁ γὰρ Ἀβραὰμ ὁ πατριάρχης, ὁ δίκαιος, ὁ τοῦ Θεοῦ φίλος, ὁ πατρίδα ἀφεὶς, καὶ οἰκίαν, καὶ συγγενεῖς, καὶ φίλους, καὶ πάντων ὑπεριδὼν τῶν παρόντων διὰ τὸ πρόσταγμα τοῦ Θεοῦ, οὕτως ἐδεδοίκει καὶ ἐφοβεῖτο τὸν θάνατον, ὡς εἰς τὴν Αἴγυπτον εἰσιέναι μέλλων εἰπεῖν πρὸς τὴν γυναῖκα τὴν ἑαυτοῦ ταῦτα· Γινώσκω ὅτι γυνὴ εὐπρόσωπος εἰ σύ· ἔσται οὖν ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, σὲ μὲν περιποιήσονται, ἐμὲ δὲ ἀποκτενοῦσι. Τί οὖν; Εἰπὲ ὅτι ἀδελφὴ αὐτοῦ εἰμι, ἵνα εὖ μοι γένηται διὰ σὲ, καὶ