1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

4

ἀπώλεσε. σὺ οὖν, δούλη τοῦ Χριστοῦ. καὶ πάντες ὅσοι θέλουσι σωθῆναι, ἐὰν νηστεύσῃς, ἅγνισον σε αυτὴν ἀπὸ πάσης φιλαργυρίας· ὅτι ὁ ἀγαπῶν ἀργύριον οὐ δύ ναται τὸν Θεὸν ἀγαπᾶν. «ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία.»

8 Τὴν κενοδοξίαν καὶ τὴν ἀλαζονείαν ἰσχυρῶς φεῦγε. ἐὰν ὑποβάλῃ σοι λογισμός, ὅτι μεγάλη γέγονας καὶ καλή, προβεβηκυῖα τῇ ἀρετῇ, μὴ πιστεύσῃς αὐτῷ· ὁ ἐχθρὸς γάρ ἐστιν ὁ ἐμποδίζων καὶ κενοδοξίαν ὑποβάλλων· οὐκ ἀνέξῃ οὖν τοῦ λογισμοῦ ἐπαινοῦντός σε· ἐὰν δὲ ὑποβάλῃ σοι ὁ λογισμὸς λέγων, ὅτι μὴ θέλε κοπιᾶν οὕτως δυσκόλως, δύνασαι σωθῆναι, οὐκ ἀκούσεις αὐτοῦ· ὁ ἐχθρὸς γάρ ἐστιν ὁ ὑποβάλλων χαύνωσιν καὶ ὀλιγωρίαν, ἵνα σε καταβάλῃ ἀπὸ τῆς ἐναρέτου σου πολιτείας· πολλὰ γάρ ἐστι μηχανήματα ἐκ τοῦ ἐχθροῦ γινόμενα τοῖς δούλοις τοῦ Θοῦ· ὑποβάλλει γὰρ τοῖς ἀνθρώποις ἔρχεσθαι καὶ ἐπαινεῖν λόγους πρὸς τὸ ὑψωθῆναι τὴν καρδίαν αὐτοῦ. σὺ δὲ μὴ καταδέξῃ ἔπαινον ἀνθρώπων· ἐὰν δέ τίς σοι εἴπῃ «μακάριος εἶ», λέγε αὐτῷ, ἐὰν ἐξέλθω ἐκ τοῦ σώματος τούτου καλῶς τελειώσας, τότε μακαρισθήσομαι· ἄρτι γὰρ οὐ πιστεύω ἐμαυτῷ ὅτι μακάριος εἰμί· οἱ γὰρ ἄνθρωποι ὡς ἄνεμος οὕτω μεταβαλλόμεθα. πολλάκις δὲ ὑποβάλλει σοι ἐξουθενεῖν τοὺς ἐσθίον τας· μὴ πιστεύσῃς αὐτῷ· ἀλλότριος γάρ ἐστι· πάντων γὰρ ἐλαχιστότερον σεαυτὸν λογίζου, ἵνα πολλοὺς προάξῃς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ παρὰ Θεῷ ὑψωθήσῃ· ὑποβάλλει δὲ ὁ ἐχθρὸς καὶ ἄσκησιν μεγάλην, ἵνα τὸ σῶμα ἀσθενὲς καὶ ἀχρήσιμον ποιήσῃ. σοῦ οὖν ὁ νηστεία μέτρον ἐχέτω· νήστευσον ὅλον τὸν ἐνιαυτὸν χωρὶς πάσης ἀνάγκης· ὥρᾳ δὲ ἐνάτῃ τῆς ἡμέρας, ἐν ὕμνοις καὶ προσευχαῖς διατελέσασα, μεταλάμβανε τὸν ἄρτον σου ἐν λαχάνῳ ἀναπεποιημένῳ ἐλαίῳ· πάντα ἁγνὰ ὅσα ἄψυχα.

9 Σὺ δὲ, ὦ παρθένε, μηδεὶς καταμανθανέτω τὴν ἄσκησίν σου μηδὲ αὐτῶν τῶν ἰδίων σου συγγενῶν· ἀλλ' εἴ τι ποιεῖς, ἐν κρυπτῷ ποίει· καὶ ὁ πατήρ σου ὁ οὐράνιος ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι· ἐὰν δὲ φανερώσῃς σου τὸν βίον, κενοδοξία σοι τίκτεται καὶ ζημιοῖ· ἐὰν δὲ εὕρῃς ψυχὴν ὁμοσύμφωνον πονοῦσαν τῷ Θεῷ, ὡς καὶ σύ, ταύτῃ μόνῃ ἀποκάλυψον ἐν μυστηρίῳ· ἐκεῖ οὐκ ἔστι κενοδοξία· ἐλάλησας γάρ, ἵνα σωθῇ ψυχή· πολὺν μισθὸν λήψῃ, ἐὰν σωθῇ διὰ σοῦ ψυχή. τοῖς ἔχουσι πόθον ἀκούειν λάλει τὰ συμφέροντα. ἐὰν δὲ ἀκούῃ καὶ μὴ ποιῇ, μηδὲν λάλει. λέγει γὰρ ὁ κύριος· «μὴ δῶτε τὰ ἅγια τοῖς κυσί, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμ προσθεν τῶν χοίρων·» κύνας γὰρ καὶ χοίρους ἀποκαλεῖ ὁ Θεὸς τοὺς ἐν ἀτίμῳ βίῳ διάγοντας· μαργαρῖται γὰρ τίμιοί εἰσιν οἱ τοῦ Θεοῦ λόγοι τοῖς ἀξίοις μόνοις διδόμενοι.

10 Ὦ μακαρία ψυχή, ἡ ἀκούσασα τούτους τοὺς λόγους τοὺς γεγραμμένους ἐν τῷ βιβλίῳ τούτῳ καὶ ποιοῦσα! μαρτύρομαι παντὶ ἀκούοντι τὰ ῥήματα ταῦτα καὶ ποιοῦντι, ὅτι τὸ ὄνομα αὐτοῦ γραφήσεται ἐν τῇ βίβλῳ τῆς ζωῆς, καὶ ἐν τῷ τρίτῳ τάγματι τῶν ἀγγέλων εὑρεθήσεται. ἐὰν προσεύχῃ ἢ ψάλλῃς ἢ ἀναγινώσκῃς, κατ' ἰδίαν κάθου· μηδεὶς ἀκουέτω, εἰ μὴ σὺ μόνη. καὶ ἐὰν ἔχῃς ὁμοψύχους μίαν ἢ δύο παρθένους· λέγει γὰρ ὁ Χριστός· «ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.» ἀπόθου τὸ γυ ναικεῖον φρόνημα καὶ λάβε θάρσος καὶ ἀνδρείαν. ἐν γὰρ τῇ βα σιλείᾳ τῶν οὐρανῶν οὐκ ἔστιν ἄρσεν καὶ θῆλυ, ἀλλὰ πᾶσαι αἱ εὐαρεστήσασαι γυναῖκες ἀνδρῶν τάξιν λαμβάνουσιν. ἐπιλαθοῦ τὰ νεωτερικὰ σχήματα, ἵνα λάβῃς τιμὴν τῆς καλῆς χήρας. λέγει γὰρ ὁ ἅγιος Παῦλος· «τίμα χήρας, τὰς ὄντως χήρας· ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ Θεὸν καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας. ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκε. χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα, γεγονυῖα ἑνὸς ἀνδρὸς γυνή, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε. νεωτέρας δὲ χήρας παραι τοῦ· ὅταν γὰρ