174
φιλανθρώπῳ Θεῷ· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΜΖʹ ΨΑΛΜΟΝ. Ὠδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορέ. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ, εὐριζῶν ἀγαλλιάματι πάσης τῆς γῆς. Ἕτερός φησι, Καλῷ βλαστήματι, χάρματι πάσης τῆς γῆς. Ἄλλος, Ἀπ' ἀρχῆς ἀφωρισμένῳ ἀγλαΐσματι πάσης τῆς γῆς. αʹ. Καὶ ἐνταῦθα ἀπαλλαγὴν πολέμων, καὶ μάχης ἐλευθερίαν δηλοῖ. Ἐπειδὴ γὰρ ἐπανελθόντες ἀπὸ τῆς Βαβυλωνίων, καὶ τῆς μακρᾶς ἀπαλλαγέντες αἰχμαλωσίας, τὴν πατρῴαν ἀπέλαβον γῆν, καὶ πολλοὺς διέφυγον πολέμους, εὐχαριστοῦντες ὑπὲρ πάντων τῷ τούτων αἰτίῳ τῶν ἀγαθῶν, τούτους ᾄδουσι τοὺς ὕμνους, καί φασι· Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα. Τὸ μὲν Μέγας, λέγουσι, τὸ δὲ πόσον, οὐκέτι· οὐδεὶς γὰρ τοῦτο ἐπίσταται· διὸ καὶ ἐπήγαγε· Καὶ αἰνετὸς σφόδρα. Τῆς γὰρ μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· ∆οξάζειν αὐτὸν 55.217 δεῖ, καὶ αἰνεῖν μόνον, καὶ τοῦτο μεθ' ὑπερβολῆς ἁπάσης· αἰνεῖν δὲ αὐτὸν, καὶ διὰ τὸ μέγεθος τῆς οὐσίας τὸ ἄπειρον τοῦτο καὶ ἀκατάληπτον, καὶ διὰ τὴν ὑπερβολὴν τῶν εὐεργεσιῶν τῶν εἰς ἡμᾶς. Καὶ γὰρ ἠβουλήθη, καὶ ἴσχυσεν ἅπερ ἠβουλήθη. Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ. Τί λέγεις; Ἐκεῖ συγκλείεις αὐτοῦ τὸν αἶνον, τοῦ μεγάλου, τοῦ αἰνετοῦ, ἐν τῇ πόλει καὶ ἐν τῷ ὄρει; Οὐ τοῦτο λέγω, φησὶν, ἀλλ' ὅτι ἡμεῖς πρὸ τῶν ἄλλων τοῦτο ἐπέγνωμεν. Ἢ διὰ τοῦτο οὖν εἶπε τὸ, Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἢ θέλων δηλῶσαι ὅτι διὰ τῶν εἰς αὐτὴν γινομένων θαυμάτων ἐδείχθη αὐτοῦ ἡ μεγαλωσύνη καὶ ἡ δόξα, ὅτι δὴ τοὺς αἰχμαλώτους, τοὺς ἀπεῤῥιμμένους, τοὺς εὐκαταφρονήτους, τοὺς καθάπερ ἐν τάφῳ τῇ πολεμίᾳ κατεχομένους γῇ, τούτους ἀθρόον οὕτως ἐκλάμψαι παρεσκεύασεν, ὡς τῶν κρατησάντων περιγενέσθαι, καὶ ἐπανελθεῖν, καὶ πρὸς τὴν προτέραν εὐημερίαν ἐπαναγαγεῖν, καὶ τὸ παλαιὸν τῆς πατρίδος ἀποδοῦναι σχῆμα. ∆είκνυσι μὲν γὰρ αὐτὸν, φησὶ, καὶ τὸ μέγεθος τῶν κτισμάτων τῶν ὁρωμένων· ἀλλ' ἐπειδὴ οἱ πλείους ἀνοητότερον διέκειντο τὸ παλαιὸν, προστίθησι καὶ τὴν ἀπὸ τῶν πολεμίων, καὶ τὴν ἀπὸ τῆς νίκης γνῶσιν, τὰ παράδοξα ταῦτα τρόπαια συνεχῶς ἱστὰς, καὶ τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν ἐργαζόμενος, καὶ παρ' ἐλπίδα καὶ προσδοκίαν ἅπασαν τὰ τοιαῦτα θαυματουργῶν. Πόλιν δὲ αὐτοῦ καλεῖ ταύτην, οὐ τὰς ἄλλας ἀποστερῶν αὐτοῦ τῆς προνοίας, ἀλλὰ δεικνὺς τούτους πλέον τι τῶν ἄλλων ἔχοντας κατὰ τὸν τῆς γνώσεως λόγον. Ἐκεῖναι μὲν γὰρ κατὰ τὸν τῆς δημιουργίας μόνον λόγον αὐτοῦ ἂν λέγοιντο· αὕτη δὲ καὶ κατὰ τὸν τῆς οἰκειώσεως, καὶ διὰ τὸ πάντα αὐτόθι τὰ θαύματα γίνεσθαι. Τότε μὲν οὖν ἡ πόλις ἐλέγετο τοῦ Θεοῦ· νῦν δὲ πάντες ἡμεῖς τοῦ Θεοῦ λεγόμεθα. Οἱ γὰρ τοῦ Χριστοῦ, φησὶ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἶδες ἀρετῆς ἐπίτασιν; ∆ιὰ τοῦτο καὶ ὄρος ἐλέγετο τοῦ Θεοῦ, ἐπειδὴ ὁ Θεὸς ἐκεῖ ἐθεραπεύετο. Εὐριζῶν ἀγαλλιάματι πάσης τῆς γῆς. Πολλὴ ἡ ἀσάφεια τοῦ ῥητοῦ, διὸ προσέχειν δεῖ. Τῷ μὲν γὰρ ἁπλῶς ἀναγινώσκοντι πολλὴν τὴν ἀπορίαν ποιεῖ, ὁ δὲ μετὰ ἀκριβείας αὐτὰ ἐπιὼν, ὄψεται τὴν ἀκολουθίαν καὶ τὴν σειρὰν ἀκριβῆ τῶν νοημάτων. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστι· Μέγας Κύριος ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ εὐριζῶν, τουτέστι καλῶς ῥιζῶν, καλῶς πηγνὺς, καλῶς βεβαιῶν αὐτὴν ἐν χαρᾷ καὶ εὐφροσύνῃ