1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

5

καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠθέ τησαν.»

11 Σὺ δέ, εἰ μὲν οὐ ποιεῖς τὰ νεωτερικὰ σχήματα, οὐκ ἀκούεις νεωτέρα, ἀλλὰ καὶ πρεσβύτης ἀποκαλῇ καὶ τιμὴν ἔχεις ὡς πρεσβυτέρα· ἡ ὑπόστασις τῶν ἱματίων σου μὴ ἤτω πολύτιμος. Ὁ ἐπενδύτης σου μέλας. μὴ βεβαμμένος ἐν βαφῇ, ἀλλ' αὐτοφυὴς ἰδιόχροος ἢ ὀνυχίζων· καὶ τὸ μαφόριον ἄκροσσον, ὡσαύτως τῆς αὐτῆς χρόας· καὶ χειρίδια ἐρεᾶ περικαλύπτοντα τοὺς βραχίονας ἕως τῶν δακτύλων τῶν χειρῶν, τὰς τρίχας τῆς κεφαλῆς περι κεκομμένας καὶ κεφαλοδέσμιον ἐρεοῦν, περισφίγγον τὴν κεφαλὴν καὶ κουκούλιον καὶ ἐπώμιον ἄκροσσον. ἐὰν δὲ συναντᾷς ἀν θρώπῳ, τὸ πρόσωπον κατακεκαλυμμένον ἔστω, κάτω νεῦον, καὶ οὐκ ἐπάρῃς ἀνθρώπῳ τὸ πρόσωπόν σου, εἰ μὴ μόνον τῷ Θεῷ σου. Ὅταν στῇς εἰς προσευχὴν τοὺς πόδας σου περικεκαλυμ μένους ἔχε ἐν ὑποδήμασιν· αὐτὸς γὰρ ὁ στολισμὸς ἱεροπρε πής ἐστιν· οὐκ ἐκδύσῃ γυμνή· νυκτὸς δὲ καὶ ἡμέρας τὸ ἱμάτιόν σου ἔστω καλύπτον τὴν σάρκα σου. οὐ μὴ ἴδῃ ἄλλη γυνὴ τὸ σῶμά σου γυμνὸν ἄνευ πάσης ἀνάγκης· ἀλλ' οὐδὲ αὐτὴ κατα νοήσεις ἀποκεκαλυμμένη τῷ σώματι. ἐξότου γὰρ ἐτάξω τῷ Θεῷ ἐγκρατεύεσθαι, τὸ σῶμά σου ἡγιασμένον ἐστὶ καὶ ναὸς Θεοῦ. οὐ χρὴ οὖν τὸν ναὸν τοῦ Θεοῦ ἀποκαλύπτεσθαι ὑπό τι νος. οὐ πορεύσῃ εἰς βαλανεῖον ὑγιαίνουσα ἄνευ πάσης ἀνάγ κης, οὐ μὴ βάψῃς ὅλον τὸ σῶμά σου εἰς ὕδωρ, ὅτι ἁγία εἶ κυ ρίῳ τῷ Θεῷ· καὶ οὐ μιανεῖς τὴν σάρκα σου ἐν οὐδενὶ κοσμικῷ, ἀλλὰ μόνον τὸ πρόσωπόν σου νίψαι, καὶ τὰς χεῖρας καὶ τοὺς πόδας· ὅταν νίψῃς τὸ πρόσωπόν σου, οὐ νίψῃ ταῖς δύο χερσὶν οὐδὲ μὴ ἐκτρίψῃ τὰ μῆλα τῆς ὄψεώς σου οὐδὲ μὴ βάλῃς πόαν οὐδὲ νίτρον οὐδὲ τὰ ὅμοια τούτοις. αἱ κοσμικαὶ γὰρ ταῦτα ποιοῦσιν· ἀλλ' ἐν ὕδατι καθαρῷ νίψῃ.

12 Οὐκ ἐπιχρίσῃ τὸ σῶμά σου μύρῳ πολυτελεῖ, οὐδὲ ἐπι βαλεῖς ἐπὶ τὰ ἱμάτιά σου ἀρώματα πολύτιμα. Ἐὰν δὲ τὸ σῶμά σου ἀσθενέστερον γένηται, χρῆσαι οἴνῳ ὀλίγῳ διὰ τὸν στό μαχον. ἐὰν δέ, ὃ μὴ γένοιτο, εἰς κάκωσιν ἐμπέσῃς, σεαυτῆς ἐπι μελοῦ· μὴ δῷς τόπον τοῖς ἀνθρώποις λέγειν, ὅτι ἐκ τῆς ἀσκή σεως αὐτῆς συνέβη αὕτη ἡ κάκωσις, ἀλλὰ πρὶν ἤ τινα εἰπεῖν σοι, σὺ σεαυτῆς φρόντισον, ἕως ἂν ταχὺ ἀναστῇς, καὶ πάλιν τὸν κανόνα σου ἑλκύσῃς. ὅλον τὸν χρόνον τῆς ζωῆς σου ἐν νηστείαις καὶ προσευχαῖς καὶ ἐλεημοσύναις διατέλει. μακάριος ὁ ἀκούων ταῦτα. νυκτὸς καὶ ἡμέρας μὴ ἀποστήτω ὁ λόγος τοῦ Θεοῦ ἐκ τοῦ στόματός σου. ἤτω δὲ τὸ ἔργον σου διαπαντὸς μελέτη τῶν θείων γραφῶν. ψαλτήριον ἔχε καὶ τοὺς ψαλμοὺς μάνθανε. ἀνατέλλων ὁ ἥλιος βλεπέτω τὸ βιβλίον ἐν ταῖς χερσί σου, καὶ μετὰ τρίτην ὥραν συνάξεις ἐπιτέλει, ὅτι ταύτῃ τῇ ὥρᾳ ἐπάγη τὸ ξύλον τοῦ σταυροῦ· ἕκτῃ ὥρᾳ ἐπιτέλει τὰς προσευχὰς μετὰ ψαλμῶν καὶ κλαυθμοῦ καὶ δεήσεως, ὅτι ἐν αὐτῇ τῇ ὥρᾳ ἐ κρεμάσθη ὁ υἱὸς τοῦ Θεοῦ ἐπὶ σταυροῦ· ἐνάτῃ ὥρᾳ πάλιν ἐν ὕμνοις καὶ δοξολογίαις μετὰ δακρύων ἐξομολογουμένη τὰ παραπτώματά σου, τὸν Θεὸν ἱκέτευε, ὅτι ἐν αὐτῇ τῇ ὥρᾳ ὁ κύριος κρεμάμενος ἐπὶ σταυροῦ ἀπέδωκε τὸ πνεῦμα. καὶ μετὰ τὴν σύναξιν τῆς ἐνάτης ἔσθιε τὸν ἄρτον σου, εὐχαριστήσασα τῷ Θεῷ ἐπὶ τῆς τραπέζης σου οὕτως· εὐλογητὸς ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητος μου, «ὁ διδοὺς τροφὴν πάσῃ σαρκί»· πλή ρωσον χαρᾶς καὶ εὐφροσύνης τὴν καρδίαν μου, ἵνα πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύωμεν εἰς πᾶν ἔργον ἀγαθὸν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, μεθ' οὗ σοι δόξα, τιμή, κράτος σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

13 Καὶ ὅταν καθεσθῇς ἐπὶ τῆς τραπέζης καὶ ἔρχῃ κλᾶσαι τὸν ἄρτον, σφραγίσασα αὐτὸν τρίτον, οὕτως εὐχαριστοῦσα λέγε· εὐχαριστοῦμέν σοι πάτερ ἡμῶν ὑπὲρ τῆς ἁγίας ἀναστάσεώς σου· διὰ γὰρ Ἰησοῦ τοῦ παιδός σου ἐγνώρισας ἡμῖν αὐτήν· καὶ καθὼς ὁ ἄρτος οὗτος ἐσκορπισμένος ὑπάρχει ὁ ἐπάνω ταύτης τῆς τραπέζης καὶ συναχθεὶς ἐγένετο ἕν, οὕτως ἐπισυναχθήτω σου ἡ ἐκκλησία ἀπὸ τῶν περάτων τῆς γῆς εἰς τὴν βασιλείαν σου, ὅτι σοῦ ἐστιν ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς