197
αὐτούς. Τί γὰρ καὶ ἔχοιεν ἂν εἰπεῖν, ἢ ποίαν προβαλέσθαι αἰτίαν, δι' ἣν οὐκ ἐπίστευσαν; Ἀλλὰ προσέχετε τοῖς λεγομένοις, παρακαλῶ, ἵνα δύνησθε τοὺς ἀντιλέγοντας ἐπιστομίζειν. Βέλτιον γὰρ αὐτοὺς παρ' ἡμῶν ἡττηθέντας νῦν διορθωθῆναι, ἢ νομίζοντας νικᾷν ἀπελθεῖν ἐκεῖ, καὶ κατακριθῆναι παρὰ τοῦ κοινοῦ τῆς οἰκουμένης δικαστοῦ. Τί τοίνυν ἂν ἔχοιεν εἰπεῖν Ἰουδαῖοι, τίνος ἕνεκεν ἀνεῖλον τὸν Χριστόν; τί μικρὸν ἢ μέγα ἐγκαλεῖν ἔχοντες; Ὅτι ἐποίει ἑαυτὸν Θεὸν, φησί. Καὶ μὴν οὐ ταῦτα ἦν τὰ ῥήματα ἐν τῷ καιρῷ τοῦ σταυροῦ, ἀλλ' ἕτερά τινα. Οὐ γὰρ ἔλεγον, Ὁ ποιῶν ἑαυτὸν Θεὸν, ἀλλ', Ὁ ποιῶν ἑαυτὸν βασιλέα, οὐκ ἔστι φίλος τοῦ Καίσαρος. Καίτοι γε πολλάκις ἠθέλησαν αὐτὸν βασιλέα χειροτονῆσαι, καὶ ἔφυγεν. Ἀλλὰ πρὸ τούτου, φησὶν, ἐνεκάλουν, ὅτι ἐποίει ἑαυτὸν Θεόν. Καὶ τί τοῦτο; Εἰ μὲν γὰρ ψευδῶς καὶ ἀδίκως, καὶ οὐκ ὢν, λόγον τὸ ἔγκλημα εἶχε· εἰ δὲ δικαίως, προσκυνεῖσθαι αὐτὸν ἐχρῆν, οὐ σταυροῦσθαι. Ἴδωμεν τοίνυν εἰ μὴ Θεὸς ὢν ὄντως, ἐποίει ἑαυτὸν Θεὸν, τουτέστιν, ἐδείκνυ καὶ ἐπέφαινε. Πόθεν οὖν βούλει μαθεῖν; ἀπὸ τῶν τότε; ἀπὸ τῶν νῦν; ἀπὸ τῶν παρὰ τὸν τόκον; Τίς οὖν ὑπὸ παρθένου ποτὲ ἐτέχθη; τίς δὲ ἀστέρα ἔδειξε τοιοῦτον; τίς δὲ μάγους τοσαύτην ὁδὸν ἤγαγεν, οὐκ ἀνάγκῃ καὶ βίᾳ, ἀλλὰ πειθοῖ καὶ ἀποκαλύψει; Ὁρᾷς τὴν κτίσιν ἅπασαν ἐπιγνοῦσαν τὸν ∆εσπότην; Ἡ φύσις πρώτη παραχωρεῖ, καὶ οὐκ ἀντιλέγει, οὐδὲ ἀνθίσταται λέγουσα· Οὐ λύω τὰς ὠδῖνας· οὐκ ἔμαθον ἐκ μήτρας παρθενικῆς παιδίον προφέρειν· οὐκ οἶδα γάμου χωρὶς μητέρα ποιεῖν· ἀλλ' ἐξέστη καὶ παρεχώρησε τῶν οἰκείων ὅρων· τὸν γὰρ αὑτῆς ἐπέγνω ∆εσπότην. Τεχθέντος πάλιν, ἄγγελοι παρεγένοντο, τὸν ἐν οὐρανοῖς ἐπὶ γῆς μηνύοντες, καὶ οὐρανὸς ἐγίνετο ἡ γῆ, ἅτε τοῦ βασιλέως ἐνταῦθα ὄντος, καὶ Μάγοι προσεκύνουν, ἐκ τοσούτου διαστήματος ἀφικόμενοι· καὶ τὸ μὲν παιδίον ἐπὶ φάτνης ἔκειτο ἐν Παλαιστίνῃ, οἱ δὲ ἀπὸ τῆς βαρβάρου χώρας τοσαύτην τιμὴν καὶ θεραπείαν προσῆγον, ὅσην εἰκὸς Θεῷ προσάγειν. Ἀλλὰ ταῦτα μὲν ἴσως οὐ παραδέξονται, ἕτερα δὲ ἐπιζητήσουσι σημεῖα, τὰ κατὰ τὴν παροῦσαν γενεάν. Ἀλλ' οὐδὲ τούτων ἀπορήσομεν. Τοιοῦτον γὰρ ἡ ἀλήθεια· 55.246 περιῤῥεῖται τοῖς δικαιώμασι. Μάλιστα μὲν γὰρ οὐδὲ ἐνταῦθα ἔχουσί τινα ἀντιλογίας σκιὰν εἰπεῖν. Εἰ γὰρ καὶ μὴ παρῆς, ὅτε ἐκ παρθένου ἐτίκτετο, τῷ προφήτῃ πιστεύειν ἔδει τῷ λέγοντι· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Εἰ μὴ παρῆς, ὅτε σάρκα περικείμενος περιεπόλει τὴν γῆν, καὶ συνανεστρέφετο τοῖς δούλοις ὁ ∆εσπότης, ἔντυχε τῷ Ἱερεμίᾳ, κἀκεῖνός σοι διαλέξεται οὕτω λέγων· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. δʹ. Καὶ ἐπὶ τῶν ἄλλων δὲ ἁπάντων ὄψει τοὺς προφήτας, ὧν τὰ βιβλία εἰκῆ μέχρι σήμερον περιστρέφεις καὶ ἐνοχλεῖς, ταύτης ἕνεκεν τῆς ὑποθέσεως σαφῶς ἀνακηρύττοντας ἅπαντα. Ἀλλ' οἱ μὲν πρὸς τούτους ἀγῶνες καὶ εἴρηνται πολλάκις ἡμῖν, καὶ ῥηθήσονται· τέως δὲ τῶν προκειμένων ἐχώμεθα. Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, ὅτι ὁ Θεὸς κριτής ἐστιν. Ἐνταῦθά μοι τὴν δικαιοσύνην λέγειν δοκεῖ, τὴν πολλὴν αὐτοῦ κηδεμονίαν, τὴν φιλανθρωπίαν τὴν εἰς αὐτοὺς ἐκείνους, τὴν εἰς πάντας ἀνθρώπους πολυειδῆ τινα οἰκονομίαν καὶ πολύτροπον, τὴν διὰ τῆς κτίσεως, τὴν διὰ τοῦ νόμου, τὴν διὰ τῆς χάριτος, τὴν διὰ τῶν ὁρωμένων, τὴν διὰ τῶν ἀοράτων, τὴν διὰ τῶν προφητῶν, τὴν διὰ τῶν ἀγγέλων, τὴν διὰ τῶν ἀποστόλων, τὴν διὰ τῶν κολάσεων, τὴν διὰ τῶν εὐεργεσιῶν, τὴν διὰ τῶν ἀπειλῶν, τὴν διὰ τῶν ἐπαγγελιῶν, τὴν διὰ τῆς τάξεως τῆς κατὰ τὸν χρόνον. Ἄκουσον, λαός μου, καὶ λαλήσω σοι, Ἰσραὴλ, καὶ