1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

2

ὑποτάσσεται τῷ Κυρίῳ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν παντί.» ἀπ' αὐτῶν γὰρ τῶν κοσμικῶν, ἐὰν θέλωμεν, καὶ τὰ ἄνω νοοῦμεν. ἡ δὲ συναπτομένη τῷ ἐπουρανίῳ νυμφίῳ τὸ θέλημα τοῦ νυμ φίου ἑαυτῆς κατεργάζεται.

3 Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ Χριστοῦ· τὸν κολλώμενον αὐτῷ μηδὲν ὅλως περιφέρεσθαι τοῦ αἰῶνος τούτου, μηδὲν τῶν γηΐνων φροντίζειν, ἀλλὰ μόνον τὸν σταυρὸν τοῦ σταυρω θέντος ὑπὲρ αὐτοῦ βαστάζειν αὐτόν, καὶ ἔχειν φροντίδα καὶ μέριμναν νυκτὸς καὶ ἡμέρας ἀκαταπαύστοις ὕμνοις καὶ δοξο λογίαις ὑμνεῖν αὐτόν, πεφωτισμένον ἔχειν τὸ ὄμμα τῆς διανοίας, εἰδέναι τὸ θέλημα αὐτοῦ καὶ ποιεῖν αὐτό, ἁπλὴν ἔχειν τὴν καρδίαν, καθαρὸν τὸν νοῦν· ἐλεήμονα εἶναι, ἵνα, καθὼς αὐτὸς οἰκτίρμων καὶ ἐλεήμων ἐστί, οὕτως καὶ ἡμεῖς ἐξακολουθῶμεν αὐτῷ· πρᾶον καὶ ἡσύχιον εἶναι, ἀνεξίκακον, μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντα· ὕβρεων πολλῶν ἀνεχόμενον, καθὼς αὐτὸς ὑπὸ τῶν Ἰουδαίων ὑβρίσθη καὶ ὑπέμεινε πληγὰς καὶ βασάνους ὑποφέρειν· καὶ γὰρ αὐτὸς ταῦτα ἔπαθε· ῥαπισθεὶς γὰρ ὑπὸ τοῦ δούλου τοῦ ἀρχιερέως, οὐδὲν ἐποίησεν, ἀλλὰ μόνον εἶπεν· «εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;» οὐκ ἠδύνατο ὁ κελεύσας τῇ γῇ, ἵνα τοὺς ∆αθὰν καὶ Ἀβειρῶν ζῶντας καταπίῃ, καὶ τοῦτον τὸν ἐκτείναντα τὴν χεῖρα καὶ τύψαντα τὸν ἑαυτοῦ δημιουργὸν ζῶντα καταπιεῖν. ἀλλ' ὑπέμεινεν, ἡμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵν' ἡμεῖς τοῖς ἐκείνου ἴχνεσιν ἐπακολουθήσωμεν. σὺ δέ, ἄνθρωπε, οὐ βαστάζεις ὑπὸ τοῦ ὁμογενοῦς σου ἀνθρώπου ὑβρισθῆναι; μίμησαι τὸν δεσπότην σου. εἰ γὰρ ἐκεῖνος Θεὸς ὢν ἐβάσταζε διὰ σὲ ὑπὸ ἀνθρώπου ἁμαρτωλοῦ ῥαπισθῆναι, σὺ ἀγανακτεῖς ὅτι ὅμοιός σου ἄνθρωπος ἐλοιδόρησέ σε, καὶ ζητεῖς ἀνταποδοῦναι αὐτῷ; ὦ πολλῆς ἀνοίας καὶ ἀφροσύνης μεγάλης! διὰ τοῦτο καὶ κόλασις ἡμῖν ἡτοίμασται, καὶ ἑαυτοῖς τὸ πῦρ ἐξάπτομεν· ὅτι καὶ λογικοὶ ὄντες τοῖς ἀλόγοις ζώοις ἑαυτοὺς εἰκάζομεν. ταπεινοφροσύνῃ πολλῇ εἰς τὸν κόσμον τοῦτον ἐλήλυθεν, καὶ πλούσιος ὢν ἐπτώχευσε δι' ἡμᾶς, ἵν' ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. καὶ Θεὸς ὢν γέγονεν ἄνθρωπος δι' ἡμᾶς, καὶ ἐγεννήθη ἐκ τῆς θεοτόκου Μαρίας, ἵνα ἐλευθερώσῃ ἡμᾶς ἐκ τῆς δυναστείας τοῦ διαβόλου.

4 Ὅθεν ὁ σωθῆναι θέλων ποιεῖ ἑαυτὸν μωρὸν ἐν τῷ κόσμῳ τούτῳ, ἵνα παρὰ τῷ Θεῷ ἀκούσῃ σοφός. οἱ γὰρ ἄνθρω ποι τοὺς εἰδότας δοῦναι καὶ λαβεῖν καὶ ἀγοράζειν καὶ πωλεῖν, καὶ πραγματεύεσθαι καὶ ἀφυστερεῖν τὰ τοῦ πλησίου καὶ πλεο νεκτεῖν καὶ δανείζειν καὶ τὸν ἕνα ὀβολὸν ποιεῖν δύο, τούτους φρονίμους ἀποκαλοῦσιν· ὁ δὲ Θεὸς μωροὺς καὶ ἀσυνέτους καὶ ἁμαρτωλοὺς τοὺς τοιούτους καλεῖ. Ἄκουε γὰρ, φησὶ, τί αὐτὸς ὁ Θεὸς διὰ Ἱερεμίου τοῦ προ φήτου εἴρηκεν· «ὁ λαὸς οὗτος υἱοὶ ἄφρονές εἰσι τοῦ κακοποιῆσαι· τὸ δὲ καλὸν ποιῆσαι οὐκ ἐπέγνωσαν.» καὶ ὁ μακάριος Παῦλος· «ἡ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι· καὶ ὁ θέλων σοφὸς γενέσθαι μωρὸς γενέσθω, ἵνα γένηται σοφός.» καὶ πάλιν ὁ αὐτὸς λέγει· «ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε.» ὁ γὰρ Θεὸς εἰς τὰ γήϊνα θέλει μωροὺς εἶναι, εἰς δὲ τὰ ἐπουράνια φρονίμους· καὶ γὰρ αὐτὸς ὁ ἀντίδικος ἡμῶν διάβολος φρόνιμός ἐστι τῇ κακίᾳ, καὶ ἡμᾶς δεῖ αὐτῷ φρονίμως ἔρχεσθαι πρὸς τὸ νικῆσαι αὐτοῦ τὰς κακοτέχνους ἐπιβουλάς. λέγει γὰρ ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις· «γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.» ὁ δὲ καλούμενος παρ' αὐτῷ φρόνιμος, οὗτός ἐστι σοφιζόμενος ποιῆσαι τὸ θέλημα τοῦ Θεοῦ, καὶ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ.

5 Μέγα φάρμακόν ἐστι σωτηρίας ἡ ταπεινοφροσύνη· ὁ γὰρ σατανᾶς οὐχ ἕνεκεν πορνείας ἢ μοιχείας ἢ κλοπῆς κατη νέχθη ἐκ τῶν οὐρανῶν, ἀλλ' ἡ ὑπερηφανία αὐτὸν κατέβαλεν εἰς τὰ κατώτερα μέρη τῆς ἀβύσσου· οὕτως γὰρ εἴρηκεν· «ἀναβήσομαι, καὶ θήσομαι τὸν θρόνον μου ἐνώπιον τοῦ Θεοῦ, καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ» καὶ διὰ τοῦτον τὸν λόγον κατεβλήθη, καὶ ἐγένετο ἡ κληρονομία