1
Expositiones in Psalmos
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ∆ʹ ΨΑΛΜΟΝ. Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ με ὁ Θεὸς τῆς δικαιοσύνης μου. αʹ. Οὐχ ἵνα ἁπλῶς μάθωμεν, ὅτι ἠκούσθη, ταῦτα φθέγγεται ὁ Προφήτης· ἀλλ' ἵνα παιδευθῶμεν πῶς καὶ αὐτοὶ καλοῦντες τὸν Θεὸν ἀκουσθῆναι δυνησόμεθα ταχέως, καὶ πρὸ τοῦ τέλους τῆς εὐχῆς τὴν αἴτησιν λαβεῖν. Οὐ γὰρ εἶπε, Μετὰ τὸ ἐπικαλέσασθαί με εἰσήκουσέ μου, ἀλλ', Ἐν τῷ ἐπικαλεῖσθαί με. Καὶ γὰρ 55.40 καὶ αὐτοῦ τοῦ Θεοῦ τοιαύτη τίς ἐστιν ὑπόσχεσις λέγοντός που πρὸς τὸν ἐπικαλούμενον· Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι. Οὐ γὰρ δὴ ῥημάτων πλῆθος πείθειν τὸν Θεὸν εἴωθεν, ἀλλὰ καθαρὰ ψυχὴ καὶ ἔργων ἀγαθῶν ἐπίδειξις. Πρὸς γοῦν τοὺς ἐν πονηρίᾳ μὲν ζῶντας, προσδοκῶντας δὲ τῷ μήκει τῶν ῥημάτων δυσωπεῖν αὐτὸν, ὅρα τί φησιν. Ὅταν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Ἐὰν ἐκτείνητε τὰς χεῖρας, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν. Ἄρα πρὸ τῶν ἄλλων ἁπάντων παῤῥησίαν δεῖ τὸν εὐχόμενον ἔχειν, καὶ πάντως ἕψεται τὰ τῆς αἰτήσεως. ∆ιά τοι τοῦτο καὶ ὁ Προφήτης οὐκ εἶπεν, Εἰσήκουσεν ἐμοῦ, ἀλλὰ, Τῆς δικαιοσύνης μου, τὴν πρὸς τὸν Θεὸν αὐτοῦ παῤῥησίαν δεικνὺς, καὶ ὡς μετὰ ταύτης αὐτῷ προσῄει διὰ παντός. Μηδεὶς δὲ αὐτὸν μεγαληγορεῖν ἡγείσθω ταῦτα λέγοντα. Οὐ γὰρ ἑαυτὸν ἐπᾶραι βουλόμενος ταῦτά φησιν, ἀλλὰ διδασκαλίαν τινα καὶ παραίνεσιν κοινὴν πολὺ κέρδος ἔχουσαν εἰσάγων. Ἵνα γὰρ μή τις λέγῃ, ὅτι Ἐκεῖνος ἠκούσθη, ἐπειδὴ ∆αυῒδ ἦν, ἐγὼ δὲ οὐκ εἰσακουσθήσομαι, ἐπειδὴ μικρὸς καὶ εὐτελής εἰμι· δείκνυσιν ὅτι οὔτε ἐκείνου ἁπλῶς ἀκούει, οὔτε σοῦ παρακούει εἰκῆ καὶ ὡς ἔτυχεν, ἀλλὰ πανταχοῦ τῶν πραγμάτων ἐστὶν ἀκριβὴς θεωρός. Κἂν ταῦτα ἔχῃς τὰ δυνάμενά σοι συνηγορῆσαι, ἀκουσθήσῃ πάντως. Ὥσπερ ἂν μὴ ἔχῃς, οὐδ' ἂν ∆αυῒδ ᾖς, πεῖσαι δυνήσῃ τὸν Θεόν. Καὶ καθάπερ οἱ φιλοχρήματοι οὔτε πρὸς ἀξίαν, οὔτε πρὸς ἕτερον οὐδὲν βλέπουσιν, ἀλλ' ἢ τοὺς ἀργύριον ἔχοντας μόνον, καὶ ὡς πάντα ἀνύσοντες ἀπίασι πρὸς αὐτούς· οὕτω καὶ ὁ Θεὸς ἐπειδὴ δικαιοσύνης ἐστὶν ἐραστὴς, ὃς ἂν μετὰ ταύτης ἔλθῃ πρὸς αὐτὸν, οὐκ ἀπελεύσεται κενὸς, ὥσπερ οὖν ὁ ταύτης χωρὶς, καὶ τοῖς ἐναντίοις ἐμφυρόμενος, κἂν μυρία παρακαλῇ, πλέον οὐδὲν ἐργάσεται, τὸ πείθειν οὐκ ἔχων μεθ' ἑαυτοῦ. Ὥστε εἰ βούλει τι παρὰ Θεῷ ἀνύειν, ταύτην προσλαβὼν ἄπιθι. ∆ικαιοσύνην δὲ ἐνταῦθα μὴ μέρος ἀρετῆς εἶναι νόμιζε, ἀλλ' ὁλόκληρον καὶ καθολικήν. Οὕτω καὶ ὁ Ἰὼβ δίκαιος ἦν, πᾶσαν ἀρετὴν ἔχων ἀνθρωπίνην· οὐ τούτου μὲν ἀπεχόμενος τοῦ πονηροῦ, ἑτέρου δὲ ἀντεχόμενος. Οὕτω καὶ ἡμεῖς δίκαιον στάθμιον τοῦτο λέγομεν τὸ πανταχοῦ ἴσον· οὐκ ἐὰν χρυσὸν μὲν ἐξίσου ἱστᾷν δύνηται, μόλυβδον δὲ ἐναντίως, ἀλλὰ τὸ ἐν ἁπάσαις ὕλαις τὴν ἰσότητα παρεχόμενον· καὶ μέτρον πάλιν, τὸ πανταχοῦ ἴσον. Οὕτω καὶ ὁ Ἰὼβ δίκαιος ἦν, πανταχοῦ ἴσος ὤν. Οὐδὲ γὰρ ἐν χρήμασι τὴν ἰσότητα ταύτην ἐφύλαττε μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν, οὐδαμοῦ τὸ μέτρον ὑπερβαίνων. Οὐδ' ἂν ἔχοι τις εἰπεῖν, ὅτι ἐν χρήμασι μὲν τὴν ἰσοτιμίαν ἔστεργεν, ἐν δὲ τῇ πρὸς τοὺς πλησίον ὁμιλίᾳ τὸ μέτρον ὑπερέβαινεν, ἀλαζών τις καὶ ὑπεροπτικὸς ὤν. Καὶ γὰρ καὶ τοῦτο ἐκ πολλῆς τῆς ἐπιμελείας ἔφευγε. ∆ιὸ καὶ ἔλεγεν· Εἰ δὲ καὶ ἐφαύλισα κρίμα θεράποντός μου ἢ θεραπαίνης κρινομένων πρός με· ἢ οὐχ ὡς ἐγὼ ἐγενόμην, καὶ αὐτοὶ ἐγένοντο. Ἄρα καὶ τοῦτο ἀδικία μεγίστη, τὸ ἀλαζόνα εἶναι καὶ ὑπερήφανον. βʹ. Ὥσπερ γὰρ πλεονέκτην λέγομεν τὸν τὰ τῶν 55.41 ἄλλων βουλόμενον λαβεῖν, καὶ τοῖς οἰκείοις οὐκ ἀρκούμενον· οὕτω καὶ ἀλαζονικὸν λέγομεν, ὅταν πλέον ἀπαιτῇ τῶν ὀφειλομένων αὐτῷ παρὰ τοῦ πλησίον· ὅταν τις ἑαυτὸν μὲν ἐν πάσῃ καθιστᾷ τιμῇ, ἕτερον δὲ ἀτιμάζῃ. Τοῦτο δὲ